In illud Apparuit gratia dei omnibus hominibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
Καθάπερ οὖν κύνα τις ἔχων ἄγριον καὶ τοῖς παριοῦσιν ἐπιπηδῶντα πᾶσιν, οὐκ ἀνέχεται λελυμένον εἶναι καὶ ἄφετον, ἀλλὰ σιδηρᾷ ἁλύσει δήσας αὐτὸν παραδίδωσιν ταῖς χερσὶν τῶν οἰκετῶν μετὰ ἀσφαλείας κατέχειν, οὕτως καὶ ὁ Θεὸς τοὺς ὀφθαλμοὺς τοὺς ἡμετέρους, κυνῶν ἀναιδέστερον ἐπιπηδῶντας τοῖς λαμπροῖς τῶν σωμάτων, οὐκ ἀφίησιν εἶναι λελυμένους, ἀλλ' ὥσπερ σιδηρᾷ ἁλύσει τῷ φόβῳ τῆς νομοθεσίας ἀποδήσας αὐτούς, παρέδωκεν μετὰ ἀσφαλείας κατέχειν τῷ λογισμῷ, προειπὼν καὶ ἀπειλήσας, εἰ διαφύγοιεν καί τινος τῶν παριόντων ἐπιλάβοιντο, τὴν τῶν μοιχῶν αὐτὸν ἀπαιτήσειν τιμωρίαν. Πᾶς γὰρ ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.