Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In illud Apparuit gratia dei omnibus hominibus
John ChrysostomHomi 4 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Διὰ τοῦτο αὐτοὺς ἀσφαλίζεται, διὰ τοῦτο βλέφαρα καὶ βλεφαρίδας τοῖς ὀφθαλμοῖς περιέθηκεν, ἵνα μὴ διὰ παντὸς ἀνεῳγμένας ἔχῃς τὰς θυρίδας. Ὅταν γὰρ θύραι διὰ παντὸς ὦσιν ἀνεῳγμέναι, μετὰ πολλῆς τῆς εὐκολίας ὁ λῃστὴς ἐπεισέρχεται, μετὰ πολλῆς τῆς ἐξουσίας τὸν θησαυρὸν τῆς σωφροσύνης συλᾷ. Διὰ τοῦτο κόραι καλοῦνται τῶν ὀφθαλμῶν αἱ βολαί, ἵνα μάθῃς ὅτι αἰσχύνεσθαι χρὴ καὶ ἐρυθριᾶν· καθάπερ γὰρ αἱ ἀπειρόγαμοι καὶ θαλαμευόμεναι οὐκ ἀνέχοιντο οὐδὲ πρὸς τοὺς οἰκείους μετὰ ἀναιδείας ἰδεῖν, οὕτω καὶ τὰς κόρας τῶν ὀφθαλμῶν χρή, καθάπερ κόρας ἀπειρογάμους ἐν θαλάμῳ, τῷ ὀφθαλμῷ καθημένας, μὴ ἀναισχύντως ἁπάσαις ἐπαφιέναι ταῖς ὄψεσιν ἑαυτάς, ἐπεὶ οὐκ ἂν κόραι λοιπόν, ἀλλὰ κύνες ἀναίσχυντοι. 5 Ἀλλὰ τὰ μὲν περὶ σωφροσύνης ἱκανῶς εἴρηται καὶ τότε καὶ νῦν τοῖς προσέχουσιν· τὸ δὲ ζητούμενον, οὐχ ἵνα συνεχὴς ἡ παρ' ἡμῶν διδασκαλία γένηται καὶ συνεχὴς ἡ παρ' ὑμῶν ἡ ἀκρόασις, ἀλλ' ἵνα τι καὶ ἀπὸ τῆς ἡμετέρας διδασκαλίας καὶ ἀπὸ τῆς ὑμετέρας ἀκροάσεως γένηται πλέον εἰς λόγον ζωῆς τῆς ὑμετέρας, εἰς καύχημα ἡμέτερον, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ, ἵνα δυνηθῶ κἀγὼ κατὰ τὴν ἡμέραν ἐκείνην καυχᾶσθαι ἐκ τῶν κατορθωμάτων ὑμῶν καὶ εἰπεῖν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἃ ἐμοὶ ἔδωκεν ὁ Θεός. 6 Γενέσθω τὰ ῥήματα τὰ ἡμέτερα πράγματα δι' ὑμῶν. Καὶ γὰρ ἐπὶ τῶν γεηπόνων οὐ τοῦτό ἐστιν τὸ ζητούμενον ζεῦξαι βοῦς ἀροτῆρας καὶ βαθεῖαν αὔλακα τεμεῖν καὶ καταβαλεῖν τὰ σπέρματα, ἀλλὰ δεῖξαι κομῶντα τὰ λήϊα καὶ τὴν ἅλωνα τῶν δραγμάτων πεπληρωμένην, ἵνα, ὅταν ἔλθῃ ὁ διακαθαίρων αὐτήν, οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, μηδαμοῦ τῆς ἅλωνος ἄχυρον εὕρῃ, ἀλλὰ πανταχοῦ σῖτον, πανταχοῦ καρπὸν ὥριμον εἰς βασιλικὰς ἀποθήκας ἀπενεχθῆναι δυνάμενον. Ἥξει γάρ, ἥξει πάντως ἐκεῖνος ὁ βαπτίζων ὑμᾶς ἐν πνεύματι ἁγίῳ καὶ πυρί· καὶ τὸν μὲν σῖτον συνάξει εἰς τὰς ἀποθήκας, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. Μεγάλη ἡ τιμωρία, ἀλλ' ἐὰν θέλωμεν, οὐ λημψόμεθα τὴν τιμωρίαν οὐδὲ ἐσόμεθα ἄχυρα. 7 Τοιοῦτον γὰρ ἡ ἁμαρτία· καθάπερ τὰ ἄχυρα τῶν ἀλόγων ζῴων ἐστὶ τροφὴ καὶ πυρὸς δαπάνη, οὕτως καὶ ἡ ἁμαρτία τοῦ μέλλοντος πυρός ἐστιν δαπάνη. Βούλῃ μαθεῖν πῶς ἐστιν πυρὸς δαπάνη ἡ ἁμαρτία; Εἴ τις ἐποικοδομεῖφησίνἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσίον, ἀργύριον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται. Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται. Ἰδοὺ πυρὸς δαπάνη ἡ ἁμαρτία.

Intertext edge

Open linked passage

Note