In illud Apparuit gratia dei omnibus hominibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
Ἄκουσον πῶς καὶ ἀφροσύνη ἐστὶν καὶ ἀλόγων τροφὴ παθῶν· ἄκουσον τοῦ Δαβὶδ λέγοντος· Αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου· ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ· προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Τὸ ἄχυρον πάλιν κοῦφόν ἐστιν καὶ εὐρίπιστον καὶ μικρᾷ ἀνέμου προσβολῇ ταχέως μετεωρίζεται καὶ πανταχοῦ περιφέρεται. Τοιοῦτοί εἰσιν τῶν ἀνθρώπων οἱ ῥᾳδίως ὑπὸ ὀργῆς ἐξαπτόμενοι, οἱ ταχέως ὑπὸ ἀνοίας φυσώμενοι. Διὰ τοῦτο παραινεῖ τις λέγων· Μὴ λίκμα παντὶ ἀνέμῳἵνα μὴ μείνῃς ἄχυρονἀλλ' ἴσθι ἐστηριγμένος ἐπὶ τῇ πέτρᾳ.