In illud Dominus regnavit
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
" Καὶ ἔκλινεν οὐράνους καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων." Οὐχ ὅτι πτέρυγας ἔχει ὁ Κύριος καὶ πέταται, ἀλλ' εἶπεν ὁ προφήτης τὸ ἐπετάσθη, ἵνα τὴν ταχεῖαν καὶ ὀξεῖαν ἀπ' οὐρανῶν εἰς τὴν γῆν καταδρομὴν τοῦ θεοῦ Λόγου δηλώσῃ." Καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη. Ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων." Τίνες εἰσὶν ἢ πάντως οἱ ἄγγελοι;" Ὁ ποιῶν γὰρ τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα." Ἀλλ' ἐπειδὴ εἶπον τὸν γνόφον ἀχλυώδη καὶ ὁμιχλώδη, σκοτασμὸν ἀχλυώδη ἵνα μή τις νομίσῃ μύθον λέγειν καὶ μὴ πρᾶγμα, αὐτὸς ὁ προφήτης μαρτυρησάτω·" καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων."