In illud Dominus regnavit
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1
" Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν."" Νεφέλη γὰρ καὶ γνόφος κύκλῳ αὐτοῦ." Ἡμέρα ὁ αὐτὸς καὶ νὺξ ὁ αὐτὸς, καὶ θεὸς καὶ ἄνθρωπος· Ἡμέρα κατὰ θεότητα, Νὺξ κατὰ τὴν ἀνθρωπότητα· ὅσον γὰρ ἐν συγκρίσει τῆς θεότητος νύξ ἐστιν ἡ ἀνθρωπότης. Τοῦτο γάρ ἐστιν·" ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ."" Τὸ δὲ σκότος ἐκάλεσεν νύκτα."" Νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν." Χριστὸς κατὰ τὴν ἀνθρωπότητα νυκτὶ πάσῃ τῇ γῇ, τουτέστιν τῇ ἀνθρωπότητι, ἀναγγέλλει τὴν περὶ πατρὸς καὶ ἑαυτοῦ καὶ ἁγίου πνεύματος γνῶσιν. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.