In illud Vidi dominum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1.1
Ὀζίας ὁ βασιλεύς [εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου]", καὶ ὅτι οὐ δεῖ χρόνον, οὐδὲ στοιχεῖον ἓν παρατρέχειν τῶν [θείων] Γραφῶν. Χαίρω μὲν συντρέχοντας ὑμᾶς ὁρῶν πρὸς τὴν ἀκρόασιν τῶν θείων λογίων, [καὶ τεκμήριον μέγιστον τοῦτο ποιοῦμαι τῆς κατὰ Θεὸν ὑμῶν προκοπῆς]. Ὥσπερ γὰρ τὸ πεινῆν σωματικῆς ἐστιν εὐεξίας σημεῖον, οὕτω τὸ λόγων ἐρᾶν ψυχικῆς ὑγιείας σημεῖόν ἐστιν. Χαίρω μὲν οὖν διὰ τοῦτο· δέδοικα δὲ μήποτε τῆς ἐπιθυμίας ταύτης οὐδὲν ἄξιον δυνηθῶ παρασχεῖν. Οὕτω που καὶ μήτηρ ὀδυνᾶται φιλόστοργος, ὅταν ὑπομάζιον ἔχουσα παῖδα τὰς τοῦ γάλακτος πηγὰς μὴ δύνηται ἀφθόνως παρασχεῖν αὐτῷ· ἀλλ' ὅμως καὶ ἐνδεῶς ἔχουσα τὸν μαστὸν ἐπιδίδωσιν, ὁ δὲ λαβὼν ἕλκει καὶ κατατείνει, καὶ τῷ στόματι κατεψυγμένην θερμαίνων τὴν θήλην, πλείω τῆς οὔσης ἐκκαλεῖται τὴν τροφήν· ἡ δὲ μήτηρ ἀλγεῖ μὲν κατατεινομένων αὐτῆς τῶν μαζῶν, οὐκ ἀπωθεῖται δὲ τὸ παιδίον· μήτηρ γάρ ἐστιν, καὶ πάντα ἂν ἥδοιτο παθοῦσα μᾶλλον ἢ λυπῆσαι τὸ τεχθέν. Εἰ οὖν μητέρες περὶ τὰ ἔγγονα οὕτως εἰσὶ φιλόστοργοι, πολλῷ μᾶλλον ἡμᾶς περὶ τὴν ὑμετέραν ἀγάπην οὕτω διακεῖσθαι χρή. Τῶν γὰρ τῆς φύσεως θερμότεραι αἱ τοῦ Πνεύματος ὠδῖνές εἰσιν. Ὥστε εἰ καὶ πολλῆς ἡμῖν πενίας ἡ τράπεζα γέμει, οὐδὲ οὕτως αὐτὴν ἀποκρύψομεν, ἀλλὰ πάντα εἰς μέσον τὰ παρ' ἡμῶν φέροντες καταθήσομεν ὑμῖν. Εἰ δὲ μικρὰ ταῦτα καὶ εὐτελῆ, ἀλλ' ὅμως παρέχομεν. Ἐπεὶ κἀκεῖνος ὁ τὸ τάλαντον ἐμπιστευθείς, οὐχ ὅτι μὴ πέντε προσήνεγκε τάλαντα, διὰ τοῦτο ἐνεκαλεῖτο, ἀλλ' ὅτι καὶ τὸ ἓν κατέχωσεν, ὅπερ ἔλαβεν, διὰ τοῦτο δίκην ἔδωκεν. Τὸ γὰρ ζητούμενον παρὰ Θεῷ καὶ ἀνθρώποις, οὐκ ὀλίγα ἢ πολλὰ καταθεῖναι, ἀλλὰ μηδαμοῦ τῆς ὑπαρχούσης δυνάμεως ἐλάττω τὴν εἰσφορὰν ἐνεγκεῖν. Ἠκούσατε πρώην, ὅτε πρὸς τὴν ὑμετέραν ἀγάπην διαλεχθῆναι κατηξιώθημεν, τὸν ψαλμὸν ἐκεῖνον ἀναγινωσκόντων, ὃς τὸν ἁμαρτωλὸν τῶν ἱερῶν περιβόλων ἐκβαλών, ἀγγέλοις καὶ ταῖς ἄνω δυνάμεσιν εὐφημεῖν παρεκελεύετο τὸν τῶν ὅλων Θεόν. Βούλεσθε οὖν καὶ σήμερον αὐτοῦ τοῦ μυστικοῦ μέλους ἀκούσωμεν, ἐγγύς που παραστάντες ἐκεῖ; Ἐμοί γε δοκεῖ. Εἰ γὰρ ἄνθρωποι μιαροὶ χοροὺς ἱστάντες ἐπὶ τῆς ἀγορᾶς, ἐν σκότει βαθεῖ καὶ ἀωρίᾳ τῶν νυκτῶν πορνικὰ ᾄσματα καὶ κατακεκλασμένα ᾄδοντες μέλη, πᾶσαν ἀναπτε ροῦσι τὴν πόλιν ἡμῶν, καὶ πρὸς ἑαυτοὺς ἐπιστρέφουσιν· ἡμεῖς τῶν ἐπουρανίων δήμων, τῶν ἄνω χορῶν τὸν βασιλέα τοῦδε τοῦ παντὸς ἀνυμνούντων οὐ συνδραμούμεθα, οὐκ ἀκουσόμεθα τῆς θείας ἐκείνης καὶ μακαρίας φωνῆς; Καὶ τίς ἂν ἡμῖν γένοιτο συγγνώμη; Καὶ πῶς ἔστιν ἀκοῦσαι; φησίν. Εἰς αὐτὸν ἀνελθόντας τὸν οὐρανὸν, εἰ δυνατόν, εἰ καὶ μὴ τῷ σώματι, ἀλλὰ τῷ φρονήματι· εἰ καὶ μὴ τῇ παρουσίᾳ, ἀλλὰ τῇ διανοίᾳ. Τὸ μὲν γὰρ σῶμα, γεῶδες ὂν καὶ βαρύ, κάτω πέφυκε μένειν· ἡ δὲ ψυχὴ τῆς ἀνάγκης ταύτης ἀπήλλακται, καὶ τοῖς ὑψηλοτάτοις καὶ τοῖς πορρωτάτοις χωρίοις θρασέως ἐφίπταται. Κἂν εἰς αὐτὰς θελήσῃ τῆς οἰκουμένης τὰς ἐσχατιὰς ἐλθεῖν καὶ εἰς τὸν οὐρανὸν ἀναβῆναι, τὸ κωλῦον οὐδέν· οὕτως αὐτῇ κοῦφα τὰ πτερὰ τοῦ λογισμοῦ δέδωκεν ὁ Θεός. Οὐ πτερὰ δὲ κοῦφα δέδωκε μόνον, ἀλλὰ καὶ ὀφθαλμοὺς ἐχαρίσατο πολλῷ τοῦ σώματος ὀξύτερον βλέποντας. Ἡ μὲν γὰρ τοῦ σώματος ὄψις, ἂν μὲν διὰ κενοῦ φέρηται τοῦ ἀέρος, μέχρι πολλοῦ τοῦ διαστήματος πρόεισιν· ἂν δὲ μικρῷ προσπταίσῃ σώματι, καθάπερ ῥεῦμα φερόμενον ἀναχαιτισθέν, εἰς τοὐπίσω πάλιν ἀποστρέφεται· οἱ δὲ τῆς ψυχῆς ὀφθαλμοί, κἂν τοίχους, κἂν τείχη, κἂν ὁρῶν μεγέθη, κἂν αὐτὰ τῶν οὐρανῶν εὕρωσιν αὐτοῖς ἀπαντῶντα τὰ καμαρώματα, πάντα παραδραμοῦνται ῥᾳδίως. Ἀλλ' ὅμως οὕτω καὶ ταχυτῆτος καὶ ὀξυωπίας ἔχουσα ἡ ψυχή, οὐκ ἔστιν αὐτάρκης πρὸς τὴν τῶν οὐρανίων κατανόησιν αὐτὴ καθ' ἑαυτήν, ἀλλὰ τοῦ χειραγωγήσοντος αὐτὴν δεῖται. Ποιήσωμεν οὖν ὅπερ οἱ τὰς βασιλικὰς αὐλὰς ἐπιθυμοῦντες ἰδεῖν ποιοῦσιν. Τί δαὶ ἐκεῖνοι ποιοῦσιν; Ζητήσαντες τὸν τὰ κλεῖθρα τῶν θυρῶν ἐγκεχειρισμένον, ἐκείνῳ προσέρχονται καὶ διαλέγονται καὶ ἱκετεύουσιν, πολλάκις δὲ καὶ ἀργύριον καταβάλλουσιν, ὥστε δοῦναι αὐτοῖς τὴν χάριν. Προσέλθωμεν οὖν καὶ ἡμεῖς ἑνί τινι τῶν τὰς πύλας ἐπιτετραμμένων τὰς οὐρανίους, καὶ διαλεχθῶμεν, ἱκετεύσωμεν, ἀντ' ἀργυρίου προαίρεσιν ἐπιδειξώμεθα καὶ διάθεσιν εἰλικρινῆ. Κἂν τοῦτον ἐκεῖνος λάβῃ τὸν μισθόν, τῆς χειρὸς ἡμᾶς λαβόμενος, πανταχοῦ περιηγήσεται, οὐκ αὐτὰ δεικνὺς τὰ βασίλεια, ἀλλ' αὐτὸν καθήμενον τὸν βασιλέα, τῶν στρατευμάτων παρόντων, καὶ τῶν ἀρχιστρατήγων παρεστώτων, τῶν μυριάδων τῶν ἀγγελικῶν, τῶν χιλιάδων τῶν ἀρχαγγελικῶν· πάντα ἡμῖν ἐπιδείξει μετ' ἀκριβείας, ὡς ἡμῖν ἰδεῖν δυνατόν. Τίς οὖν ἐστιν οὗτος; τίς ὁ τὸ μέρος τοῦτο ἐμπεπιστευμένος, καθ' ὃ βουλόμεθα νῦν εἰσελθεῖν; Ἡσαΐας, ὁ τῶν προφητῶν μεγαλοφωνότατος. Οὐκοῦν ἀνάγκη τούτῳ διαλεχθῆναι. Ἀλλ' ἕπεσθε κατεσταλμένῳ ῥυθμῷ βαδίζοντες μετὰ ἡσυχίας πολλῆς. Μηδεὶς φροντίδας ἔχων βιωτικὰς εἰσίτω, μηδεὶς μετέωρος, μήτε ἐπτοημένος, ἀλλὰ ταῦτα πάντα ἔξω πρὸ τῶν θυρῶν ἀποθέμενοι, πάντες οὕτως εἰσίωμεν. [Εἰς βασίλεια γὰρ εἰσερχόμεθα τῶν οὐρανῶν, ἀστραπτόντων ἐπιβαίνομεν χωρίων.] Πολλῆς τὰ ἔνδον γέμει σιγῆς καὶ μυστηρίων ἀπορρήτων.
2.2.1
Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας· ἡ γὰρ τῶν Γραφῶν ἀνάγνωσις τῶν οὐρανῶν ἐστιν ἄνοιξις." Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου." Εἶδες εὐγνώμονος οἰκέτου φιλοφροσύνην; Εὐθέως ἡμᾶς παρὰ τὸν θρόνον εἰσήγαγε τὸν βασιλικόν, οὐ μακρὰς πρότερον περιαγαγὼν εἰσόδους, ἀλλ' ὁμοῦ τε τὰς πύλας ἀνέῳξεν, καὶ καταντικρὺ τὸν βασιλέα καθήμενον ἔδειξεν." Καὶ τὰ Σεραφὶμ, φησίν, εἱστήκεισαν κύκλῳ αὐτοῦ· ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὰ πρόσωπα καὶ ταῖς δυσὶ τοὺς πόδας καὶ ταῖς δυσὶν ἐπέταντο, καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον· Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ." Ὄντως ἅγιος, ὅτι τοσούτων καὶ τηλικούτων μυστηρίων κατηξίωσε τὴν ἡμετέραν φύσιν, ὅτι τοιούτων ἡμᾶς ἐποίησεν ἀπορρήτων κοινωνούς. Φρίκη με καὶ τρόμος μεταξὺ ἔλαβε τῆς ᾠδῆς ταύτης. Καὶ τί θαυμαστόν, εἰ ἐμὲ τὸν πήλινον καὶ τὸν ἀπὸ γῆς, ὅπου γε καὶ αὐτὰς τὰς ἄνω δυνάμεις διαπαντὸς μεγίστη ἔκπληξις κατέχει; Διὰ τοῦτο γοῦν ἀποστρέφουσι τὰς ὄψεις καὶ τὰς πτέρυγας ἀντὶ τείχους προβάλλονται, τὰς ἐκεῖθεν ἀκτῖνας μὴ φέρουσαι. Καίτοι, φησί, συγκατάβασις ἦν τὸ φαινόμενον. Πῶς οὖν οὐκ ἤνεγκαν; Ἐμοὶ ταῦτα λέγεις; Εἰπὲ τοῖς τὴν ἀπόρρητον καὶ μακαρίαν πολυπραγμονοῦσι φύσιν, τοῖς τὰ ἀτόλμητα τολμῶσιν. Τὰ Σεραφὶμ οὐδὲ συγκατάβασιν ἠδυνήθησαν ἰδεῖν, ἄνθρωπος δὲ ἂν τολμῴη εἰπεῖν, μᾶλλον δὲ ἄνθρωπος εἰς νοῦν λαβέσθαι δύναιτο ἂν ὅτι τὴν φύσιν τὴν ἀκραιφνῆ δύναται μετ' ἀκριβείας ἰδεῖν καὶ σαφῶς; Φρίξον, οὐρανέ, ἔκστηθι, γῆ· μείζονα ταῦτα ἐκείνων τὰ τολμήματα. Ἃ μὲν γὰρ τότε ἠσέβουν ἐκεῖνοι, καὶ νῦν ἀσεβοῦσιν οὗτοι. Τὴν γὰρ κτίσιν προσκυνοῦσιν ὁμοίως· ὃ δὲ ἐπενόησαν οὗτοι νῦν, οὐδεὶς τῶν τότε ἀνθρώπων οὔτε εἰπεῖν, οὔτε ἀκοῦσαι ἐτόλμησεν. Τί λέγεις; Συγκατάβασις ἦν τὸ φαινόμενον; Ναί, ἀλλὰ Θεοῦ συγκατάβασις. Εἰ γὰρ ὁ πολλὴν παρρησίαν ἔχων πρὸς τὸν Θεὸν Δανιὴλ ἄγγελον συγκαταβάντα αὐτῷ ἰδεῖν οὐχ ὑπέμεινεν, ἀλλ' ἔπεσε καὶ πρηνὴς ἔκειτο, τῶν συνδέσμων τοῦ σώματος αὐτοῦ λυθέντων, τί θαυμαστόν, εἰ τὰ Σεραφὶμ ἐξεπλάγη, οὐκ ἐνεγκόντα τὴν δόξαν ἐκείνην ἰδεῖν; Οὐ γὰρ τοσοῦτον τοῦ Δανιὴλ πρὸς τὸν ἄγγελον τὸ μέσον, ὅσον τοῦ Θεοῦ πρὸς τὰς δυνάμεις ἐκείνας. Ἀλλ' ἵνα μὴ καὶ ἡμεῖς ἐπὶ πλεῖον τοῖς θαύμασι τούτοις ἐνδιατρίβοντες, εἰς θάμβος ἀγάγωμεν ὑμῶν τὰς ψυχάς, φέρε ἐπὶ τὴν ἀρχὴν τῆς ἱστορίας ἐπιστρέψωμεν, ἀφελεστέροις ὑμᾶς ψυχαγωγοῦντες διηγήμασιν." Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς." Ἄξιον πρῶτον ἐπιζητῆσαι, τίνος ἕνεκεν τοὺς χρόνους ἡμῖν ὁ προφήτης ἐπισημαίνεται· οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῇ τοῦτο ποιεῖ. Τὰ γὰρ τῶν προφητῶν στόματα τοῦ Θεοῦ ἐστι στόμα· τὸ δὲ τοιοῦτον στόμα οὐδὲν ἂν εἴποι παρέργως. Μὴ τοίνυν μηδὲ ἡμεῖς παρέργως ἀκούσωμεν. Εἰ γὰρ οἱ τὰ μέταλλα ἀνορύττοντες οὐδὲ τὰ μικρὰ ψήγματα παρατρέχουσιν, ἀλλ' ὅταν χρυσίτιδος ἐπιλάβωνται φλεβός, τὰς ἶνας ἀκριβῶς περισκοποῦσιν· πόσῳ μᾶλλον ἐπὶ τῶν Γραφῶν τοῦτο ποιεῖν ἡμᾶς χρή; Καίτοι γε ἐπὶ τῶν μετάλλων σφόδρα δυσθήρατος ἡ τῶν ζητουμένων ἐστὶν εὕρεσις. Ἐπειδὴ γὰρ καὶ τὰ μέταλλα γῆ καὶ τὸ χρυσίον οὐδὲν ἕτερόν ἐστιν ἢ γῆ καὶ ἡ κοινωνία τῆς φύσεως τῶν ζητουμένων κλέπτει τὰς ὄψεις, ἀλλ' ὅμως οὐδὲ οὕτως ἀφίστανται ἐκεῖνοι, ἀλλὰ πᾶσαν ἀκρίβειαν ἐπιδείκνυνται· καίτοι γε ὁρῶντες ἴσασιν, τί μὲν ὄντως γῆ, τί δὲ ὄντως χρυσίον. Ἐπὶ δὲ τῆς Γραφῆς οὐκ ἔστιν οὕτως. Οὐ γὰρ μετὰ τῆς γῆς ἀναμεμιγμένον πρόκειται τὸ χρυσίον, ἀλλὰ καθαρὸν χρυσίον ἐστίν," ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ". Οὐ γάρ ἐστι μέταλλα κατεργασίας δεόμενα αἱ Γραφαί, ἀλλὰ θησαυρὸν ἕτοιμον παρέχουσι τοῖς ζητοῦσι τὸν πλοῦτον τὸν ἐξ αὐτῶν. Ἀρκεῖ γὰρ παρακῦψαι μόνον καὶ πάσης ἐμπλησθέντας ὠφελείας ἀπελθεῖν· ἀρκεῖ μόνον ἀνοῖξαι καὶ τῶν λίθων εὐθέως θεωρῆσαι τὰς μαρμαρυγάς. Ταῦτα δέ μοι οὐχ ἁπλῶς εἴρηται, οὐδὲ εἰκῇ ἐξέτεινα τὸν λόγον, ἀλλ' ἐπειδή τινές εἰσιν ἄνθρωποι βάναυσοι, οἵ, ἐπειδὰν τὰς θείας μετὰ χεῖρας λάβωσι βίβλους, εἶτα ἀριθμὸν χρόνων ἢ κατάλογον εὕρωσι κείμενον ὀνομάτων, εὐθέως παρατρέχουσιν καὶ πρὸς τοὺς ἐγκαλοῦντας λέγουσιν· ὀνόματα μόνον ἐστὶ καὶ οὐδὲν χρήσιμον ἔχει. Τί λέγεις; Ὁ Θεὸς φθέγγεται καὶ σὺ τολμᾷς εἰπεῖν ὅτι οὐδὲν χρήσιμον τῶν εἰρημένων ἐστίν; Εἰ γὰρ ἐπιγραφὴν μόνον ἴδοις ψιλήν, οὐ στήσῃ μετὰ σπουδῆς, εἰπέ μοι, καὶ τὸν κείμενον ἀνερευνήσεις πλοῦτον; Καὶ τί λέγω χρόνους καὶ ὀνόματα καὶ ἐπιγραφάς; Μάθε ὅσον ἰσχύει καὶ στοιχείου προσθήκη ἑνὸς μόνου, καὶ παῦσαι ὁλοκλήρων καταφρονῶν ὀνομάτων. Ὁ πατριάρχης ἡμῶν Ἀβραάμ ἡμῖν γὰρ μᾶλλον ἢ τοῖς Ἰουδαίοις προσῆκεν οὗτος Ἀβρὰμ τὸ πρῶτον ἐκαλεῖτο, ὅπερ ἑρμηνευόμενόν ἐστι περάτης· μετὰ δὲ ταῦτα, Ἀβραὰμ μετονομασθεὶς πατὴρ ἐγένετο πάντων τῶν ἐθνῶν, καὶ ἑνὸς προσθήκη στοιχείου τοσαύτην τῷ δικαίῳ τὴν ἀρχὴν ἐνεχείρισεν. Καθάπερ γὰρ οἱ βασιλεῖς τοῖς ἑαυτῶν ὑπάρχοις χρυσᾶς ὀρέγουσι δέλτους, σύμβολον τῆς ἀρχῆς· οὕτω καὶ Θεὸς τότε τῷ δικαίῳ ἐκείνῳ σύμβολον τῆς τιμῆς δέδωκε τὸ στοιχεῖον.
2.3.1
Ἀλλὰ περὶ μὲν ὀνομάτων ἐν ἑτέρῳ καιρῷ διηγήσομαι· ὅσον δὲ τῶν χρόνων τὸ κέρδος ἐστὶ γινωσκομένων καὶ ὅσον τὸ βλάβος ἀγνοουμένων, ἀναγκαῖον εἰπεῖν. Καὶ πρῶτόν γε ἀπὸ τῶν βιωτικῶν ὑμῖν ἐπιδείξομαι πραγμάτων. Αἱ διαθῆκαι καὶ τὰ γραμματεῖα τὰ περὶ γάμων, τὰ περὶ ὀφλημάτων, τὰ περὶ τῶν ἄλλων συμβολαίων, ἐὰν μὴ τῆς ὑπατείας τοὺς χρόνους ἄνωθεν ἔχῃ προγεγραμμένους, πάσης ἔρημα τῆς οἰκείας ἐστὶ δυνάμεως. Τοῦτο γάρ ἐστιν ἐν ἐκείνοις τὸ ἰσχυρόν, τοῦτο τὰς ἀμφισβητήσεις ἀναιρεῖ, τοῦτο δικαστηρίων ἀπαλλάττει καὶ τοὺς ἐχθροὺς φίλους ποιεῖ. Διὰ τοῦτο οἱ ταῦτα γράφοντες, ὥσπερ λύχνον ἐπὶ λυχνίας, οὕτως ἐπὶ τοῦ μετώπου τῶν γραμμάτων προτυποῦσι τὴν ὑπατείαν, ἵνα πάντα τὰ κάτω φαίνῃ γεγραμμένα. Κἂν ταῦτα ἀνέλῃς, ἀνεῖλες τὸ φῶς καὶ πάντα σκότους καὶ πολλῆς ἐνέπλησας ταραχῆς. Διὰ τοῦτο πᾶσα δόσις καὶ λῆψις, κἂν πρὸς φίλους, κἂν πρὸς ἐχθρούς, κἂν πρὸς οἰκέτας, κἂν πρὸς ἐπιτρόπους καὶ οἰκονόμους γίγνηται, ταύτης δεῖται τῆς ἀσφαλείας, καὶ πανταχοῦ καὶ μῆνας καὶ ἐνιαυτοὺς καὶ ἡμέρας κάτωθεν παραγράφομεν. Εἰ οὖν ἐπὶ τῶν βιωτικῶν τοσαύτη τοῦ πράγματος ἡ ἰσχύς, ἐπὶ τῶν πνευματικῶν πολλῷ μείζων καὶ χρησιμωτέρα. Τὰς γὰρ προφητείας τοῦτο δείκνυσι προφητείας. Οὐδὲ γὰρ ἄλλο τί ποτέ ἐστι προφητεία, ἀλλ' ἢ τῶν μελλόντων πραγμάτων προαναφώνησις. Ὁ τοίνυν τοὺς καιροὺς ἀγνοῶν τῶν εἰρημένων ἢ τῶν ἐκβάντων, πῶς δυνήσεται δεῖξαι τῷ φιλονεικοῦντι τὸ τῆς προφητείας ἀξίωμα; Ἐντεῦθεν ἡμῖν καὶ ὁ πρὸς Ἕλληνας ἀγῶνες καὶ νῖκαι, ὅταν πρεσβύτερα ἀποφαίνωμεν τὰ ἡμέτερα τῶν παρ' ἐκείνοις· ἐντεῦθεν ἡμῖν καὶ πρὸς Ἰουδαίους ἀποδείξεις πολλαὶ περὶ τῆς ἀληθείας εἰσίν· πρὸς Ἰουδαίους τοὺς ἀθλίους καὶ ταλαιπώρους, οἳ διὰ τὴν τῶν χρόνων ἄγνοιαν τὸ μέγιστον σφάλμα ἐσφάλησαν. Εἰ γὰρ ἤκουσαν τοῦ πατριάρχου λέγοντος·" Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται" καὶ εἰ παρετήρησαν μετ' ἀκριβείας τοὺς τῆς παρουσίας καιρούς, οὐκ ἔμελλον, ἐκπεσόντες τοῦ Χριστοῦ, τῷ Ἀντιχρίστῳ περιπίπτειν· καθάπερ οὖν καὶ αὐτὸς αὐτοῖς ὁ Χριστὸς τοῦτο αἰνιττόμενος εἶπεν, ὅτι" Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐδέξασθέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε." Εἶδες πόσον παράπτωμα ἀπὸ τῆς τῶν χρόνων γέγονεν ἀγνοίας; Μὴ τοίνυν ἀμελήσῃς ὠφελείας τοσαύτης. Καθάπερ γὰρ ὅροι καὶ στῆλαι ἐν τοῖς ἀγροῖς τὰς μοίρας οὐκ ἐῶσι συγχεῖσθαι, οὕτως οἱ χρόνοι καὶ οἱ καιροὶ τὰ πράγματα οὐκ ἐῶσιν ἀλλήλοις συμπίπτειν, ἀλλὰ διείργοντες ἀπ' ἀλλήλων αὐτὰ καὶ κατὰ τὴν προσήκουσαν ἕκαστα διατιθέντες τάξιν, πολλῆς ἀπαλλάττουσιν ἡμᾶς ταραχῆς. Ἄξιον τοίνυν εἰπεῖν πρὸς ὑμᾶς τίς ἦν οὗτος ὁ Ὀζίας καὶ πότε ἐβασίλευσεν καὶ τίνων ἐβασίλευσεν καὶ πόσος αὐτῷ γέγονεν ὁ τῆς ἀρχῆς χρόνος καὶ πῶς τὸν βίον κατέλυσεν· μᾶλλον δὲ ἄξιον σιγῆσαι λοιπόν. Ἀνάγκη γὰρ εἰς ἄπειρον πέλαγος ἱστοριῶν ἀφιέναι τὸν λόγον. Τοὺς δὲ τοιοῦτον μέλλοντας πορεύεσθαι πέλαγος, οὐ κεκμηκότων τῶν πλωτήρων, ἀλλ' ἀκμαζόντων, ἅπτεσθαι χρὴ τῆς ὁδοῦ. Διὰ τοῦτο καὶ λιμένες καὶ νῆσοι πανταχοῦ τῆς θαλάσσης εἰσὶ πεφυτευμέναι, ἵνα καὶ κυβερνήτης καὶ ναύτης διαναπαύηται, ὁ μὲν τὴν κώπην ἀποτιθέμενος, ὁ δὲ τῶν οἰάκων ἐξανιστάμενος· διὰ τοῦτο καὶ πανδοχεῖα καὶ καταγώγια πανταχοῦ τῶν ὁδῶν ἐπινενόηται, ἵνα καὶ ὑποζύγια καὶ ὁδοιπόροι τῶν πόνων λήγωσιν. Διὰ τοῦτο καὶ τῷ λόγῳ τῆς διδασκαλίας καιρὸς σιωπῆς ὥρισται, ἵνα μήτε ἑαυτοὺς κατατρίβωμεν τῷ πλήθει τῶν λεγομένων, μήτε ὑμᾶς ἀποκναίωμεν. Καὶ τούτους οἶδε τοὺς καιροὺς καὶ Σολομῶν, οὕτω λέγων·" Καιρὸς τοῦ σιγῆσαι καὶ καιρὸς τοῦ λαλῆσαι." Γενέσθω οὖν ἡμῖν καιρὸς τοῦ σιγῆσαι, ἵνα γένηται καιρὸς τῷ διδασκάλῳ τοῦ λαλῆσαι. Τὰ μὲν γὰρ ἡμέτερα ἔοικεν οἴνῳ προσφάτως τῶν ὑποληνίων ἐξαντληθέντι, τὰ δὲ τούτου προσέοικεν οἴνῳ πεπαλαιωμένῳ καὶ γεγηρακότι, πολλὴν παρέχοντι καὶ τὴν ὠφέλειαν καὶ τὴν ἰσχὺν τοῖς δεχομένοις· καὶ τὸ τοῦ εὐαγγελίου ἐκεῖνο γέγονε σήμερον· μετὰ τὸν ἐλάττονα γὰρ οἶνον ὁ βελτίων εἰσκομίζεται. Καὶ καθάπερ ἐκεῖνον οὐκ ἄμπελος ἔτεκε τότε, ἀλλ' ἡ δύναμις ἐποίησε τοῦ Χριστοῦ, οὕτω καὶ τούτου τὸν λόγον οὐκ ἀνθρωπίνη προχέει διάνοια, ἀλλ' ἡ τοῦ Πνεύματος χάρις. Ἐπὶ οὖν δαψιλῆ καὶ πνευματικὰ τὰ νάματα, μετὰ σπουδῆς ὑποδεξώμεθα, μετ' ἀσφαλείας τηρήσωμεν, ἵνα τούτοις ἀρδόμενοι διηνεκῶς, ὥριμον φέρωμεν τὸν καρπὸν τῷ ταῦτα χαρισαμένῳ Θεῷ· μεθ' οὗ δόξα τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.