In illud Vidi dominum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1.1
Φέρε δὴ τήμερον τοῖς κατὰ τὸν Ὀζίαν διηγήμασιν ἀποδῶμεν τὸ τέλος καὶ τὴν ὀροφὴν λοιπὸν ἐπιθῶμεν τῷ λόγῳ, μήποτε καὶ ἡμεῖς καταγελασθῶμεν, καθάπερ ἐκεῖνος, ὁ τὸν πύργον ἐν τοῖς εὐαγγελίοις ἐπιχειρήσας μὲν οἰκοδομῆσαι, μὴ δυνηθεὶς δέ, μήποτέ τις τῶν παρόντων καὶ περὶ ἡμῶν εἴπῃ·" Οὗτος ὁ ἄνθρωπος ἤρξατο μὲν οἰκοδομῆσαι, οὐκ ἴσχυσε δέ." Ὥστε δὲ σαφέστερα ὑμῖν γενέσθαι τὰ λεγόμενα, μικρὰ τῶν πρότερον εἰρημένων ἀναλαβῶμεν, ἵνα μὴ χωρὶς κεφαλῆς ἡμῖν ὁ λόγος εἰς τὸ θέατρον εἰσέλθῃ τὸ πνευματικόν, ἀλλὰ τὴν οἰκείαν ὄψιν ἀπολαβὼν γνώριμος γένηται τοῖς θεαταῖς. Ἔσται γὰρ τὰ αὐτὰ τοῖς μὲν ἀκηκοόσιν ὑπόμνησις, τοῖς δὲ μὴ διδασκαλία. Πρώην μὲν οὖν εἰρήκαμεν πῶς ἦν εὐσεβὴς ὁ Ὀζίας, πῶς δὲ γέγονε φαῦλος καὶ πόθεν καὶ μέχρι ποῦ τῆς ἀπονοίας ὤλισθεν· σήμερον δὲ ἀναγκαῖον εἰπεῖν πῶς εἰσῆλθεν εἰς τὸ ἱερόν, πῶς ἐπεχείρησεν θυμιᾶσαι, πῶς ἐκώλυσεν ὁ ἱερεύς, πῶς οὐκ εἶξεν ἐκεῖνος, πῶς ἐπεσπάσατο τοῦ Θεοῦ τὴν ὀργήν, πῶς ἐν τῇ λέπρᾳ τὸν βίον κατέλυσεν καὶ τίνος ἕνεκεν ὁ προφήτης τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ παρεὶς τῆς τελευτῆς ἐμνημόνευσεν, οὑτωσὶ λέγων·" Τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς." Τοῦτο γάρ ἐστιν, δι' ὃ πᾶσαν ἐξ ἀρχῆς τὴν ἱστορίαν ἐκινήσαμεν· ἀλλὰ προσέχετε ἀκριβῶς." Καὶ ἐγένετο, φησίν, ἡνίκα ἴσχυσεν ὁ Ὀζίας ὁ βασιλεύς, ὑψώθη ἡ καρδία αὐτοῦ ἕως τοῦ διαφθεῖραι, καὶ ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὐτοῦ." Τίς ὁ τρόπος τῆς ἀδικίας;" Εἰσῆλθε, φησίν, εἰς τὸν ναὸν Κυρίου, θυμιᾶσαι ἐπὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος." Ὢ τῆς τόλμης, ὢ τῆς ἀναισχυντίας. Αὐτῶν τῶν ἱερῶν ἀδύτων κατετόλμησεν, εἰς τὰ ἅγια τῶν ἁγίων εἰσεπήδησεν, ὃ πᾶσιν ἄβατον ἦν χωρίον, πλὴν τοῦ ἀρχιερέως μόνου, τοῦτο βεβηλῶσαι ἐπεχείρησεν. Τοιοῦτόν ἐστιν ψυχή, καθάπαξ τῆς οἰκείας ἀπογνοῦσα σωτηρίας· οὐδαμοῦ τῆς μανίας ἵσταται, ἀλλὰ τὰς ἡνίας τῆς σωτηρίας αὐτῆς ἐνδιδοῦσα ταῖς ἀλόγοις ἐπιθυμίαις πανταχοῦ φέρεται καί, καθάπερ ἵππος δυσήνιος, τὸν χαλινὸν ἀπὸ τοῦ στόματος ἐκβαλὼν καὶ τὸν ἀναβάτην ῥίψας ἀπὸ τῶν νώτων ὕπτιον, παντὸς ἀνέμου σφοδρότερον φέρεται καὶ τοῖς ἀπαντῶσίν ἐστιν ἀφόρητος, ὑποφευγόντων μὲν ἁπάντων, κατασχεῖν δὲ τολμῶντος οὐδενός, οὕτω καὶ ψυχή, τὸν χαλινοῦντα αὐτὴν τοῦ Θεοῦ φόβον ἐκβαλοῦσα καὶ τὸν ἡνιοχοῦντα ῥίψασα λογισμὸν ἅπαντα, τὰ τῆς κακίας ἐπιτρέχει χωρία, ἕως ἂν εἰς τὰ τῆς ἀπωλείας βάραθρα φέρουσα κατακρημνίσῃ τὴν ἑαυτῆς σωτηρίαν. Διὸ χρὴ συνεχῶς αὐτὴν ἀνακρούεσθαι καί, καθάπερ τινὶ χαλινῷ, τῷ τῆς εὐσεβείας λογισμῷ τὴν ἄλογον αὐτῆς ἀναχαιτίζειν ὁρμήν· ὅπερ ὁ Ὀζίας οὐκ ἐποίησεν, ἀλλ' εἰς αὐτὴν τὴν ἀνωτάτω πάντων ἀρχὴν παρηνόμησεν. Ἱερωσύνη γὰρ καὶ αὐτῆς τῆς βασιλείας σεμνοτέρα καὶ μείζων ἐστὶν ἀρχή. Μὴ γάρ μοι τὴν ἁλουργίδα εἴπῃς, μηδὲ τὸ διάδημα, μηδὲ τὰ ἱμάτια τὰ χρυσᾶ. Σκιὰ πάντα ἐκεῖνα καὶ τῶν ἐαρινῶν ἀνθῶν εὐτελέστερα." Πᾶσα γὰρ δόξα ἀνθρώπου, φησίν, ὡς ἄνθος χόρτου", κἂν αὐτὴν λέγῃς τὴν βασιλικήν. Μὴ δὴ ταῦτά μοι λέγε, ἀλλ' εἰ βούλει ἱερέως πρὸς βασιλέα τὸ διάφορον ἰδεῖν, τῆς ἑκάστῳ δεδομένης ἐξουσίας τὸ μέτρον ἐξέταζε καὶ πολλῷ τοῦ βασιλέως ὑψηλότερον ὄψει τὸν ἱερέα καθήμενον. Εἰ γὰρ καὶ λαμπρὸς ἡμῖν ὁ θρόνος φαίνεται ὁ βασιλικὸς ἀπὸ τῶν προσπεπηγότων αὐτῷ λίθων καὶ τοῦ περισφίγγοντος αὐτὸν χρυσίου, ἀλλ' ὅμως τὰ ἐπὶ τῆς γῆς ἔλαχεν οἰκονομεῖν καὶ πλεῖον ἔχει τῆς ἐξουσίας ταύτης οὐδέν· ὁ δὲ τῆς ἱερωσύνης θρόνος ἐν τοῖς οὐρανοῖς ἵδρυται καὶ τὰ ἐκεῖ διέπειν ἐπιτέτραπται. Τίς ταῦτά φησιν; Αὐτὸς ὁ τῶν οὐρανῶν βασιλεύς·" Ὅσα γὰρ ἂν δήσητε, φησίν, ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς· καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς." Τί ταύτης ἴσον γένοιτ' ἂν τῆς τιμῆς; Ἀπὸ τῆς γῆς τὴν ἀρχὴν τῆς κρίσεως λαμβάνει οὐρανός. Ἐπειδὴ ὁ κριτὴς ἐν τῇ γῇ κάθηται, ὁ Δεσπότης ἕπεται τῷ δούλῳ· καὶ ἅπερ ἂν οὗτος κάτω κρίνῃ, ταῦτα ἐκεῖνος ἄνω κυροῖ. Καὶ μέσος τοῦ Θεοῦ καὶ τῆς τῶν ἀνθρώπων φύσεως ἕστηκεν ὁ ἱερεύς, τὰς ἐκεῖθεν τιμὰς κατάγων πρὸς ἡμᾶς καὶ τὰς παρ' ἡμῶν ἱκετηρίας ἀνάγων ἐκεῖ, ὀργιζόμενον αὐτὸν τῇ κοινῇ καταλλάττων φύσει, προσκεκρουκότας ἡμᾶς ἐξαρπάζων τῶν ἐκείνου χειρῶν. Διὰ τοῦτο καὶ αὐτὴν τὴν βασιλικὴν κεφαλὴν ὑπὸ τὰς τοῦ ἱερέως χεῖρας φέρων τίθησιν ὁ Θεός, παιδεύων ἡμᾶς ὅτι οὗτος ἐκείνου μείζων ὁ ἄρχων·" τὸ γὰρ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται." Ἀλλὰ περὶ μὲν ἱερωσύνης καὶ ὅσον τῆς ἀξίας τὸ μέγεθος ἐν ἑτέρῳ καιρῷ δηλώσομεν· τέως δὲ ἴδωμεν τῆς ἀδικίας τὸ μέγεθος τοῦ βασιλέως, μᾶλλον δὲ τοῦ τυράννου." Εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου, εἰσῆλθε καὶ Ἀζαρίας ὁ ἱερεὺς ὀπίσω αὐτοῦ." Ἆρα μὴ μάτην ἔλεγον ὅτι μείζων τοῦ βασιλέως ὁ ἱερεύς; Οὐ γὰρ ὡς βασιλέα μέλλων ἐξελαύνειν, ἀλλ' ὡς δραπέτην καὶ οἰκέτην ἀγνώμονα, οὕτως ἐπεισῆλθε μετὰ σφοδρότητος, ὥσπερ τις σκύλαξ γενναῖος ἐπιδραμὼν τῷ ἀκαθάρτῳ θηρίῳ, ὥστε αὐτὸ τῆς δεσποτικῆς ἐξαγαγεῖν οἰκίας.
5.2.1
Εἶδες ψυχὴν ἱερέως παρρησίας γέμουσαν πολλῆς καὶ φρονήματος ὑψηλοῦ; Οὐκ εἶδεν εἰς τὸν τῆς ἀρχῆς ὄγκον, οὐκ ἐνενόησεν ὅσον ἐστὶ ψυχὴν ἐπιθυμίᾳ μεθύουσαν κατασχεῖν, οὐκ ἤκουσε τοῦ Σολομῶντος λέγοντος·" Ἀπειλὴ βασιλέως ὁμοία θυμῷ λέοντος"· ἀλλὰ πρὸς τὸν ἀληθῆ βασιλέα τῶν οὐρανῶν ἰδὼν καὶ τὸ βῆμα μὲν ἐννοήσας ἐκεῖνο καὶ τὰς εὐθύνας, καὶ τούτοις ἑαυτὸν τοῖς λογισμοῖς ὀχυρώσας, οὕτως ἐπεπήδησε τῷ τυράννῳ. Ἤδει μὲν γάρ, ᾔδει σαφῶς ὅτι" ἀπειλὴ βασιλέως ὁμοία θυμῷ λέοντος", ἀλλὰ τοῖς πρὸς τὴν γῆν βλέπουσιν, ἀνθρώπῳ δὲ τὸν οὐρανὸν φανταζομένῳ καὶ παρεσκευασμένῳ τὴν ψυχὴν ἔνδον ἐν τοῖς ἀδύτοις ἀφεῖναι, ἢ τοὺς ἱεροὺς νόμους ὑβριζομένους περιιδεῖν, κυνὸς παντὸς εὐτελέστερος ἦν ἐκεῖνος. Οὐδὲν γὰρ ἀσθενέστερον τοῦ τοὺς θείους παραβαίνοντος νόμους· ὥσπερ οὖν οὐδὲν ἰσχυρότερον τοῦ τοὺς θείους ἐκδικοῦντος νόμους." Ὁ μὲν γὰρ τῆς ἁμαρτίαν ποιῶν δοῦλός ἐστι τῆς ἁμαρτίας", κἂν μυρίους ἐπὶ τῆς κεφαλῆς ἔχῃ στεφάνους· ὁ δὲ τὴν δικαιοσύνην ἐργαζόμενος καὶ αὐτοῦ τοῦ βασιλέως βασιλικώτερός ἐστι, κἂν ἁπάντων ἔσχατος ᾖ. Ταῦτα πρὸς ἑαυτὸν φιλοσοφήσας ὁ γενναῖος ἐκεῖνος, ἐπεισῆλθε τῷ βασιλεῖ. Συνεισέλθωμεν οὖν καὶ ἡμεῖς, εἰ δοκεῖ, καὶ ἴδωμεν τί πρὸς τὸν βασιλέα διαλέγεται. Ἔξεστι γάρ· οὐ μικρὸν δὲ εἰς ὠφελείας λόγον, ἐλεγχόμενον ἰδεῖν ὑπὸ ἱερέως βασιλέα. Τί οὖν φησιν ὁ ἱερεύς;" Οὐκ ἔξεστί σοι, Ὀζία, θυμιᾶσαι τῷ Κυρίῳ." Οὐκ ὠνόμασεν αὐτὸν βασιλέα, οὐδὲ ἀπὸ τοῦ ἀρχῆς ἐκάλεσεν ὀνόματος, ἐπειδὴ ἑαυτὸν προλαβὼν ἐξέβαλε τῆς τιμῆς. Εἶδες παρρησίαν ἱερέως; Οὐκοῦν κατάμαθε καὶ πραότητα. Οὐ γὰρ παρρησίας ἡμῖν δεῖ μόνον ὅταν ἐλέγχειν μέλλωμεν, ἀλλὰ καὶ πραότητος, καὶ πραότητος μᾶλλον ἢ παρρησίας. Ἐπειδὴ γὰρ οὐδένα τῶν ἀνθρώπων οὕτως ἀποστρέφονται καὶ μισοῦσιν οἱ ἁμαρτάνοντες ὡς τὸν ἐλέγχειν μέλλοντα, καὶ προφάσεως ἐπιλαβέσθαι ἐπιθυμοῦσιν ὥστε ἀποπηδῆσαι καὶ τὴν ἐπιτίμησιν διαφυγεῖν, δεῖ οὖν κατέχειν αὐτοὺς τῇ πραότητι καὶ τῇ ἐπιεικείᾳ. Οὐ γὰρ φωνὴν μόνον ἀφιεὶς ὁ τοιοῦτος, ἀλλὰ καὶ βλεπόμενος, βαρὺς ἔσται τοῖς ἁμαρτάνουσιν·" Βαρὺς γὰρ ἡμῖν, φησίν, ἐστὶ καὶ βλεπόμενος"· διὰ ταῦτα πολλὴν χρὴ τὴν πραότητα ἐπιδείκνυσθαι. Διὰ ταῦτα ὑμῖν καὶ ὁ λόγος ὑπ' ὄψεσιν ἤγαγε καὶ τὸν ἡμαρτηκότα καὶ τὸν διορθοῦν αὐτὸν βουλόμενον. Καὶ γὰρ οἱ σοφοὶ τῶν ἰατρῶν, ὅταν μέλλωσι σεσηπότα τέμνειν μέλη, ἢ λίθους τοῖς πόροις ἐναπεσφηνωμένους ἐξέλκειν, ἢ ἄλλο τι τῆς φύσεως ἁμάρτημα διορθοῦν, οὐκ εἰς γωνίαν λαβόντες τὸν κάμνοντα τοῦτο ποιοῦσιν, ἀλλ' ἐν μέσαις αὐτὸν προθέντες ταῖς ἀγοραῖς καὶ θέατρον ἐκ τῶν παριόντων περιστήσαντες, οὕτως ἐπάγουσι τὴν τομήν. Ποιοῦσι δὲ τοῦτο, οὐχὶ ταῖς ἀνθρωπίναις ἐμπομπεύειν βουλόμενοι συμφοραῖς, ἀλλὰ τοὺς ὁρῶντας ἐν ἀλλοτρίοις παιδεύοντες σώμασι πολλὴν τῆς οἰκείας ὑγιείας ποιεῖσθαι τὴν πρόνοιαν. Οὕτω καὶ ἡ Γραφὴ ποιεῖ· ἐπειδάν τινα λάβῃ τῶν ἁμαρτανόντων, ἐφ' ὑψηλοῦ τοῦ κηρύγματος αὐτὸν προτίθησιν, οὐκ ἐν μέσαις ἀγοραῖς, ἀλλ' ἐν μέσῃ τῇ γῇ· καὶ τὸ τῆς οἰκουμένης περιστήσασα θέατρον, οὕτω τὴν ἰατρείαν ἐπιδείκνυται, παιδεύουσα ἡμᾶς ἀσφαλεστέρους περὶ τὴν οἰκείαν εἶναι σωτηρίαν. Ἴδωμεν οὖν πῶς ἐπεχείρει τοῦτον ὁ ἱερεὺς διορθώσασθαι τότε. Οὐκ εἶπεν· Ὦ μιαρὲ καὶ παμμίαρε, πάντα ἀνέτρεψας καὶ συνέχεας, εἰς ἔσχατον ἀσεβείας ἐξεπήδησας· οὐδὲ μακροὺς ἐξέτεινε κατηγορίας λόγους, ἀλλ' ὥσπερ οἱ τέμνοντες, τοῦτο ποιεῖν συντόμως σπουδάζουσιν, τῷ τάχει τῆς τομῆς κλέπτοντες τῆς ὀδύνης τὴν αἴσθησιν, οὕτω καὶ οὗτος τῇ βραχυλογίᾳ τοῦ βασιλέως τὴν φλεγμονὴν ὑπετέμετο. Ὅπερ γὰρ ἐπὶ τῶν τραυμάτων τομεύς, τοῦτο ἐπὶ τῶν ἁμαρτημάτων ἔλεγχος. Καὶ τὴν μὲν ἐπιείκειαν μετὰ τῶν ἄλλων καὶ διὰ τῆς βραχυλογίας ἡμῖν ἐπιδείκνυται. Εἰ δὲ βούλει καὶ τὸ τομὸν τῶν ῥημάτων ἰδεῖν, καὶ ποῦ τὸ σιδήριον ἐνέκρυψεν, ἄκουσον·" Οὐκ ἔξεστί σοι, φησί, θυμιᾶσαι Κυρίῳ, ἀλλ' ἢ τοῖς ἱερεῦσι, τοῖς υἱοῖς Ἀαρών, τοῖς ἡγιασμένοις." Ἐνταῦθα ἔδωκε τὴν πληγήν. Πῶς; ἐγὼ λέγω. Διὰ τί γὰρ οὐκ εἶπεν· Τοῖς ἱερεῦσιν, ἁπλῶς, ἀλλὰ προσέθηκε τὸν Ἀαρών; Οὗτος ὁ Ἀαρὼν ἀρχιερεὺς ἐγένετο πρῶτος καὶ ἐτολμήθη κατὰ τοὺς ἐκείνου χρόνους τοιοῦτον τόλμημα. Δαθὰν γὰρ καὶ Κορὲ καὶ Ἀβειρὼν συστάντες κατ' αὐτοῦ μετὰ καὶ ἑτέρων τινῶν ἐκβαλεῖν αὐτὸν τῆς ἀρχῆς ἐπεχείρησαν· ἀλλ' ἐνίους μὲν ἡ γῆ διαστᾶσα κατέπιεν, τοὺς δὲ πῦρ ἄνωθεν κατενεχθὲν κατέφλεξεν. Ταύτης οὖν αὐτὸν τῆς ἱστορίας ὑπομνῆσαι βουλόμενος, ἀνέμνησεν αὐτὸν τοῦ Ἀαρὼν τοῦ τότε ἀδικη θέντος, ὥστε πρὸς τὴν τῶν ἠδικηκότων συμφορὰν παραπέμψαι τὴν τούτου διάνοιαν. Πλὴν ἀλλ' οὐδὲν ἐγένετο πλέον· ἀλλ' οὐ παρὰ τὸν ἱερέα, ἀλλὰ παρὰ τὴν τοῦ βασιλέως θρασύτητα. Δέον γὰρ ἐπαινέσαι τὰ εἰρημένα καὶ χάριν ὁμολογῆσαι τῆς συμβουλῆς, ὁ δὲ ἐθυμώθη, φησί, καὶ τὸ ἕλκος εἰργάσατο χαλεπώτερον. Οὐ γὰρ οὕτως ἁμαρτία κακόν, ὡς ἡ μετὰ τὴν ἁμαρτίαν ἀναισχυντία.
5.3.1
Ἀλλ' οὐχ ὁ Δαυὶδ οὕτως· ἀλλὰ πῶς; Μετὰ τὴν ὑπὸ τοῦ Ναθὰν γενομένην κατηγορίαν τὴν ἐπὶ τῇ Βηρσαβεέ·" Ἡμάρτηκα τῷ Κυρίῳ", φησίν. Εἶδες συντετριμμένην καρδίαν; εἶδες τεταπεινωμένην ψυχήν; εἶδες πῶς καὶ τὰ πτώματα τῶν ἁγίων χρήσιμα; Καθάπερ γὰρ τὰ λαμπρὰ τῶν σωμάτων καὶ ἐπὶ τῆς ἀρρωστίας πολλὰ τῆς εὐμορφίας ἡμῖν ἐνδείκνυται τὰ ἴχνη, οὕτω καὶ τῶν ἁγίων αἱ ψυχαὶ καὶ ἐν αὐτοῖς τοῖς παραπτώμασι τῆς οἰκείας ἀρετῆς τὰ σύμβολα φέρουσιν. Καίτοι γε ἐκεῖνος μὲν ἐν μέσοις τοῖς βασιλείοις κατηγορεῖτο παρὰ τοῦ προφήτου, παρόντων πολλῶν· οὗτος δὲ ἔνδον ἐν τοῖς ἀδύτοις, καὶ ἀμάρτυρον εἶχε τὸν ἔλεγχον· ἀλλ' οὐδὲ οὕτως ἤνεγκε τὴν ἐπιτίμησιν. Τί οὖν; ἀνίατος ἔμεινεν; Οὐδαμῶς, καὶ τοῦτο διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· ἀλλ' ὥσπερ ἐπὶ τοῦ σεληνιαζομένου, τῶν μαθητῶν οὐκ ἰσχυσάντων τὸν δαίμονα ἐκβαλεῖν, ὁ Χριστός φησι·" Φέρετέ μοι αὐτὸν ὧδε"· οὕτω καὶ ἐνταῦθα, τοῦ ἱερέως μὴ δυνηθέντος παντὸς δαίμονος χαλεπώτερον νόσημα τὴν ἁμαρτίαν ἐκβαλεῖν, αὐτὸς λοιπὸν ὁ Θεὸς τὸν κάμνοντα μεταχειρίζεται. Καὶ τί ποιεῖ; Λέπραν ἐπαφίησιν αὐτοῦ τῷ μετώπῳ. [" Ἐγένετο γάρ, φησίν, ἐν τῷ ἀπειλῆσαι αὐτὸν τῷ ἱερεῖ, λέπρα ἀνέτειλεν ἐν τῷ μετώπῳ αὐτοῦ."] Καὶ ἐξῄει λοιπόν. Καθάπερ οἱ τὴν ἐπὶ θάνατον ἀπαγόμενοι, σπαρτίον ἐπὶ τοῦ στόματος ἔχοντες, τῆς καταδικαζούσης σύμβολον ψήφου, οὕτω καὶ αὐτὸς τῆς ἀτιμίας τὸ σύμβολον ἐπὶ τοῦ μετώπου φέρων, οὐ δημίων αὐτὸν ἑλκόντων, ἀλλὰ αὐτῆς τῆς λέπρας ἀντὶ δημίων ἐπὶ κεφαλὴν ὠθούσης. Εἰσῆλθεν ἱερωσύνην λαβεῖν, ὁ δὲ καὶ τὴν βασιλείαν ἀπώλεσεν· εἰσῆλθεν γενέσθαι σεμνότερος καὶ γέγονεν ἐναγέστερος. Καὶ γὰρ ἰδιώτου παντὸς λοιπὸν ἀτιμότερος ἦν, ἀκάθαρτος ὤν. Τοσοῦτόν ἐστι κακὸν τὸ μὴ μένειν ἐπὶ τῶν δοθέντων ἡμῖν παρὰ τοῦ Θεοῦ μέτρων, ἄν τε ἐπὶ τιμῆς, ἄν τε ἐπὶ γνώσεως τοῦτο ποιῇ. Οὐχ ὁρᾷς ταύτην τὴν θάλατταν πῶς ἐστι ταῖς βίαις ἀφόρητος, πόσοις κορυφοῦται τοῖς κύμασιν; Ἀλλ' ὅμως πρὸς ὕψος διανισταμένη μέγα καὶ μετὰ πολλοῦ προϊοῦσα τοῦ θυμοῦ, ἐπειδὰν ἔλθῃ πρὸς τὸ τεθὲν ὅριον αὐτῇ παρὰ τοῦ Θεοῦ, τὰ κύματα διαλύσασα, πρὸς ἑαυτὴν πάλιν ἐπάνεισιν. Καίτοι γε τί ψάμμου γένοιτ' ἂν ἀσθενέστερον; Ἀλλ' οὐκ ἐκεῖνό ἐστι τὸ κωλῦον, ἀλλ' ὁ τοῦ θέντος φόβος. Εἰ δὲ οὐ σωφρονίζει σε τοῦτο τὸ παράδειγμα, τὰ κατὰ τὸν Ὀζίαν σε παιδευσάτω, τὰ νῦν ἡμῖν εἰρημένα. Ἀλλ' ἐπειδὴ τὴν ὀργὴν εἴδομεν τοῦ Θεοῦ καὶ τὴν ἀξίαν ἀνταπόδοσιν, φέρε καὶ τὴν φιλανθρωπίαν αὐτοῦ καὶ τὴν πολλὴν ἐπιείκειαν ἐπιδείξωμεν. Οὐ γὰρ μόνους τοὺς περὶ τῆς ὀργῆς δεῖ κινεῖν λόγους, ἀλλὰ καὶ τοὺς περὶ τῆς χρηστότητος, ἵνα μήτε εἰς ἀπόγνωσιν ἐμβάλωμεν τοὺς ἀκούοντας, μήτε εἰς ῥᾳθυμίαν. Οὕτω καὶ Παῦλος ποιεῖ καὶ τούτοις ἀμφοτέροις κιρνᾷ τὴν παραίνεσιν, οὑτωσὶ λέγων·" Ἰδὲ οὖν τὴν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ", ἵνα καὶ τῷ φόβῳ καὶ ταῖς χρησταῖς ἐλπίσιν ἀναστήσῃ τὸν πεπτωκότα. Εἶδες ἀποτομίαν Θεοῦ; Ἰδὲ καὶ χρηστότητα. Πῶς οὖν ὀψόμεθα τὴν χρηστότητα; Ἂν μάθωμεν τίνων ἄξιος ἦν ὁ Ὀζίας. Τίνων οὖν ἄξιος ἦν; Ἅμα τῶν προθύρων ἐπιβὰς τῶν ἱερῶν μετὰ τοσαύτης ἀναισχυντίας, μυρίων σκηπτῶν καὶ τῆς ἐσχάτης κολάσεως καὶ τιμωρίας. Εἰ γὰρ οἱ πρῶτοι ταῦτα τολμήσαντες ταύτην ἔδοσαν τὴν δίκην, οἱ περὶ Δαθὰν καὶ Κορὲ καὶ Ἀβειρών, πολλῷ μᾶλλον τοῦτον οὕτω κολάζεσθαι ἔδει, τὸν μηδὲ ταῖς ἐκείνων σωφρονισθέντα συμφοραῖς. Ἀλλ' οὐκ ἐποίησεν οὕτως ὁ Θεός, ἀλλὰ πρότερον λόγους προσήγαγε πολλῆς ἐπιεικείας γέμοντας διὰ τοῦ ἱερέως. Καὶ ὅπερ ὁ Χριστὸς παρῄνεσεν ἀνθρώποις ποιεῖν, ὅταν εἰς ἀλλήλους ἁμάρτωσιν, τοῦτο ὁ Θεὸς πρὸς τὸν ἄνθρωπον ἐποίησεν." Ὅταν γάρ, φησίν, ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου." Οὕτω καὶ τὸν βασιλέα τοῦτον ἤλεγξεν ὁ Θεός. Καὶ ὁ μὲν Χριστός φησιν·" Ἐὰν μὴ ἀκούσῃ σου, ἔσται σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης"· ὁ δὲ Θεὸς φιλανθρωπίᾳ τοὺς οἰκείους ὑπερβαίνων νόμους, οὐδὲ οὕτως αὐτὸν ἐξέκοψεν, ἀλλὰ καίτοι παρακούσαντα καὶ ἀγανακτήσαντα οὐκ ἀπέρριψεν, ἀλλὰ πάλιν προσίεται καὶ παιδεύει τρόπῳ διόρθωσιν ἔχοντι μᾶλλον ἢ τιμωρίαν. Οὐ γὰρ σκηπτὸν ἀφῆκεν ἄνωθεν, οὐδὲ κατέφλεξε τὴν ἀναίσχυντον κεφαλήν, ἀλλὰ τῇ λέπρᾳ μόνον ἐπαίδευσεν. Καὶ τὰ μὲν κατὰ τὸν Ὀζίαν τοιαῦτα. Ἐγὼ δὲ ἓν ἔτι μόνον προσθεὶς καταπαύσω τὸν λόγον. Τί δὲ τοῦτό ἐστιν; Ὃ πάλαι καὶ ἐξ ἀρχῆς ἐζητήσαμεν· τίνος ἕνεκεν ἐν τοῖς ἔξω πράγμασι καὶ ἐν ταῖς προφητείαις, ἁπάντων εἰωθόντων τῆς ζωῆς τῶν βασιλέων τοὺς χρόνους ἐπισημαίνεσθαι, οὗτος τοῦτο ἀφείς, τοῦ χρόνου τῆς τελευτῆς μέμνηται τοῦ Ὀζίου, οὑτωσὶ λέγων·" Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς." Καίτοι γε ἐνῆν τοῦ τότε βασιλεύοντος τὸν χρόνον εἰπεῖν, ὥσπερ ἔθος τοῖς προφήταις ἦν· ἀλλ' οὐκ ἐποίησε τοῦτο. Τίνος οὖν ἕνεκεν οὐκ ἐποίησεν; Νόμος ἦν παλαιὸς τὸν λεπρὸν τῆς πόλεως ἐξελαύνεσθαι, ὥστε καὶ τοὺς τῇ πόλει βελτίους γίνεσθαι καὶ αὐτὸν μὴ προκεῖσθαι τοῖς βουλομένοις ὑβρίζειν σκωμμάτων καὶ χλευασίας ἀφορμήν, ἀλλ' ἔξω τῆς πόλεως μένοντα παραπέτασμα τῆς συμφορᾶς ἔχειν τὴν ἐρημίαν. Τοῦτο καὶ τὸν βασιλέα τοῦτον ὑπομένειν ἐχρῆν μετὰ τὴν λέπραν· ἀλλ' οὐχ ὑπέμεινεν, τῶν ἐν τῇ πόλει διὰ τὴν ἀρχὴν αὐτὸν αἰδεσθέντων, ἀλλ' ἔμενεν ἐν τῷ οἴκῳ αὐτοῦ κρυφίως. Τοῦτο παρώξυνε τὸν Θεόν, τοῦτο τὴν προφητείαν ἐκώλυσεν· καὶ ὅπερ ἐπὶ τοῦ Ἠλὶ γέγονεν·" Ῥῆμα τίμιον ἦν καὶ οὐκ ἦν ὅρασις διαστέλλουσα." Σὺ δέ μοι καὶ ἐνταῦθα γνῶθι τοῦ Θεοῦ τὴν φιλανθρωπίαν. Οὐ γὰρ ἀνέτρεψε τὴν πόλιν, οὐδὲ ἀπώλεσε τοὺς ἐνοικοῦντας· ἀλλ' ὅπερ φίλοι ποιοῦσι πρὸς τοὺς ὁμοτίμους τῶν φίλων, ἐπειδὰν ἔχωσί τι δίκαιον ἐγκαλεῖν, ἐν παρασιωπήσει μένοντες, τοῦτο καὶ ὁ Θεὸς πρὸς τὸ ἔθνος ἐκεῖνο ἐποίησεν, μείζονος ὂν ἄξιον κολάσεως καὶ τιμωρίας. Ἐγὼ μὲν γὰρ αὐτὸν ἐξέβαλον, φησί, τοῦ ἱεροῦ, ὑμεῖς δὲ οὐδὲ τῆς πόλεως· ἐγὼ δήσας αὐτὸν διὰ τῆς λέπρας, ἰδιώτην παρέδωκα, ὑμεῖς δὲ οὐδὲ οὕτω περιεγένεσθε, ἀλλὰ τὸν ὑπ' ἐμοῦ καταδικασθέντα οὐκ ἠνέσχεσθε τῆς πόλεως ἐκβαλεῖν. Καίτοι ποῖος ἂν τοῦτο βασιλεὺς πράως ἤνεγκεν, ἀλλ' οὐκ ἂν ἐκ βάθρων τὴν πόλιν ἀνέτρεψεν, τὸν εἰς τὴν ὑπερορίαν μετοικισθῆναι κελευσθέντα, ἐνδιατρίβοντα τῇ πόλει ὁρῶν; Ἀλλ' οὐχ ὁ Θεὸς τοῦτο ἐποίησεν·" Θεὸς" γὰρ ἦν," καὶ οὐκ ἄνθρωπος". Ἐπειδὴ δὲ ἐτελεύτησεν, τῇ ζωῇ τούτου καὶ τὴν πρὸς ἐκείνους ὀργὴν συγκατέλυσεν καὶ τῆς προφητείας τὰς θύρας ἀνέῳξεν καὶ πάλιν πρὸς αὐτοὺς ἐπανῆλθεν. Σὺ δὲ καὶ τοῦ τρόπου τῆς καταλλαγῆς γνῶθι τοῦ Θεοῦ τὴν φιλανθρωπίαν. Εἰ γάρ τις ἐξετάζοιτο τὸν τοῦ δικαίου λόγον, οὐδὲ τότε καταλλαγῆναι ἐχρῆν. Τίνος ἕνεκεν; Ὅτι οὐκ αὐτῶν κατόρθωμα γέγονε τὸ τὸν Ὀζίαν ἐκβαλεῖν. Οὐ γὰρ αὐτοὶ λαβόντες αὐτὸν ἀπήλασαν, ἀλλ' ἡ τελευτὴ νόμῳ φύσεως ἐπελθοῦσα τῆς πόλεως αὐτὸν ἐξέβαλε τότε. Ἀλλ' οὐκ ἀκριβολογεῖται μέχρι τούτων πρὸς ἡμᾶς ὁ Θεός, ἀλλ' ἓν μόνον ζητεῖ, σχῆμα τῆς πρὸς ἡμᾶς καταλλαγῆς. Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσωμεν αὐτῷ, δοξάσωμεν τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν· ἧς γένοιτο καὶ ἡμᾶς ἀξίους φανῆναι, χάριτι καὶ φιλανθρωπίᾳ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.