In illud Vidi dominum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1.1
βασιλεύς", καὶ περὶ μετανοίας. Μόλις ποτὲ τὸ κατὰ τὸν Ὀζίαν διεπλεύσαμεν πέλαγος, μόλις δὲ διεπλεύσαμεν, οὐ διὰ τὸ τῆς ὁδοῦ μῆκος, ἀλλὰ διὰ τὸ φιλομαθὲς ὑμῶν τῶν συμπλεόντων ἡμῖν. Οὕτω καὶ κυβερνήτης ἐπιβάτας ἔχων φιλοτίμους καὶ πόλεις ἐρατεινὰς ἐπιθυμοῦντας ἰδεῖν, οὐκ ἐν ἡμέρᾳ μιᾷ διανύει τὴν ὁδόν, κἂν μιᾶς ἡμέρας τὸ διάστημα εἴη, ἀλλὰ πλείω διατρίβειν ἀναγκάζεται χρόνον, καθ' ἕκαστον λιμένα τὸ σκάφος ὁρμίζων, καθ' ἑκάστην πόλιν ἐπιβαίνειν ἐπιτρέπων, ὥστε χαρίσασθαί τι τῇ τῶν συμπλεόντων ἐπιθυμίᾳ. Τοῦτο καὶ ἡμεῖς ἐποιήσαμεν, οὐ νήσους περιπλέοντες, οὐδὲ ἐπίνεια καὶ λιμένας καὶ πόλεις ἐπιδεικνύντες, ἀλλ' ἀνδρῶν κατωρθωκότων ἀρετὴν καὶ πεπτωκότων ῥᾳθυμίαν, βασιλέων ἀναισχυντίαν καὶ παρρησίαν ἱερέων, ὀργὴν Θεοῦ καὶ φιλανθρωπίαν, ἀμφότερα πρὸς διόρθωσιν γεγενημένα. Ἀλλ' ἐπειδὴ λοιπὸν εἰς τὴν βασιλικὴν ἀπηντήσαμεν πόλιν, μηκέτι μέλλωμεν, ἀλλὰ καταστείλαντες ἑαυτούς, ὡς εἰς πόλιν εἰσιέναι μέλλοντες, οὕτως ἀναβῶμεν εἰς τὴν ἄνω μητρόπολιν, τὴν Ἱερουσαλήμ, τὴν μητέρα ἡμῶν, τὴν ἐλευθέραν, ἔνθα τὰ Σεραφίμ, ἔνθα τὰ Χερουβίμ, ἔνθα χιλιάδες ἀρχαγγέλων, ἔνθα μυριάδες ἀγγέλων, ἔνθα ὁ θρόνος ὁ βασιλικός. Μηδεὶς οὖν παρέστω βέβηλος, μηδὲ ἐναγήςμυστικῶν γὰρ μέλλομεν κατατολμᾷν διηγημάτων, μηδεὶς ἀκάθαρτος καὶ τῆς ἀκροάσεως ταύτης ἀνάξιος· μᾶλλον δὲ καὶ βέβηλος καὶ ἐναγὴς παρέστω πᾶς, ἀλλὰ τὴν ἀκαθαρσίαν καὶ τὴν πονηρίαν ἀποθέμενος ἔξω πᾶσαν, οὕτως εἰσίτω. Καὶ γὰρ ἐκεῖνον τὸν τὰ ῥυπαρὰ ἱμάτια ἔχοντα διὰ τοῦτο ἐξήλασε τοῦ νυμφῶνος καὶ τῆς ἱερᾶς παστάδος ὁ τοῦ νυμφίου πατήρ, οὐκ ἐπειδὴ εἶχεν ἱμάτια ῥυπαρά, ἀλλ' ἐπειδὴ ἔχων αὐτὰ οὕτως εἰσῄει. Οὐδὲ γὰρ εἶπε πρὸς αὐτόν· Διὰ τί οὐκ ἔχεις ἔνδυμα γάμου; ἀλλά· Διὰ τί οὐκ ἔχων ἔνδυμα γάμου οὕτως εἰσῆλθες; Ἐπὶ τῶν τριόδων, φησίν, εἱστήκεις ἐπαιτῶν καὶ οὐκ ἐπῃσχύνθην σου τὴν πενίαν, οὐκ ἐβδελυξάμην σου τὴν ῥυπαρίαν, ἀλλὰ πάσης ἐκείνης ἀπαλλάξας σε τῆς εὐτελείας, εἰσήγαγον εἰς τὸν νυμφῶνα τὸν ἱερὸν καὶ δείπνων ἠξίωσα βασιλικῶν καὶ πρὸς τὴν ἀνωτάτω τιμὴν ἤγαγον τὸν ἐσχάτης ὄντα κολάσεως ἄξιον· σὺ δὲ οὐδὲ ταῖς εὐεργεσίαις ἐγένου βελτίων, ἀλλ' ἐπὶ τῆς συνήθους ἔμεινας κακίας, ὑβρίσας μὲν εἰς τοὺς γάμους, ὑβρίσας δὲ εἰς τὸν νυμφῶνα. Ἄπιθι τοίνυν λοιπὸν καὶ δίδου τὴν ὀφειλομένην τῆς τοιαύτης ἀναισθησίας τιμωρίαν. Σκοπείτω τοίνυν καὶ ἡμῶν ἕκαστος, μή πως ταύτην ἀκούσῃ τὴν φωνὴν καί, πάντα λογισμὸν ἀποβαλὼν τῆς πνευματικῆς διδασκαλίας ἀνάξιον, οὕτω τῆς ἱερᾶς μετασχέτω τραπέζης." Καὶ ἐγένετο, φησί, τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου." Πῶς εἶδεν, οὐκ οἶδα· ὅτι μὲν γὰρ εἶδεν, εἶπεν, τὸ δὲ πῶς ἐσιώπησεν· δέχομαι τὰ εἰρημένα, οὐ πολυπραγμονῶ τὰ σεσιγημένα· κατανοῶ τὰ ἀποκαλυφθέντα, οὐ περιεργάζομαι τὰ συγκεκαλυμμένα· διὰ τοῦτο γὰρ συγκεκάλυπται. Πέπλος χρυσοῦς ἐστι τῶν Γραφῶν ἡ διήγησις, ὁ στήμων χρυσός, ἡ κρόκη χρυσός. Οὐ παρυφαίνω τῶν ἀραχνῶν τὰ ὑφάσματα, τῶν ἐμῶν λογισμῶν τὴν ἀσθένειαν." Μὴ μέταιρε ὅρια, φησίν, ἃ ἔθεντο οἱ πατέρες σου." Ὅρια κινεῖν οὐκ ἀσφαλές· καὶ πῶς, ἅπερ ἡμῖν ὁ Θεὸς ἔθηκεν, μεταθήσομεν; Βούλει μαθεῖν πῶς εἶδε τὸν Θεόν; Γενοῦ καὶ αὐτὸς προφήτης. Καὶ πῶς δυνατὸν τοῦτο, φησίν, γυναῖκα ἔχοντα καὶ παιδοτροφίας ἐπιμελούμενον; Δυνατὸν μέν, ἐὰν ἐθέλῃς, ἀγαπητέ. Καὶ γὰρ καὶ αὐτὸς γυναῖκα εἶχεν καὶ παίδων δύο πατὴρ ἦν, ἀλλ' οὐδὲν τούτων ἐκώλυσεν. Οὐ γάρ ἐστι κώλυμα τῆς πρὸς τὸν οὐρανὸν ἀποδημίας ὁ γάμος· ἐπεὶ εἰ κώλυμα ἦν καὶ ἐπιβουλεύειν ἡμῖν ἔμελλεν ἡ γυνή, οὐκ ἂν αὐτὴν ἐξ ἀρχῆς ποιῶν ὁ Θεὸς ἐκάλεσε βοηθόν. Ἐβουλόμην μὲν οὖν εἰπεῖν τί ποτέ ἐστι τὸ καθῆσθαι τὸν Θεόν· οὐ γὰρ δὴ κάθηται ὁ Θεός· σωμάτων γὰρ ὁ σχηματισμός· τὸ δὲ θεῖον ἀσώματον.
6.2.1
Ἐβουλόμην μὲν οὖν εἰπεῖν τί ποτέ ἐστι θρόνος Θεοῦ· οὐ γὰρ δὴ θρόνῳ ὁ Θεὸς ἐμπεριείληπται· ἀπερίγραπτον γὰρ τὸ θεῖον· ἀλλὰ δέδοικα μὴ τῇ περὶ τούτων ἐνδιατρίβων διδασκαλίᾳ, παρελκύσω τὸ ὄφλημα. Καὶ γὰρ πάντας ὁρῶ πρὸς τὰ Σεραφὶμ κεχηνότας, οὐχὶ τήμερον μόνον, ἀλλὰ καὶ ἐκ πρώτης ἡμέρας· διόπερ, καθάπερ πλῆθος ἀνθρώπων, πολλῇ τῇ ῥύμῃ διακόπτων ὁ λόγος τῶν ἁπαντώντων νοημάτων τὸ πλῆθος, πρὸς ἐκείνην ἐπείγεται τὴν ἐξήγησιν." Καὶ τὰ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ", φησίν. Ἰδοὺ τὰ Σεραφίμ, ἃ πάλαι ἐπεθυμεῖτε πάντες ἰδεῖν. Θεάσασθε τοίνυν καὶ τὴν ἐπιθυμίαν ἐμπλήσατε, ἀλλὰ μὴ μετὰ θορύβου, μηδὲ σπεύδοντι λογισμῷ, ὅπερ ἐπὶ τῶν βασιλικῶν ἐξόδων καὶ εἰσόδων γίνεται· ἐκεῖ μὲν γὰρ εἰκότως τοῦτο αὐτὸ συμβαίνει. Οὐ γὰρ ἀναμένουσιν οἱ δορυφόροι τῶν ὁρώντων τὰς ὄψεις, ἀλλὰ πρὶν ἢ πάντα ὀφθῆναι καλῶς, ἀναγκάζουσι παρατρέχειν· ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλ' ἵστησιν ὑμῖν ὁ λόγος τὴν θεωρίαν, ἕως οὗ πάντα ἐπέλθητε, ὅσα δυνατὸν ἐπελθεῖν." Καὶ τὰ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ." Πρὸ τοῦ τῆς φύσεως ἀξιώματος ἐδίδαξεν ἡμᾶς τὸ ἀπὸ τῆς ἐγγύτητος τῆς κατὰ τὸν τόπον ἀξίωμα. Οὐ γὰρ εἶπε πρῶτον τίνα [ἦν] τὰ Σεραφίμ, ἀλλ' εἶπεν ἔνθα ἑστήκασιν. Τοῦτο γὰρ ἐκείνου τὸ ἀξίωμα μεῖζον. Πῶς; Ὅτι οὐχ οὕτω δείκνυσι τὰς δυνάμεις ἐκείνας μεγάλας οὔσας, τὸ Σεραφὶμ εἶναι, ὡς τὸ ἐγγὺς ἑστάναι τοῦ θρόνου τοῦ βασιλικοῦ. Καὶ γὰρ καὶ ἡμεῖς τῶν δορυφόρων ἐκείνους ἐπισημοτέρους εἶναι νομίζομεν, οὓς ἂν ἴδωμεν ἐγγὺς τοῦ ζεύγους ἐλαύνοντας τοῦ βασιλικοῦ. Οὕτω καὶ τῶν δυνάμεων τῶν ἀσωμάτων ἐκεῖναί εἰσιν λαμπρότεραι, ὅσαιπερ ἂν ὦσιν ἐγγὺς τοῦ θρόνου. Διὰ τοῦτο καὶ ὁ προφήτης ἀφεὶς διαλεχθῆναι περὶ τοῦ τῆς φύσεως αὐτῶν ἀξιώματος, πρότερον ἡμῖν διαλέγεται περὶ τῆς τοῦ τόπου προεδρίας, εἰδὼς ὅτι οὗτος μείζων ὁ κόσμος ἐστὶ καὶ τοῦτο τῶν φύσεων ἐκείνων τὸ κάλλος· καὶ γὰρ τοῦτο ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ πᾶσα ἀσφάλεια, τὸ κύκλῳ τοῦ θρόνου ἐκείνου φαίνεσθαι. Τοῦτο καὶ ἐπὶ τῶν ἀγγέλων ἔστιν ἰδεῖν· καὶ γὰρ ἐκείνους βουλόμενος δεῖξαι μεγάλους ὁ Χριστὸς οὐκ εἶπεν ὅτι ἄγγελοί εἰσιν, καὶ ἐσίγησεν· ἀλλ'" ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς". Ὥσπερ γὰρ ἐκεῖ μεῖζόν ἐστι τῆς ἀγγελικῆς ἀξίας τὸ βλέπειν τὸ πρόσωπον τοῦ Πατρός, οὕτω τῆς τῶν Σεραφὶμ ἀξίας μεῖζον τὸ ἑστάναι κύκλῳ τοῦ θρόνου καὶ μέσον ἔχειν αὐτόν. Ἀλλὰ τοῦτο τὸ μέγα καί σοι δυνατόν ἐστιν, ἂν ἐθέλῃς, λαβεῖν. Οὐ γὰρ δὴ τῶν Σεραφὶμ μόνον μέσος ἐστίν, ἀλλὰ καὶ ἡμῶν αὐτῶν, ἂν ἐθέλωμεν." Οὗ γάρ εἰσι δύο ἢ τρεῖς, φησί, συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν"· καὶ" Κύριος ἐγγὺς τοῖς συντετριμμένοις τῇ καρδίᾳ καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σῴζει". Διὰ τοῦτο καὶ ὁ Παῦλος βοᾷ·" Τὰ ἄνω φρονεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος." Εἶδες πῶς ἡμᾶς ἔστησε μετὰ τῶν Σεραφίμ, ἐγγὺς ἀγαγὼν τοῦ θρόνου τοῦ βασιλικοῦ; Εἶτά φησιν·" Ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί." Τί ἡμῖν αἱ ἓξ πτέρυγες ἐνδείκνυνται αὗται; Τὸ ὑψηλὸν καὶ μετάρσιον καὶ κοῦφον καὶ ταχὺ τῶν φύσεων ἐκείνων. Διὰ τοῦτο καὶ ὁ Γαβριὴλ ὑπόπτερος κάτεισιν, οὐχ ὅτι πτερὰ περὶ τὴν ἀσώματον ἐκείνην δύναμιν, ἀλλ' ὅτι ἐκ τῶν ὑψηλοτάτων κατῆλθε χωρίων καὶ τὰς ἄνω διατριβὰς ἀφεὶς ἀφῖκται. Τί δαὶ καὶ ὁ ἀριθμὸς βούλεται τῶν πτερύγων; Ἐνταῦθα οὐ δεῖ τῆς παρ' ἡμῶν ἑρμηνείας· αὐτὸς γὰρ ἑαυτὸν ὁ λόγος ἐπέλυσεν, τὴν χρείαν ἡμῖν αὐτῶν ἐξηγησάμενος." Ταῖς γὰρ δυσί, φησίν, ἐκάλυπτον τὰ πρόσωπα" αὐτῶν, ὥσπερ τινὶ διπλῷ διαφράγματι τὰς ὄψεις τειχίζουσαι, διὰ τὸ μὴ φέρειν τὴν ἐκ τῆς δόξης ἐκείνης ἐκπηδῶσαν λαμπηδόνα." Καὶ ταῖς δυσὶ τοὺς πόδας ἐκάλυπτον", διὰ τὴν αὐτὴν ἔκπληξιν. Εἰώθαμεν γὰρ καὶ ἡμεῖς, ὅταν ὑπό τινος θάμβους κατασχεθῶμεν, πάντοθεν περιστέλλεσθαι τὸ σῶμα. Καὶ τί λέγω τὸ σῶμα, ὅπου γε καὶ αὐτὴ ἡ ψυχὴ τοῦτο παθοῦσα ἀπὸ τῆς ἄκρας ἐπιφανείας καὶ τὰς ἐνεργείας αὐτῆς συνέλκουσα, πρὸς τὸ βάθος καταφεύγει, καθάπερ τινὶ περιβολαίῳ τῷ σώματι ἑαυτὴν πάντοθεν περιστέλλουσα; Ἀλλὰ μή τις ἔκπληξιν καὶ θάμβος ἀκούων, ἀηδῆ τινα ἀγωνίαν αὐταῖς ἐγγίνεσθαι νομιζέτω· καὶ γὰρ μετὰ τῆς ἐκπλήξεως ταύτης καὶ ἡδονή τις ἀφόρητος κεκραμένη ἐστίν." Ταῖς δὲ δυσὶν ἐπέταντο." Καὶ τοῦτο σημεῖον τοῦ τῶν ὑψηλῶν ἐφίεσθαι συνεχῶς καὶ μηδέποτε κάτω βλέπειν." Καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον· Ἅγιος, ἅγιος, ἅγιος." Καὶ ἡ κραυγὴ πάλιν τοῦ θαύματος ἡμῖν δεῖγμα μέγιστον· οὐ γὰρ ἁπλῶς ὑμνοῦσιν, ἀλλὰ μετὰ κραυγῆς ἰσχυρᾶς· καὶ οὐδὲ μετὰ κραυγῆς ἁπλῶς, ἀλλὰ καὶ διηνεκῶς τοῦτο ποιοῦσιν. Τὰ μὲν γὰρ λαμπρὰ τῶν σωμάτων, κἂν μεθ' ὑπερβολῆς ᾖ λαμπρά, τότε ἡμᾶς μόνον ἐκπλήττειν εἴωθεν, ὅταν πρῶτον αὐτῶν ταῖς ὄψεσιν ἀντιλαμβανώμεθα· ἐπειδὰν δὲ πλέον αὐτῶν ἐνδιατρίψωμεν τῇ θεωρίᾳ, τῇ συνηθείᾳ τὸ θαῦμα καταλύομεν, τῶν ὀφθαλμῶν ἡμῖν ἐμμελετησάντων λοιπὸν τοῖς σώμασιν. Διὰ τοῦτο καὶ εἰκόνα βασιλικὴν ἄρτι μὲν ἀνατεθεῖσαν καὶ φαιδρὸν ἀπὸ τῶν χρωμάτων στίλβουσαν ἰδόντες, ἐκπληττόμεθα· μετὰ δὲ μίαν καὶ δευτέραν ἡμέραν οὐκέτι. Καὶ τί λέγω εἰκόνα βασιλικήν, ὅπου γε καὶ ἐπ' αὐτῶν τῶν ἀκτίνων τοῦ ἡλίου τοῦτο αὐτὸ πεπόνθαμεν, ὧν οὐδὲν γένοιτ' ἂν φαιδρότερον σῶμα; Οὕτως ἐπὶ τῶν σωμάτων ἁπάντων ἡ συνήθεια καταλύει τὸ θαῦμα· ἐπὶ δὲ τῆς τοῦ Θεοῦ δόξης οὐχ οὕτως, ἀλλὰ πᾶν τοὐναντίον. Ὅσον γὰρ ἐνδιατρίβουσι τῇ θεωρίᾳ τῆς δόξης ἐκείνης αἱ δυνάμεις αὗται, τοσοῦτον μᾶλλον ἐκπλήττονται καὶ ἐπιτείνουσι τὸ θαῦμα· διά τοι τοῦτο καὶ ἐξ οὗ γεγόνασι μέχρι τοῦ νῦν ὁρῶσαι τὴν δόξαν ἐκείνην, μηδέποτε ἐπαύσαντο μετ' ἐκπλήξεως βοῶσαι· ἀλλ' ὅπερ ἡμεῖς πάσχομεν ἐν βραχεῖ καιρῷ κατὰ τῶν ὄψεων ἡμῶν ἀστραπῆς φερομένης, τοῦτο ἐκεῖναι διηνεκῶς ὑπομένουσιν καὶ ἀπαύστως μετά τινος ἡδονῆς τὸ θαῦμα ἔχουσιν. Καὶ γὰρ οὐ μόνον κεκράγασιν, ἀλλὰ καὶ πρὸς ἀλλήλους τοῦτο ποιοῦσιν, ὃ τῆς ἐπιτεταμένης ἐκπλήξεως σημεῖόν ἐστιν. Οὕτω καὶ ἡμεῖς, βροντῆς καταρρηγνυμένης ἢ τῆς γῆς σειομένης, οὐ μόνον δεδοίκαμεν καὶ ἀναπηδῶμεν, ἀλλὰ καὶ πρὸς ἀλλήλους βοῶμεν. Τοῦτο καὶ τὰ Σεραφὶμ ἐποίουν· καὶ διὰ τοῦτο ἕτερος πρὸς τὸν ἕτερον ἐκέκραγον· Ἅγιος, ἅγιος, ἅγιος.
6.3.1
Ἆρα ἐπέγνωτε τὴν φωνὴν ταύτην; ἆρα ἡμετέρα ἐστὶν ἢ τῶν Σεραφίμ; καὶ ἡμετέρα καὶ τῶν Σεραφὶμ διὰ τὸν Χριστὸν τὸν ἀνελόντα τὸ μεσότοιχον τοῦ φραγμοῦ καὶ εἰρηνοποιήσαντα τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς, διὰ τὸν ποιήσαντα τὰ ἀμφότερα ἕν. Πρότερον μὲν γὰρ ἐν τοῖς οὐρανοῖς οὗτος ᾔδετο μόνον ὁ ὕμνος· ἐπειδὴ δὲ ἐπιβῆναι τῆς γῆς κατηξίωσεν ὁ Δεσπότης, καὶ τὴν μελῳδίαν ταύτην κατήνεγκε πρὸς ἡμᾶς. Διὰ τοῦτο καὶ ὁ μέγας οὗτος ἀρχιερεύς, ἐπειδὰν ἐπὶ τῆς ἁγίας ταύτης ἑστήκῃ τραπέζης τὴν λογικὴν ἀναφέρων λατρείαν, τὴν ἀναίμακτον προσφέρων θυσίαν, οὐχ ἁπλῶς ἡμᾶς ἐπὶ τὴν εὐφημίαν ταύτην καλεῖ, ἀλλὰ πρότερον τὰ Χερουβὶμ εἰπὼν καὶ τῶν Σεραφὶμ ἀναμνήσας, οὕτω παρακελεύεται πᾶσιν ἀναπέμψαι τὴν φρικωδεστάτην φωνὴν ἐκείνην, τῇ τῶν συγχορευόντων μνήμῃ τὴν διάνοιαν ἡμῶν ἀπὸ τῆς γῆς ἀνασπᾶσαι σπουδάζων πρὸς τοὺς οὐρανοὺς καὶ μονονουχὶ βοῶν πρὸς ἕκαστον ἡμῶν καὶ λέγων· Μετὰ τῶν Σεραφὶμ ᾄδεις, μετὰ τῶν Σεραφὶμ στῆθι, μετ' ἐκείνων τὰς πτέρυγας τοῦ νοῦ ἐκπέτασον, μετ' ἐκείνων περιίπτασο τὸν θρόνον τὸν βασιλικόν. Καὶ τί θαυμαστόν, εἰ μετὰ τῶν Σεραφὶμ ἕστηκας, ὅπου γε ὧν οὐκ ἐτόλμησεν ἅψασθαι τὰ Σεραφίμ, ταῦτά σοι μετὰ ἀδείας ἔδωκεν ὁ Θεός;" Ἀπεστάλη γὰρ πρός με, φησίν, ἓν τῶν Σεραφὶμ καὶ εἶχεν ἄνθρακα πυρός, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου." Ἐκεῖνο τὸ θυσιαστήριον τοῦ θυσιαστηρίου τούτου τύπος ἐστὶ καὶ εἰκών· ἐκεῖνο τὸ πῦρ, τούτου τοῦ πυρὸς τοῦ πνευματικοῦ. Ἀλλ' οὐκ ἐτόλμησεν ἅψασθαι τῇ χειρὶ τὰ Σεραφίμ, ἀλλὰ τῇ λαβίδι· σὺ δὲ τῇ χειρὶ λαμβάνεις. Ἂν μὲν γὰρ πρὸς τὴν ἀξίαν ἴδῃς τῶν προκειμένων, καὶ τῆς τῶν Σεραφὶμ ἁφῆς ταῦτα μείζω πολλῷ· ἂν δὲ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν ἐννοήσῃς, οὐδὲ πρὸς τὴν ἡμετέραν εὐτέλειαν ἐπαισχύνεται κατελθεῖν ἐπὶ τῶν προκειμένων τῇ χάριτι. Ταῦτ' οὖν ἐννοῶν, ἄνθρωπε, καὶ τὸ μέγεθος τῆς δωρεᾶς λογιζόμενος, ἀνάστηθί ποτε καὶ τῆς γῆς ἀπαλλάγηθι καὶ πρὸς τὸν οὐρανὸν ἀνάβηθι. Ἀλλ' ἕλκει τὸ σῶμα καὶ βιάζεται κάτω; Ἀλλ' ἰδοὺ προσελαύνουσιν νηστεῖαι, κοῦφα μὲν τῆς ψυχῆς ἐργαζόμεναι τὰ πτερά, κοῦφον δὲ τῆς σαρκὸς ποιοῦσαι τὸ φορτίον, κἂν μολύβδου παντὸς βαρύτερον λάβωσι σῶμα. Ἀλλ' ἡ μὲν τῆς νηστείας νῦν ἀναμενέτω διδασκαλία, ἡ δὲ τῶν μυστηρίων ἤδη κινείσθω, δι' ὧν καὶ αἱ νηστεῖαι. Καθάπερ γὰρ τῶν ἐν τοῖς ὀλυμπιακοῖς ἀγῶσι παλαισμάτων τέλος ὁ στέφανος, οὕτω καὶ τῆς νηστείας τέλος ἡ καθαρὰ κοινωνία· ὡς ἐὰν μὴ τοῦτο κατορθώσωμεν διὰ τῶν ἡμερῶν τούτων, εἰκῇ καὶ μάτην κατακόψαντες ἑαυτούς, ἀστεφάνωτοι καὶ χωρὶς βραβείων ἀπὸ τοῦ σκάμματος τῆς νηστείας ἀναχωρήσομεν. Διὰ τοῦτο καὶ οἱ πατέρες ἐξέτειναν τῆς νηστείας τὸ στάδιον, προθεσμίαν μετανοίας διδόντες ἡμῖν, ἵνα καθηράμενοι καὶ ἀποσμήξαντες ἑαυτούς, οὕτω προσίωμεν. Διὰ τοῦτο καὶ αὐτὸς ἐντεῦθεν ἤδη βοῶ λαμπρᾷ τῇ φωνῇ καὶ διαμαρτύ ρομαι καὶ ἱκετεύω καὶ ἀντιβολῶ μὴ μετὰ κηλῖδος, μηδὲ μετὰ πονηροῦ συνειδότος τῇ ἱερᾷ ταύτῃ προσιέναι τραπέζῃ· οὐ γὰρ ἂν εἴη τοῦτο πρόσοδος, οὐδὲ κοινωνία, κἂν μυριάκις ἁψώμεθα τοῦ ἁγίου σώματος ἐκείνου, ἀλλὰ καταδίκη καὶ κόλασις καὶ τιμωρίας προσθήκη. Μηδεὶς τοίνυν ἁμαρτωλὸς προσίτω, μᾶλλον δὲ οὐ λέγω· μηδεὶς ἁμαρτωλός, ἐπεὶ πρότερον ἐμαυτὸν ἀπείργω τῆς θείας τραπέζης, ἀλλὰ μηδεὶς μένων ἁμαρτωλὸς προσίτω. Διὰ τοῦτο ἐντεῦθεν ἤδη προλέγω, ἵνα μὴ τῶν βασιλικῶν καταλαβόντων δείπνων καὶ τῆς ἱερᾶς ἑσπέρας παραγενομένης ἐκείνης, ἔχῃ τις λέγειν· Ἀπαρασκεύαστος εἰσῆλθον καὶ ἐέργομαι, καὶ ὅτι πάλαι ταῦτα προειπεῖν ἐχρῆν. Εἰ γὰρ πάλαι ταῦτα ἤκουσα, πάντως ἂν μετεβαλόμην, πάντως ἂν ἐμαυτὸν καθάρας, οὕτω προσῆλθον. Ἵν' οὖν μηδεὶς ταῦτα προφασίζεσθαι ἔχῃ, ἐντεῦθεν ἤδη προδιαμαρτύρομαι καὶ παρακαλῶ πολλὴν ἐπιδείξασθαι τὴν μετάνοιαν. Οἶδα ὅτι πάντες ἐσμὲν ἐν ἐπιτιμίοις καὶ ὅτι οὐδεὶς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν· ἀλλ' οὐ τοῦτό ἐστι τὸ δεινόν, ὅτι ἁγνὴν καρδίαν οὐκ ἔχομεν, ἀλλ' ὅτι μὴ ἔχοντες καρδίαν ἁγνήν, οὐδὲ τῷ δυναμένῳ ποιῆσαι ταύτην ἁγνὴν προσερχόμεθα. Δύναται γάρ, ἐὰν ἐθέλῃ· καὶ θέλει δὲ μᾶλλον ἡμῶν αὐτῶν· ἀλλὰ ἀναμένει μικρὰν πρόφασιν παρ' ἡμῶν λαβεῖν, ἵνα μετὰ παρρησίας ἡμᾶς στεφανώσῃ. Τίς τοῦ τελώνου γέγονεν ἁμαρτωλότερος; Ἀλλ' ὅτι μόνον εἶπεν·" Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ", κατῆλθεν ὑπὲρ τὸν φαρισαῖον δεδικαιωμένος. Καίτοι πόσην δύναμιν εἶχεν ἡ λέξις ἐκείνη; Ἀλλ' οὐχ ἡ λέξις αὐτὸν ἐκάθηρεν, ἀλλ' ἡ διάθεσις, μεθ' ἧς καὶ τὴν λέξιν ἐκείνην εἶπεν· μᾶλλον δὲ οὐδὲ ἡ διάθεσις μόνη, ἀλλὰ πρὸ ταύτης ἡ τοῦ Θεοῦ φιλανθρωπία.
6.4.1
Ποῖος γάρ, εἰπέ μοι, κάματος, ποῖος πόνος, ποῖος ἱδρὼς τῷ ἁμαρτωλῷ πεῖσαι ἑαυτὸν ὅτι ἔστιν ἁμαρτωλὸς καὶ πρὸς τὸν Θεὸν τοῦτο εἰπεῖν; Ὁρᾷς ὡς οὐ μάτην ἔλεγον ὅτι μικρᾶς παρ' ἡμῶν ἐπιλαβέσθαι προφάσεως βούλεται καὶ τὸ πᾶν αὐτὸς εἰσφέρει λοιπὸν εἰς τὴν σωτηρίαν ἡμῶν; Μετανοήσωμεν τοίνυν, κλαύσωμεν, θρηνήσωμεν. Θυγατέρα τις πολλάκις ἀποβαλὼν τὸν πλείω διατελεῖ τῆς ζωῆς αὐτοῦ χρόνον ἐν θρήνοις καὶ ὀδυρμοῖς· ἡμεῖς ψυχὴν ἀπωλέσαμεν, καὶ οὐ θρηνοῦμεν; σωτηρίας ἐξεπέσομεν, καὶ οὐ κατακοπτόμεθα; Καὶ τί λέγω ψυχῆν καὶ σωτηρίαν; Δεσπότην παρωξύναμεν οὕτω πρᾷον καὶ ἥμερον, καὶ οὐ κατορύττομεν ἑαυτούς; Καὶ γὰρ οὐχὶ Δεσπότου κηδεμονικοῦ μόνον, ἀλλὰ καὶ πατρὸς φιλόπαιδος καὶ μητρὸς φιλοστόργου πᾶσαν εὔνοιαν ὑπερβαίνει τῇ περὶ ἡμᾶς κηδεμονίᾳ." Μὴ ἐπιλήσεται γάρ, φησί, γυνὴ τοῦ παιδίου αὐτῆς, ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο γυνή, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαι, λέγει Κύριος." Πιστὴ μὲν οὖν καὶ πρὸ ἀποδείξεως ἡ ἀπόφασις· Θεοῦ γάρ ἐστιν· πλὴν ἀλλὰ καὶ διὰ τῶν πραγμάτων, φέρε, παράσχωμεν τὴν ἀπόδειξιν. Ἡ Ῥεβέκκα ποτὲ κελεύουσα τῷ παιδὶ τὸ κατὰ τὴν κλοπὴν τῶν εὐλογιῶν ὑποκρίνασθαι δρᾶμα καὶ περιστείλασα αὐτὸν πάντοθεν καλῶς καὶ τὸ προσωπεῖον ἐπιθεῖσα τοῦ ἀδελφοῦ, ἐπειδὴ εἶδεν οὐδὲ οὕτω θαρροῦντα, βουλομένη πάντα φόβον τοῦ παιδὸς ἐξελεῖν·" Ἐπ' ἐμὲ ἡ κατάρα σου, τέκνον", φησίν. Μητρὸς ὄντως τὸ ῥῆμα, καὶ ἐκκαιομένης τῇ φιλότητι τοῦ παιδός. Ἀλλ' ὁ Χριστὸς τοῦτο οὐκ εἶπεν μόνον, ἀλλὰ καὶ ἐποίησεν. οὐκ ἐπηγγείλατο μόνον, ἀλλὰ καὶ ἐγένετο. Καὶ Παῦλος βοᾷ λέγων·" Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα." Τοῦτον οὖν παροξυνοῦμεν· εἰπέ μοι· καὶ πῶς οὐ γεέννης αὐτῆς τοῦτο χαλεπώτερον καὶ τοῦ ἀτελευτήτου σκώληκος καὶ τοῦ ἀσβέστου πυρός; Ὅταν οὖν τῇ ἱερᾷ τραπέζῃ προσιέναι μέλλῃς, νόμιζε ἐκεῖ καὶ τὸν βασιλέα τῶν ἁπάντων παρεῖναι· καὶ γὰρ πάρεστιν ὄντως, τὴν ἑκάστου καταμανθάνων γνώμην, καὶ τίς μὲν μετὰ προσηκούσης ἁγιωσύνης, τίς δὲ μετὰ πονηροῦ προσέρχεται συνειδότος, μετὰ λογισμῶν ἀκαθάρτων καὶ ῥυπαρῶν, μετὰ πράξεων μιαρῶν. Κἂν μὲν εὕρῃ τινὰ τοιοῦτον, τέως μὲν αὐτὸν τῷ δικαστηρίῳ τοῦ συνειδότος παραδίδωσιν· εἶτα ἂν μὲν λαβὼν ἐκεῖνος μαστίξῃ τοῖς λογισμοῖς καὶ βελτίω κατασκευάσῃ, προσίεται πάλιν αὐτόν· ἂν δὲ ἀδιόρθωτος μείνῃ, κελεύει πρὸς τὰς αὑτοῦ παραδοθῆναι χεῖρας τὸν ἀγνώμονα καὶ ἀναισθητόν." Φοβερὸν δὲ τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος." Οἶδα ὅτι δάκνει τὰ ῥήματα, ἀλλὰ τί πάθω; Εἰ μὴ πικρὰ ἐπιθῶμαι τὰ φάρμακα, τὰ τραύματα οὐκ ἀφαιρεθήσεται· ἂν πικρὰ ἐπιθῶμαι, ὑμεῖς τὴν ὀδύνην οὐ φέρετε. Στενά μοι πάντοθεν· πλὴν ἀλλ' ἀναγκαῖον ἀνασχεῖν τὴν χεῖρα λοιπόν· καὶ γὰρ ἱκανὰ τὰ εἰρημένα πρὸς διόρθωσιν τῶν προσεχόντων. Ἀλλ' ἵνα μὴ μόνοις ὑμῖν, ἀλλὰ καὶ ἑτέροις δι' ὑμῶν γένηται χρήσιμα, φέρε αὐτὰ πάλιν ἀνακεφαλαιωσώμεθα. Διελέχθημεν περὶ τῶν Σεραφίμ, ἐδείξαμεν ὅσον ἐστὶν ἀξίωμα πλησίον ἑστάναι τοῦ θρόνου τοῦ βασιλικοῦ καὶ ὅτι καὶ ἀνθρώποις τὸ ἀξίωμα τοῦτο κεκτῆσθαι δυνατόν. Εἴπομεν περὶ τῶν πτερύγων καὶ τῆς ἀπροσίτου δόξης τοῦ Θεοῦ καὶ περὶ τῆς πρὸς ἡμᾶς αὐτοῦ φιλανθρωπίας γινομένης· προσεθήκαμεν τὴν αἰτίαν τῆς κραυγῆς καὶ τοῦ διηνεκοῦς θαύματος καὶ πῶς ἐν ἀκαταπαύστῳ θεωρίᾳ ἀκατάπαυστος καὶ ἡ δοξολογία τῶν Σεραφίμ· ἀνεμνήσαμεν ὑμᾶς εἰς ποῖον ἐτελέσαμεν χορὸν καὶ μετὰ τίνων τὸν κοινὸν ἀνυμνήσαμεν Δεσπότην· τοὺς περὶ μετανοίας προσεθήκαμεν λόγους· καὶ τέλος ὅσον ἐστὶ κακὸν προσιέναι τοῖς μυστηρίοις μετὰ πονηροῦ συνειδότος ἐδείξαμεν καὶ πῶς οὐκ ἔστι διαφυγεῖν τὸν τὰ τοιαῦτα τολμήσαντα. Ταῦτα καὶ γυνὴ παρὰ ἀνδρὸς μανθανέτω καὶ παιδία παρὰ πατρὸς καὶ οἰκέτης παρὰ δεσπότου καὶ γείτων παρὰ γείτονος καὶ φίλος παρὰ φίλου, μᾶλλον δὲ καὶ πρὸς τοὺς ἐχθροὺς ταῦτα διαλεγώμεθα· καὶ γὰρ καὶ τῆς ἐκείνων σωτηρίας ἡμεῖς ἐσμεν ὑπεύθυνοι. Εἰ γὰρ καὶ τὰ ὑποζύγια αὐτῶν πεπτωκότα διαναστῆσαι καὶ πεπλανη μένα διασῶσαι καὶ ἐπαναγαγεῖν κελευόμεθα, πολλῷ μᾶλλον τὴν ψυχὴν αὐτῶν πλανωμένην ἐπαναγαγεῖν χρὴ καὶ πεπτωκυῖαν διανιστᾶν. Ἂν οὕτω τὰ καθ' ἑαυτοὺς καὶ τὰ κατὰ τοὺς πλησίον οἰκονομῶμεν, δυνησόμεθα μετὰ παρρησίας στῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.