Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Joannem
John ChrysostomJoan 20 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.0.1
Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθ σαϊδᾶ, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.
20.1.1
Παντὶ τῷ μεριμνῶντι ἔνεστι τι περισσὸν, ὁ παροιμιώδης λόγος φησί. Ὁ δὲ Χριστὸς καί τι πλέον ᾐνίξατο εἰπών· Ὁ ζητῶν εὑρίσκει. Ὅθεν καὶ ἔπεισί μοι λοιπὸν θαυμάζειν, πόθεν ὁ Φίλιππος ἠκολούθησε τῷ Χριστῷ. Ὁ μὲν γὰρ Ἀνδρέας ἀκούσας παρὰ Ἰωάννου, καὶ ὁ Πέτρος παρὰ Ἀνδρέου· οὗτος δὲ παρ' οὐδενὸς οὐδὲν μαθὼν, ἢ τοῦτο μόνον εἰπόντος τοῦ Χριστοῦ πρὸς αὐτὸν, Ἀκολούθει μοι, ἐπείσθη τε εὐθέως καὶ οὐκ ἀνεχώρησεν, ἀλλὰ καὶ κήρυξ ἑτέροις γίνεται. Δραμὼν γὰρ ἐπὶ τὸν Ναθαναὴλ, Ὃν ἔγραψε, φησὶ, Μωϋσῆς ἐν τῷ νόμῳ, καὶ οἱ προφῆται, εὑρήκαμεν. Ὁρᾷς πῶς μεμεριμνημένην διάνοιαν εἶχε, καὶ συνεχῶς ἐμελέτα τὰ Μωϋσέως, καὶ προσεδόκα τὴν παρουσίαν; Καὶ γὰρ τὸ, Εὑρήκαμεν, ζητούντων πώς ἐστιν ἀεί. Τῇ ἐπαύριον ἐξῆλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν. Πρὶν ἢ γὰρ αὐτῷ τινα· κολληθῆναι, οὐδένα καλεῖ. Ποιεῖ δὲ αὐτὸ οὐχ ἁπλῶς, ἀλλὰ κατὰ τὴν αὐτοῦ σοφίαν καὶ σύνεσιν. Εἰ μὲν γὰρ, μηδενὸς αὐτομάτου προσελθόντος, αὐτὸς αὐτοὺς ἐφειλκύσατο, κἂν ἀπεπήδησαν ἴσως· νῦν δὲ ἀφ' ἑαυτῶν ἑλόμενοι τοῦτο, βέβαιοι λοιπὸν ἔμενον. Τὸν δὲ Φίλιππον καλεῖ, μᾶλλον αὐτῷ γνώριμον ὄντα· ἅτε γὰρ ἐν τῇ Γαλιλαίᾳγεννηθεὶς καὶ τραφεὶς, μᾶλλον αὐτὸν ἐπεγίνωσκε. Λαβὼν τοίνυν τοὺς μαθητὰς, ἔρχεται λοιπὸν ἐπὶ τὴν ἄγραν τῶν λοιπῶν, καὶ τὸν Φίλιππον καὶ τὸν Ναθαναὴλ ἐπισπᾶται. Ἀλλ' ἐπὶ μὲν τούτου οὐκ ἦν οὕτω θαυμαστὸν, ὅτι καὶ ἡ ἀκοὴ τοῦ Ἰησοῦ ἀπεληλύθει εἰς τὴν Συρίαν ἅπασαν· τὸ δὲ θαυμαστὸν, τὸ τῶν περὶ Πέτρον καὶ Ἰάκωβον καὶ Φίλιππον ἦν, οὐχ ὅτι μόνον πρὸ τῶν σημείων ἐπείσθησαν, ἀλλ' ὅτι καὶ ἐκ τῆς Γαλιλαίας ὄντες, ὅθεν οὐδὲ προφήτης ἐγείρεται, οὐδὲ δύναταί τι ἀγαθὸν εἶναι. Ἀγροικότερον γάρ πως καὶ ἀγριώτερον καὶ παχύτερον οὗτοι διέκειντο. Ὁ δὲ Χριστὸς κἀντεῦθεν αὐτοῦ τὴν ἰσχὺν ἐνέφηνεν, ἀπὸ τῆς οὐδένα φερούσης καρπὸν γῆς τοὺς τῶν μαθητῶν ἐκκρίτους ἐκλέγων. Εἰκὸς μὲν οὖν τὸν Φίλιππον καὶ τοὺς περὶ Πέτρον ἰδόντα, καὶ παρὰ τοῦ Ἰωάννου ἀκηκοότα, ἀκολουθῆσαι· εἰκὸς δὲ καὶ τὴν φωνὴν τοῦ Χριστοῦ ἐργάσασθαί τι ἐν αὐτῷ. Οἶδε γὰρ τοὺς μέλλοντας ἔσεσθαι ἐπιτηδείους. Ὁ δὲ εὐαγγελιστὴς ἅπαντα ἐπιτέμνεται ταῦτα. Ὅτι μὲν οὖν ὁ Χριστὸς ἔμελλεν ἥξειν, ἠπίστατο· ὅτι δὲ οὗτος ὁ Χριστὸς ἦν ἠγνόει· ὅπερ αὐτὸν ἢ παρὰ Πέτρου, ἢ παρὰ Ἰωάννου ἀκηκοέναι φημί. Λέγει δὲ καὶ τὴν κώμην αὐτοῦ ὁ Ἰωάννης, ἵνα μάθῃς ὅτι τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεός. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ, καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Λέγει δὲ ταῦτα ἀξιόπιστον ποιῶν τὸ κήρυγμα εἴ γε ἀπὸ Μωϋσέως ἐστὶ καὶ τῶνπροφητῶν, καὶ δυσωπῶν τὸν ἀκροατὴν ἐντεῦθεν. Ἐπειδὴ γὰρ ὁ Ναθαναὴλ ἀκριβὴς ἦν, καὶ πάντα διεσκεμμένος μετὰ ἀληθείας, ὡς καὶ ὁ Χριστὸς ἐμαρτύρησε, καὶ τὸ ἔργον ἔδειξεν, εἰκότως αὐτὸν ἐπὶ τὸν Μωϋσέα καὶ τοὺς προφήτας παρέπεμψεν, ἵνα οὕτω παραδέξηται τὸν κηρυττόμενον. Εἰ δὲ υἱὸν Ἰωσὴφ αὐτὸν λέγει, μὴ θορυβηθῇς· ἔτι γὰρ τούτου παῖς ἐνομίζετο εἶναι. Καὶ πόθεν δῆλον, ὦ Φίλιππε, ὅτι οὗτος ἐκεῖνός ἐστι; τί λέγεις ἡμῖν τεκμήριον; Οὐ γὰρ ἀρκεῖ μόνον τὸ ἀποφήνασθαι. Ποῖον σημεῖον εἶδες; ποῖον θαῦμα; Οὐκ ἔστιν ἀκίνδυνον πιστεύειν ἁπλῶς ὑπὲρ τοιούτων πραγμάτων. Ποίαν οὖν ἔχεις ἀπόδειξιν; Τὴν αὐτὴν τῷ Ἀνδρέᾳ, φησί. Καὶ γὰρ ἐκεῖνος παραστῆσαι τὸν πλοῦτον ὃν εὗρεν οὐκ ἔχων, οὐδὲ διὰ ῥημάτων ἐπιδείξασθαι δυνάμενος τὸν θησαυρὸν, ἄγει πρὸς τὸν εὑρεθέντα τὸν ἀδελφόν. Οὕτω δὴ καὶ οὗτος, πῶς μὲν αὐτός ἐστιν ἐκεῖνος ὁ Χριστὸς, καὶ πῶς αὐτὸν οἱ προφῆται προανεκήρυξαν, οὐκ εἶπεν· ἕλκει δὲ αὐτὸν πρὸς τὸν Ἰησοῦν, οὐκ ἀποστησόμενον λοιπὸν εἰδὼς, ἂν τῶν ῥημάτων γεύσηται καὶ τῆς διδασκαλίας ἐκείνου. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Λέγει αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε. Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν, καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν. Ἐπειδὴ εἶπεν, Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι, ἐπαινεῖ καὶ θαυμάζει τὸν ἄνθρωπον. Καὶ μὴν ἐγκληθῆναι αὐτὸν ἐχρῆν. Οὐδαμῶς. Οὐδὲ γὰρ ἀπιστοῦντος ἦν τὰ ῥήματα, οὐδὲ ἐγκλημάτων ἄξια, ἀλλ' ἐπαίνων. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι Φιλίππου μᾶλλον οὗτος ἐσκεμμένος ἦν τὰ προφητικά. Καὶ γὰρ ἦν ἀκούσας ἀπὸ τῶν Γραφῶν, ὅτι ἀπὸ Βηθλεὲμ δεῖ τὸν Χριστὸν ἐλθεῖν, καὶ ἀπὸ τῆς κώμης ἐν ᾗ ἦν Δαυΐδ. Τοῦτο γοῦν καὶ παρὰ Ἰουδαίοις ἐκράτει, καὶ ὁ προφήτης ἄνωθεν ἐκήρυττε λέγων· Καὶ σὺ, Βηθλεὲμ, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Ἐπεὶ οὖν ἤκουσεν, ὅτι ἐκ Ναζαρὲτ, ἐθορυβήθη καὶ διηπόρησεν, οὐχ εὑρίσκων συμβαίνουσαν τοῦ Φιλίππου τὴν ἐπαγγελίαν τῇ προφητικῇ προῤῥήσει. Θέα δὲ αὐτοῦ καὶ ἐν τῇ διαπορήσει τὴν σύνεσιν καὶ ἐπιείκειαν. Οὐ γὰρ εἶπεν εὐθέως· Ἀπατᾷς με, ὦ Φίλιππε, καὶ ψεύδῃ· οὐ πείθομαι, οὐ παραγίνομαι· ἔμαθον ἀπὸ τῶν προφητῶν, ὅτι ἀπὸ Βηθλεὲμ τὸν Χριστὸν ἐλθεῖν δεῖ· σὺ δὲ λέγεις, ἀπὸ Ναζαρέτ· οὐ τοίνυν οὗτος ἐκεῖνός ἐστιν. Ἀλλ' οὐδὲν τούτων εἶπεν· ἀλλὰ τί; Παραγίνεται καὶ οὗτος, τῷ μὲν μὴ καταδέξασθαι ἐκ Ναζαρὲτ αὐτὸν εἶναι, τὴν ἀκρίβειαν τὴν περὶ τὰς Γραφὰς δηλῶν, καὶ τὸ τῶν τρόπων ἀνεξαπάτητον· τῷ δὲ μὴ διαπτύσαι τὸν ἀπαγγείλαντα, τὸν πολὺν πόθον, ὃν εἶχε περὶ τὴν τοῦ Χριστοῦ παρουσίαν, ἐμφαίνων. Ἐνενόησε γὰρ, ὅτι εἰκὸς ἦν Φίλιππον περὶ τὸν τόπον ἐσφάλθαι.
20.2.1
Θέα δέ μοι καὶ τὴν παραίτησιν, πῶς ἐπιεικῆ πεποίηται, καὶ ἐν ἐρωτήσεως τάξει. Οὐδὲ γὰρ εἶπεν, Οὐδὲν ἀγαθὸν ἡ Γαλιλαία φέρει· ἀλλὰ πῶς; Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Σφόδρα δὲ ἦν καὶ ὁ Φίλιππος συνετός. Οὐ γὰρ ὡς ἀπορηθεὶς ἀγανακτεῖ καὶ δυσχεραίνει, ἀλλ' ἐπιμένει τὸν ἄνδρα βουλόμενος ἀγαγεῖν, καὶ ἐκ προοιμίων τὴν ἀποστόλῳ προσήκουσαν εὐτονίαν ἡμῖν ἐνδεικνύμενος. Διὰ ταῦτα καὶ ὁ Χριστός φησιν· Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν. Ὥστε ἔνι καὶ ψευδὴς Ἰσραηλίτης. Ἀλλ' οὐχ οὗτος τοιοῦτος· ἀδέκαστος γὰρ αὐτοῦ, φησὶν, ἡ κρίσις· οὐδὲν πρὸς χάριν, οὐδὲ πρὸς ἀπέχθειαν φθέγγεται. Καίτοι Ἰουδαῖοι ἐπερωτηθέντες, ποῦ ὁ Χριστὸς γεννᾶται, εἶπον ὅτι ἐν Βηθλεὲμ, καὶ τὴν μαρτυρίαν παρήγαγον λέγοντες· Καὶ σὺ, Βηθλεὲμ, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα. Ἀλλ' ἐκεῖνοι μὲν πρὶν ἰδεῖν ἐμαρτύρουν ταῦτα· ἐπειδὴ δὲ εἶδον, ὑπὸ τῆς βασκανίας τὴν μαρτυρίαν ἀπέκρυψαν λέγοντες· Τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. Ὁ δὲ Ναθαναὴλ οὐχ οὕτως, ἀλλ' ἣν ἐξ ἀρχῆς περὶ αὐτοῦ γνώμην εἶχε, ταύτην ἔμεινε διατηρῶν, ὅτι οὐκ ἔστιν ἐκ Ναζαρέτ. Πῶς οὖν αὐτὸν Ναζωραῖον οἱ προφῆται καλοῦσιν; Ἀπὸ τῆς ἀνατροφῆς καὶ τῆς ἐκεῖ διαγωγῆς. Τὸ μὲν οὖν εἰπεῖν, Οὐκ εἰμὶ ἐκ Ναζαρὲτ, καθὼς ἀπήγγειλέ σοι Φίλιππος, ἀλλ' ἐκ Βηθλεὲμ, παρίησιν, ὥστε μὴ εὐθέως ἀμφισβητήσιμον ποιῆσαι τὸν λόγον· χωρὶς δὲ τούτων, ὅτι, εἰ καὶ ἔπεισε, τοῦτο οὐκ ἂν ἱκανὸν τεκμήριον ἔδωκε τοῦ αὐτὸν εἶναι τὸν Χριστόν. Τί γὰρ ἐκώλυε καὶ μὴ ὄντα Χριστὸν ἀπὸ Βηθλεὲμ εἶναι κατὰ τοὺς ἄλλους τοὺς ἐκεῖ γεννηθέντας; Τοῦτο μὲν οὖν παρίησιν· ὃ δὲ μάλιστα αὐτὸν δύναται ἐπαγαγέσθαι, τοῦτο ποιεῖ· δείκνυσι γὰρ ἑαυτὸν παρόντα διαλεγομένοις αὐτοῖς. Εἰπόντος οὖν ἐκείνου, Πόθεν με γινώσκεις; λέγει· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. Ὅρα ἄνθρωπον εὐσταθῆ καὶ βεβηκότα. Εἰπόντος γὰρ τοῦ Χριστοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης, οὐκ ἐχαυνώθη τοῖς ἐπαίνοις, οὐκ ἐπέδραμε τοῖς ἐγκωμίοις, ἀλλ' ἐπιμένει ζητῶν καὶ ἀκριβέστερον διερευνώμενος, καὶ βούλεταί τι σαφὲς μαθεῖν. Αὐτὸς μὲν οὖν ὡς ἄνθρωπος ἐξήταζεν ἔτι· ὁ δὲ Ἰησοῦς ὡς Θεὸς ἀπεκρίνατο. Καὶ γὰρ εἶπεν, ὅτι Ἄνωθέν σε οἶδα· καὶ τῶν τρόπων αὐτοῦ τὴν ἐπιείκειαν, οὐχ ὡς ἄνθρωπος αὐτῷ παρηκολουθηκὼς, ἀλλ' ἄνωθεν ὡς Θεὸς ἔγνω· καὶ, Νῦν εἶδόν σε ἐν τῇ συκῇ, ὅτε οὐδεὶς αὐτόθι παρῆν, ἀλλὰ μόνος Φίλιππος ἦν καὶ Ναθαναὴλ, καὶ κατ' ἰδίαν ἅπαντα ταῦτα εἶπον. Διὰ δὴ τοῦτο εἴρηται, ὅτι Ἰδὼν αὐτὸν πόῤῥωθεν, εἶπεν· Ἴδε ἀληθῶς Ἰσραηλίτης· ἵνα μάθῃ ὅτι πρὶν ἢ πλησιάσαι τὸν Φίλιππον ταῦτα ἐφθέγγετο ὁ Χριστὸς, ὥστε μὴ ὕποπτον γενέσθαι τὴν μαρτυρίαν. Διὸ καὶ τὸν καιρὸν εἶπε, καὶ τὸν τόπον, καὶ τὸ δένδρον. Εἰ μὲν γὰρ εἶπε μόνον, Πρὸ τοῦ Φίλιππον ἐλθεῖν πρὸς σὲ, εἶδόν σε, κἂν ὑπωπτεύθη, ὡς αὐτὸς αὐτὸν ἀπεσταλκὼς, καὶ οὐδὲν μέγα λέγων· νῦν δὲ τῷ τὸν τόπον εἰπεῖν, καθ' ὃν διέτριβε φωνούμενος παρὰ τοῦ Φιλίππου, καὶ τοῦ δένδρου τὴν προσηγορίαν, καὶ τῆς διαλέξεως τὸν καιρὸν, ἀναμφισβήτητον τὴν πρόῤῥησιν ἔδειξεν οὖσαν. Οὐ τὴν πρόῤῥησιν δὲ μόνον ἐδήλωσεν, ἀλλὰ καὶ ἑτέρως αὐτὸν ἐπαίδευσεν. Εἰς ὑπόμνησιν γὰρ αὐτὸν ἤγαγε τῶν τότε λεχθέντων, οἷον, ὅτι Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; ἐφ' ᾧ καὶ μάλιστα μειζόνως αὐτὸν ἀπεδέξατο· καὶ ὅτι ταῦτα αὐτοῦ φθεγξαμένου, οὐ κατέγνω, ἀλλ' ἐπῄνεσε καὶ ἐθαύμασε. Διὸ καὶ ἐκ τούτου συνεῖδεν, ὅτι ὁ Χριστὸς ὄντως ἐστὶν, ἀπό τε τῆς προῤῥήσεως, ἀπό τε τοῦ τὴν γνώμην ἐξετάσαι μετὰ ἀκριβείας αὐτοῦ· ὅπερ δεικνύντος ἦν, ὅτι καὶ τὰ ἐν τῇ διανοίᾳ αὐτοῦ ἠπίστατο· ἄλλως τε καὶ τὸ καθ' ἑαυτοῦ δόξαντα λέγειν, μὴ μέμψασθαι, ἀλλὰ καὶ ἐπαινέσαι. Ὅτι μὲν οὖν ἐφώνησεν αὐτὸν ὁ Φίλιππος, εἶπε· τί δὲ αὐτῷ διελέχθη, καὶ τί οὗτος ἐκείνῳ, παρῆκεν, ἀφεὶς αὐτοῦ τῷ συνειδότι, καὶ οὐ βουλόμενος αὐτὸν ἐπὶ πλέον ἐλέγχειν. γʹ. Τί οὖν; πρὶν ἢ τὸν Φίλιππον φωνῆσαι εἶδεν αὐτὸν μόνον, οὐχὶ δὲ καὶ πρὸ τούτου ἑώρα τῷ ἀκοιμήτῳ ὄμματι; Ἑώρα, καὶ οὐδεὶς ἂν ἀντείποι· ἀλλὰ τέως τοῦτο τὸ κατεπεῖγον ἦν εἰπεῖν. Τί οὖν ἐκεῖνος; Ἐπειδὴ τεκμήριον ἀναμφισβήτητον ἔλαβε τῆς προγνώσεως, ἦλθεν ἐπὶ τὴν ὁμολογίαν, καὶ τῇ ἀναβολῇ τῇ προτέρᾳ τὴν ἀκρίβειαν δηλῶν, καὶ τῇ μετὰ ταῦτα συγκαταθέσει τὴν εὐγνωμοσύνην. Ἀπεκρίθη γὰρ, φησὶ, καὶ λέγει αὐτῷ Ῥαββὶ, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ· σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ· Εἶδες ψυχὴν περιχαρῆ γενομένην ἀθρόον, καὶ τοῖς ῥήμασι περιπτυσσομένην τὸν Ἰησοῦν; Σὺ εἶ, φησὶν, ὁ προσδοκώμενος, ἐκεῖνος ὁ ζητούμενος. Εἶδες ἐκπληττόμενον, θαυμάζοντα, σκιρτῶντα, πηδῶντα ὑπὸ τῆς ἡδονῆς; Οὕτω καὶ ἡμᾶς χαίρειν δεῖ, καταξιωθέντας μαθεῖν τοῦ Θεοῦ τὸν Υἱόν· χαίρειν δὲ, οὐ κατὰ διάνοιαν μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν πραγμάτων αὐτῶν τοῦτο δεικνύναι. Τί δὲ τῶν χαιρόντων ἐστί; Πείθεσθαι τῷ γνωρισθέντι. Πειθομένων δέ ἐστι, τὸ ποιεῖν ἅπερ ἂν ἐκεῖνος βούληται. Ἐπεὶ εἰ μέλλοιμεν τὰ παροξύνοντα αὐτὸν πράττειν, πόθεν δηλώσομεν ὅτι χαίρομεν; Οὐχ ὁρᾶτε καὶ ἐν οἰκίαις ὅταν τις τινὰ ὑποδέχηται τῶν ποθουμένων, πῶς μετὰ χαρᾶς πάντα πράττει πανταχοῦ περιτρέχων, καὶ εἰ δέοι πάντα τὰ ὄντα προέσθαι, μηδενὸς φειδόμενος, ὥστε ἀρέσαι τῷ παραγενομένῳ; Εἰ δὲ καλῶν τις μὴ ὑπακούοι, καὶ τὰ ἀναπαύοντα αὐτὸν μὴ πράττοι, κἂν μυριάκις λέγῃ τῇ παρουσίᾳ χαίρειν, οὐκ ἂν πιστευθείη ποτὲ παρὰ τοῦ ξενιζομένου, δικαίως. Ἐπὶ γὰρ τῶν ἔργων τοῦτο ἐπιδεικνύναι χρή. Οὐκοῦν ἐπεὶ καὶ ὁ Χριστὸς πρὸς ἡμᾶς ἦλθε, δείξωμεν ὅτι χαίρομεν, καὶ μηδὲν τῶν παροξυνόντων αὐτὸν πράττωμεν· καλλωπίσωμεν τὴν οἰκίαν εἰς ἣν παρεγένετο· τοῦτο γὰρ χαιρόντων· παραθῶμεν ἄριστον ὃ βούλεται φαγεῖν· τοῦτο γὰρ ἀγαλλομένων. Ποῖον δέ ἐστι τοῦτο τὸ ἄριστον; Αὐτός φησιν· Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με. Θρέψωμεν αὐτὸν πεινῶντα· ποτίσωμεν διψῶντα· κἂν ψυχροῦ δῷς ποτήριον, δέχεται· φιλεῖ γάρ σε· τὰ δὲ παρὰ τῶν φιλουμένων, κἂν μικρὰ τυγχάνῃ, μεγάλα τῷ ποθοῦντι φαίνεται. Μόνον σὺ μὴ κατοκνήσῃς· κἂν ὀβολοὺς δύο καταβάλῃς, οὐκ ἀποστρέφεται, ἀλλ' ὡς πολὺν δέχεται πλοῦτον. Ἐπειδὴ γὰρ ἀνενδεής ἐστι, καὶ οὐ χρείας ἕνεκεν ταῦτα λαμβάνει, εἰκότως οὐκ ἐν τῷ μέτρῳ τῶν διδομένων, ἀλλ' ἐν τῇ προαιρέσει τοῦ παρέχοντος τὸ πᾶν ὁρίζεται. Μόνον δεῖξον ὅτι φιλεῖς παραγενόμενον αὐτὸν, ὅτι σπουδάζεις ἅπαντα ὑπὲρ τούτου, ὅτι χαίρεις ἐπὶ τῇ παρουσίᾳ. Ὅρα αὐτὸς πῶς πρὸς σὲ διάκειται. Ἦλθε διὰ σὲ, τὴν ψυχὴν ἔθηκεν ὑπὲρ σοῦ· καὶ μετὰ ταῦτα πάντα οὐδὲ ἱκετεύειν σε παραιτεῖται. Ὑπὲρ Χριστοῦ γὰρ πρεσβεύομεν, φησὶν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν. Καὶ τίς οὕτω μαινόμενος, φησὶν, ὡς μὴ φιλεῖν τὸν δεσπότην τὸν ἑαυτοῦ; Τοῦτο καὶ ἐγὼ λέγω, καὶ οἶδα μὲν ὅτι ἕκαστος ἡμῶν οὐκ ἂν ἀρνηθείη τοῦτο τοῖς ῥήμασι καὶ τῇ διανοίᾳ. Ἀλλ' οὐκ ἀπὸ τῶν ῥημάτων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν πραγμάτων δείκνυσθαι βούλεται ὁ φιλούμενος τοῦτο. Ἂν γὰρ λέγωμεν τοῦτο, μὴ ποιῶμεν δὲ τὰ τῶν ποθούντων, γέλως τοῦτό ἐστιν, οὐκ ἐπὶ τοῦ Θεοῦ δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἀνθρώπων. Ἐπεὶ οὖν τὸ διὰ τῶν λόγων μόνον ὁμολογεῖν, διὰ δὲ τῶν ἔργων ἐναντιοῦσθαι, οὐχὶ ἀνόνητον μόνον, ἀλλὰ καὶ ἐπιβλαβὲς ἡμῖν, παρακαλῶ, τὴν διὰ τῶν ἔργων ὁμολογίαν προσθῶμεν, ἵνα καὶ τῆς παρ' αὐτοῦ τύχωμεν ὁμολογίας κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν ἐπὶ τοῦ Πατρὸς ὁμολογῇ τοὺς ἀξίους ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ
20.21.1
Ἀπεκρίθη Ναθαναὴλ, καὶ λέγει αὐτῷ· «Ῥαββὶ, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσ ραήλ.» Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ· «Ὅτι εἶπόν σοι, Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; Μείζω τούτων ὄψει.» αʹ. Πολλῆς ἡμῖν, ἀγαπητοὶ, δεῖ τῆς μερίμνης, πολλῆς τῆς ἀγρυπνίας, ὥστε δυνηθῆναι τὸ βάθος κατοπτεῦσαι τῶν θείων Γραφῶν. Οὐ γὰρ ἁπλῶς, οὐδὲ καθεύδοντας ἔνι τὸ βούλημα αὐτῶν εὑρεῖν, ἀλλὰ δεῖ μὲν ἐρεύνης ἀκριβοῦς, δεῖ δὲ καὶ εὐχῆς ἐκτενοῦς, ἵνα δυνηθῶμεν μικρόν τι διαβλέψαι πρὸς τὰ ἄδυτα τῶν θείων λογίων. Ἰδοὺ γὰρ καὶ τήμερον οὐ μικρὸν ἡμῖν ζήτημα πρόκειται, ἀλλὰ καὶ πολλῆς δεόμενον τῆς σπουδῆς καὶ τῆς ἐρεύνης. Εἰπόντος γὰρ τοῦ Ναθαναὴλ, Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Χριστός φησιν· Ὅτι εἶπόν σοι, Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; Μείζονα τούτων ὄψει. Τί ποτ' οὖν ἐν τοῖς εἰρημένοις ἐστὶ τὸ ζητούμενον; Ὅτι Πέτρος μὲν μετὰ τοσαῦτα θαύματα καὶ διδασκαλίαν τοιαύτην ὁμολογήσας, ὅτι Σὺ Υἱὸς εἶ τοῦ Θεοῦ, μακαρίζεται, ὡς παρὰ τοῦ Πατρὸς τὴν ἀποκάλυψιν δεξάμενος· ὁ δὲ Ναθαναὴλ καὶ πρὸ τῶν σημείων, καὶ πρὸ τῆς διδασκαλίας τὸ αὐτὸ τοῦτο εἰπὼν, οὐδὲν τοιοῦτον ἤκουσεν, ἀλλὰ καὶ ὡς οὐδὲν εἰρηκὼς τοσοῦτον, ὅσον ἐχρῆν εἰπεῖν, ἐπὶ μείζω προσάγεται. Τί ποτ' οὖν τὸ αἴτιον; Ὅτι τὰ μὲν ῥήματα τὰ αὐτὰ ἐφθέγξατο καὶ ὁ Πέτρος καὶ ὁ Ναθαναὴλ, οὐ μετὰ τῆς αὐτῆς δὲ διανοίας ἑκάτερος, ἀλλ' ὁ μὲν Πέτρος ὡμολόγησεν Υἱὸν τοῦ Θεοῦ, ὡς Θεὸν ἀληθῆ, ὁ δὲ ἄνθρωπον ψιλόν. Καὶ πόθεν δῆλον τοῦτο ἡμῖν; Ἐκ τῶν μετὰ ταῦτα εἰρημένων. Εἰπὼν γὰρ, Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ἐπήγαγε· Σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Ὁ δὲ τοῦ Θεοῦ Υἱὸς οὐ τοῦ Ἰσραήλἐστι βασιλεὺς μόνον, ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης. Οὐκ ἀπὸ τούτου δὲ μόνον τοῦτο δῆλον, ἀλλὰ καὶ ἐκ τῶν ἑξῆς. Τῷ μὲν γὰρ Πέτρῳ οὐδὲν ὕστερον προσέθηκεν ὁ Χριστὸς, ἀλλ' ὡς ἀπηρτισμένης αὐτῷ τῆς πίστεως, τὴν Ἐκκλησίαν ἔφησεν ἐπὶ τὴν ὁμολογίαν οἰκοδομήσειν τὴν ἐκείνου. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον ἐποίησεν, ἀλλὰ καὶ τὸ ἐναντίον. Ὡς γὰρ πολλοῦ τινος καὶ τοῦ βελτίονος μέρους τῇ ὁμολογίᾳ λείποντος, τὰ λοιπὰ προσέθηκε. Τί γάρ φησιν; Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· ἀπάρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου. Ὁρᾷς πῶς αὐτὸν ἀπὸ τῆς γῆς ἀνάγει κατὰ μικρὸν, καὶ ποιεῖ μηκέτι φαντάζεσθαι ἄνθρωπον ἁπλῶς; Ὧ γὰρ ἄγγελοι διακονοῦσι, καὶ ἐφ' ὃν ἄγγελοι ἀναβαίνουσι καὶ καταβαίνουσι, πῶς ἂν οὗτος ἄνθρωπος εἴη; Διὰ τοῦτο εἶπε, Μείζονα τούτων ὄψει· καὶ δεικνὺς αὐτὸ, ἐπήγαγε τὴν τῶν ἀγγέλων διακονίαν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Μέγα σοι, φησὶν, ὦ Ναθαναὴλ, ἔδοξεν εἶναι τοῦτο, καὶ διὰ τοῦτό με βασιλέα τοῦ Ἰσραὴλ ὡμολόγησας· τί οὖν ἐρεῖς, ὅταν ἴδῃς τοὺς ἀγγέλους ἐπ' ἐμὲ ἀναβαίνοντας καὶ καταβαίνοντας; διὰ τούτων πείθων, καὶ τῶν ἀγγέλων αὐτὸν ὁμολογῆσαι Δεσπότην. Ὡς γὰρ ἐπὶ υἱὸν βασιλέως γνήσιον, οὕτως ἀνῄεσαν καὶ κατῄεσαν οἱ διάκονοι οἱ βασιλικοὶ, τοῦτο μὲν παρὰ τὸν καιρὸν τοῦ σταυροῦ, τοῦτο δὲ παρὰ τὸν καιρὸν τῆς ἀναστάσεως καὶ τῆς ἀναλήψεως, καὶ πρὸ τούτου δὲ, ὅτε προσῆλθον καὶ διηκόνουν αὐτῷ, ὅτε εὐηγγελίζοντο αὐτοῦ τὸν τόκον, ὅτε ἐβόων· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη· ὅτε πρὸς τὴν Μαριὰμ ἦλθον, ὅτε πρὸς τὸν Ἰωσήφ. Ὅπερ δὲ ἐπὶ πολλῶν ἐποίησε, τοῦτο καὶ νῦν ποιεῖ. Δύο λέγει προῤῥήσεις, καὶ τῆς μὲν ἤδη τὸν ἔλεγχον δίδωσι, τὴν δὲ μέλλουσαν ἀπὸ τῆς παρούσης βεβαιοῖ. Καὶ γὰρ τῶν λεχθέντων τὰ μὲν τὴν ἀπόδειξιν ἔλαβεν, οἶόν ἐστι, Πρὸ τοῦ Φίλιππον φωνῆσαί σε, ὑπὸ τὴν συκῆν εἶδόν σε· τὰ δὲ ἐκβήσεσθαι ἔμελλε, καὶ ἐκ μέρους ἐξέβη, ἡ τῶν ἀγγέλων κατάβασις καὶ ἀνάβασις, ἡ ἐπὶ τοῦ σταυροῦ, ἡ ἐπὶ τῆς ἀναστάσεως, καὶ τῆς ἀναλήψεως· ὃ καὶ αὐτὸ διὰ τῶν εἰρημένων ἀξιόπιστον ποιεῖ καὶ πρὸ τῆς ἐκβάσεως. Ὁ γὰρ ἐπὶ τοῖς παρελθοῦσιν αὐτοῦ τὴν δύναμιν γνοὺς, καὶ περὶ τῶν μελλόντων ἀκούων, εὐκολώτερον καταδέχοιτο ἂν καὶ ταύτην τὴν πρόῤῥησιν. Τί οὖν ὁ Ναθαναήλ; Οὐδὲν πρὸς τοῦτο ἀποκρίνεται. Διὸ καὶ ὁ Χριστὸς μέχρι τούτου τὸν λόγον ἔστησε τὸν πρὸς αὐτὸν, συγχωρῶν κατ' ἰδίαν ἀναλογίσασθαι τὰ λεχθέντα, καὶ οὐ βουλόμενος πάντα ἀθρόως ἐκχέειν, ἀλλὰ καταβαλὼν εἰς εὔφορον γῆν τὰ σπέρματα, ἀφίησιν αὐτὴν ἐπὶ σχολῆς βλαστῆσαι λοιπόν. Ὅπερ καὶ ἀλλαχοῦ δεικνὺς ἔλεγεν· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα. Καὶ ἐν τῷ καθεύδειν αὐτὸν, ἐπέρχεται ὁ ἐχθρὸς, καὶ σπείρει ζιζάνια ἀνὰ μέσον τοῦ σίτου. Ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας. Καὶ ἐκλήθη ὁ Ἰησοῦς εἰς τοὺς γάμους. Ἦν δὲ καὶ ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ. Εἶπον καὶ φθάσας, ὅτι ἐν τῇ Γαλιλαίᾳ μᾶλλον γνώριμος ἦν· διὸ καὶ καλοῦσιν αὐτὸν εἰς τὸν γάμον, καὶ παραγίνεται. Οὐδὲ γὰρ πρὸς τὴν ἀξίαν ἑώρα τὴν ἑαυτοῦ, ἀλλὰ πρὸς τὴν εὐεργεσίαν τὴν ἡμετέραν. Ὁ γὰρ μὴ ἀπαξιώσας δούλου μορφὴν λαβεῖν, πολλῷ μᾶλλον οὐκ ἂν ἐπηξίωσεν εἰς γάμον ἐλθεῖν δούλων· ὁ τελώναις καὶ ἁμαρτωλοῖς συναναπεσὼν, πολλῷ μᾶλλον οὐκ ἂν παρῃτήσατο τοῖς ἐν τῷ γάμῳ παροῦσι συγκατακλίνεσθαι. Οὐ μὴν οἱ καλέσαντες τὴν προσήκουσαν περὶ αὐτοῦ κρίσιν εἶχον, οὐδ' ὡς μέγαν τινὰ ἐκάλουν, ἀλλ' ἁπλῶς ὡς τῶν πολλῶν ἕνα καὶ ὡς γνώριμον. Καὶ τοῦτο ᾐνίξατο ὁ εὐαγγελιστὴς εἰπών· Ἦν δὲ ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ. Ὥσπερ οὖν ἐκείνην καὶ τοὺς ἀδελφοὺς ἐκάλεσαν, ἐκάλεσαν καὶ τὸν Ἰησοῦν. Καὶ ὑστερήσαντος οἴνου, λέγει ἡ μήτηρ αὐτοῦ· Οἶνον οὐκ ἔχουσιν. Ἄξιον ἐνταῦθα ζητῆσαι, πόθεν ἐπῆλθε τῇ μητρὶ μέγα τι φαντασθῆναι περὶ τοῦ παιδός. Οὐδὲ γὰρ σημεῖον ἦν τι πεποιηκώς. Ταύτην γὰρ, φησὶν, ἀρχὴν ἐποίησε τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας.
20.3.1
Εἰ δὲ λέγοι τις, μὴ εἶναι τοῦτο τεκμήριον ἱκανὸν τοῦ ταύτην ἀρχὴν εἶναι τῶν σημείων, διὰ τὸ ἁπλῶς προσκεῖσθαι, Ἐν Κανᾷ τῆς Γαλιλαίας, ὡς ἐγχωροῦν πρῶτον ἐκεῖ γεγενῆσθαι, μὴ μέντοι πάντως καὶ πρῶτον (εἰκὸς γὰρ αὐτὸν ἀλλαχοῦ πεποιηκέναι ἕτερα)· ἐκεῖνο πρὸς αὐτὸν ἐροῦμεν, ὃ καὶ ἔμπροσθεν εἴπομεν. Ποῖον δὴ τοῦτο; Ὅπερ Ἰωάννης φησίν· Ἐγὼ δὲ οὐκ ᾔδειν αὐτόν· ἀλλ' ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον βαπτίζων. Εἰ δὲ κατὰ τὴν πρώτην ἡλικίαν ἐθαυματούργει, οὐκ ἂν ἐδεήθησαν Ἰσραηλῖται ἑτέρου τοῦ φανερώσοντος αὐτόν. Ὁ γὰρ εἰς ἄνδρας ἐλθὼν, καὶ οὕτως ἀπὸ τῶν θαυμάτων οὐ τοῖς ἐν Ἰουδαίᾳ γνωρισθεὶς μόνον, ἀλλὰ καὶ τοῖς ἐν Συρίᾳ καὶ περαιτέρω, καὶ ταῦτα ἐν τρισὶν ἔτεσι μόνον ταῦτα πεποιηκὼς, μᾶλλον δὲ οὐδὲ τῶν τριῶν τούτων δεηθεὶς εἰς τὸ δεῖξαι ἑαυτόν· εὐθέως γὰρ καὶ ἐκ τῆς πρώτης πανταχοῦ ἡ ἀκοὴ αὐτοῦ ἀπῆλθεν· ὁ τοίνυν ἐν βραχεῖ καιρῷ οὕτω διὰ τοῦ πλήθους τῶν θαυμάτων ἐκλάμψας, ὥστε αὐτοῦ τὸ ὄνομα κατάδηλον γενέσθαι πᾶσι· πολλῷ μᾶλλον εἰ παῖς ὢν ἐκ πρώτης ἡλικίας ἐθαυματούργει, ἐπὶ τοσοῦτον χρόνον οὐκ ἔμελλε λήσεσθαι. Τά τε γὰρ γινόμενα παραδοξότερα ἂν ἔδοξεν εἶναι, ἅτε παρὰ μειρακίου γινόμενα, ὅ τε χρόνος διπλασίων καὶ τριπλασίων καὶ πολλῷ πλείων ἦν ἄν. Ἀλλὰ γὰρ οὐδὲν ἐποίησε παῖς ὤν· ἀλλ' ἓν τοῦτο μόνον ἐμαρτύρησεν ὁ Λουκᾶς, ὅτι ἐκαθέζετο δωδεκαετὴς ὢν τῶν διδασκάλων ἀκροώμενος, καὶ διὰ τῆς ἐρωτήσεως ἐδόκει θαυμαστὸς εἶναι· καὶ ἄλλως δὲ εἰκότως καὶ κατὰ λόγον οὐκ ἤρξατο τῶν σημείων ἐκ πρώτης ἡλικίας εὐθέως. Ἐνόμισαν γὰρ ἂν φαντασίαν εἶναι τὸ πρᾶγμα. Εἰ γὰρ ἐν ἡλικίᾳ γενομένου πολλοὶ τοῦτο ὑπώπτευσαν, πολλῷ μᾶλλον, ἐὰν μειράκιον ὢν κομιδῇ ἐθαυματούργει, καὶ θᾶττον δὲ καὶ πρὸ τοῦ προσήκοντος καιροῦ ἐπὶ τὸν σταυρὸν ὥρμησαν ἂν, τῇ βασκανίᾳ τηκόμενοι· καὶ αὐτὰ τὰ τῆς οἰκονομίας δ' ἂν ἠπιστήθη πράγματα. Πόθεν οὖν ἐπῆλθε τῇ μητρὶ μέγα τι φαντασθῆναι περὶ αὐτοῦ; φησίν. Ἀποκαλύπτεσθαι λοιπὸν ἤρχετο, καὶ ἐξ Ἰωάννου κατάδηλος ἦν, καὶ ἀπὸ τῶν πρὸς τοὺς μαθητὰς εἰρημένων αὐτῷ· καὶ πρὸ τούτων δὲ ἁπάντων, αὐτὴ ἡ σύλληψις, καὶ τὰ μετὰ τὴν γέννησιν γενόμενα πάντα, μεγίστην αὐτῇ περὶ τοῦ παιδὸς ἐνέθηκε τὴν ὑπόνοιαν. Ἤκουσε γὰρ, φησὶ, πάντα τὰ περὶ τοῦ παιδός, Καὶ συνετήρει ἐν τῇ καρδίᾳ αὐτῆς. Τίνος οὖν ἕνεκεν, φησὶν, οὐ πρὸ τούτου ταῦτα ἔλεγεν; Ὅτι, ὅπερ ἔφην, τότε λοιπὸν ἀρχὴν τοῦ φανεροῦσθαι ἐλάμβανε. Πρὸ μὲν γὰρ τούτου ὡς τῶν πολλῶν εἷς ὢν, οὕτω διῆγεν· ὅθεν οὐδὲ ἐθάῤῥει τοιοῦτόν τι πρὸς αὐτὸν ἡ μήτηρ εἰπεῖν. Ἐπειδὴ δὲ ἤκουσεν, ὅτι Ἰωάννης δι' αὐτὸν ἦλθε, καὶ ὅτι αὐτῷ ἐμαρτύρησεν ἅπερ ἐμαρτύρησε, καὶ ὅτι μαθητὰς ἔσχε, τότε λοιπὸν θαῤῥοῦσα παρακαλεῖ, καὶ ὑστερήσαντος οἴνου, λέγει· Οἶνον οὐκ ἔχουσιν. Ἐβούλετο γὰρ καὶ ἐκείνοις καταθέσθαι χάριν, καὶ ἑαυτὴν λαμπροτέραν ποιῆσαι διὰ τοῦ παιδός. Καὶ τάχα τι καὶ ἀνθρώπινον ἔπασχε, καθάπερ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, λέγοντες, Δεῖξον σεαυτὸν τῷ κόσμῳ, βουλόμενοι τὴν ἀπὸ τῶν θαυμάτων δόξαν καρπώσασθαι. Διὰ τοῦτο καὶ αὐτὸς σφοδρότερον ἀπεκρίνατο, λέγων· Τί ἐμοὶ καὶ σοὶ, γύναι; Οὔπω ἥκει ἡ ὥρα μου. Ἐπεὶ ὅτι σφόδρα ᾐδεῖτο τὴν τεκοῦσαν, ἄκουσον τοῦ Λουκᾶ διηγουμένου πῶς ὑποτεταγμένος τοῖς γονεῦσιν ἦν, καὶ αὐτοῦ δὲ τούτου τοῦ εὐαγγελιστοῦ δεικνύντος, πῶς αὐτῆς προενόησε καὶ παρ' αὐτὸν τοῦ σταυροῦ τὸν καιρόν. Ἔνθα μὲν γὰρ ἂν μηδὲν ἐμποδίζωσι, μηδὲ παρεγκόπτωσί τι τῶν κατὰ Θεὸν πραγμάτων οἱ γονεῖς, ἀναγκαῖον εἴκειν καὶ ὀφειλόμενον, καὶ τὸ μὴ τοῦτο ποιεῖν, κίνδυνος μέγας· ὅταν δὲ ἀκαίρως τι ζητῶσι καὶ ἐγκόπτωσί τι τῶν πνευματικῶν, οὐκ ἀσφαλὲς πείθεσθαι. Διὸ καὶ ἐνταῦθα οὕτως ἀπεκρίνατο, καὶ ἀλλαχοῦ πάλιν· Τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου; Οὐδέπω γὰρ ἣν ἐχρῆν περὶ αὐτοῦ δόξαν εἶχον· ἀλλ' ἐπειδὴὤδινεν αὐτὸν, ἠξίου κατὰ τὴν λοιπὴν τῶν μητέρων συνήθειαν, οὕτως ἅπαντα ἐπιτάττειν αὐτῷ, δέον ὡς Δεσπότην σέβειν καὶ προσκυνεῖν. Διὰ τοῦτο οὖν τότε οὕτως ἀπεκρίνατο. Ἐννόησον γὰρ οἷον ἦν παντὸς τοῦ λαοῦ καὶ τοῦ δήμου περιεστῶτος αὐτὸν, καὶ τοῦ πλήθους τῆς ἀκροάσεως ἐκκρεμαμένου, καὶ τῆς διδασκαλίας προτεθείσης, ἐκείνην παρελθοῦσαν μέσην, ἀπαγαγεῖν μὲν αὐτὸν τῆς παραινέσεως, ἰδίᾳ δὲ διαλέγεσθαι, μηδὲ ἔνδον ἀνέχεσθαι ἐλθεῖν, ἀλλ' ἕλκειν αὐτὸν ἔξω μόνον πρὸς ἑαυτήν. Διὰ τοῦτο ἔλεγε, Τίς ἐστιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου; οὐχ ὑβρίζων τὴν γεγεννηκυῖαν· ἄπαγε· ἀλλ' ὠφελῶν τὰ μέγιστα, καὶ οὐκ ἀφιεὶς ταπεινὰ περὶ αὐτοῦ φρονεῖν. Εἰ γὰρ τῶν ἄλλων ἐκήδετο, καὶ πάντα ἔπραττεν ὥστε ἐνθεῖναι αὐτοῖς τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν, πολλῷ μᾶλλον ἐπὶ μητρός. Ἐπειδὴ γὰρ εἰκὸς ἦν καὶ ἀκούσασαν παρὰ τοῦ παιδὸς μὴ βούλεσθαι μηδὲ οὕτω πεισθῆναι, ἀλλ' ἀξιοῦν ἑαυτὴν πανταχοῦ τῶν πρωτείων, ἅτε μητέρα οὖσαν· διὰ τοῦτο οὕτως ἀπεκρίνατο πρὸς τοὺς εἰπόντας. Οὐδὲ γὰρ ἂν ἑτέρως αὐτὴν ἀνήγαγεν ἀπὸ τῆς ταπεινώσεως ταύτης πρὸς τὸ ὕψος ἐκεῖνο, εἰ προσεδόκα ὡς παρὰ παιδὸς ἀεὶ τιμηθήσεσθαι, ἀλλὰ μὴ ὡς Δεσπότην ἥξειν αὐτόν. Καὶ ἐνταῦθα μὲν οὖν ταύτης ἕνεκεν τῆς προφάσεως ἔλεγε· Τί ἐμοὶ καὶ σοὶ, ὦ γύναι; Καὶ δι' ἑτέραν δὲ ἀναγκαίαν αἰτίαν οὐχ ἧττον. Ποίαν δὲ ταύτην; Ὥστε μὴ ὑποπτευθῆναι τὰ γινόμενα θαύματα. Παρὰ γὰρ τῶν δεομένων παρακληθῆναι ἐχρῆν, οὐ παρὰ τῆς μητρός. Τί δήποτε; Ὅτι τὰ μὲν ἐκ τῆς τῶν οἰκείων παρακλήσεως γινόμενα, κἂν μεγάλα ᾖ, προσίσταται τοῖς ὁρῶσι πολλάκις· ὅταν δὲ οἱ χρείαν ἔχοντες, οὗτοι δέωνται, ἀνύποπτον τὸ θαῦμα γίνεται, καὶ καθαρὸς ὁ ἔπαινος, καὶ πολλὴ ἡ ὠφέλεια.
20.4.1
Καὶ γὰρ ἰατρὸς εἴ τις ἄριστος, εἰς οἰκίαν καμνόντων πολλῶν εἰσελθὼν, παρὰ μὲν τῶν ἀῤῥωστούντων μηδὲν ἀκούοι μηδὲ τῶν προσηκόντων ἐκείνοις, ὑπὸ δὲ τῆς οἰκείας μητρὸς παρακαλοῖτο μόνης, ὕποπτός τε παρὰ τοῖς κάμνουσιν ἔσται καὶ ἐπαχθὴς, καὶ οὔτε τῶν κειμένων, οὔτε τῶν παρεστώτων αὐτοῖς οἰήσεταί τις αὐτὸν μέγα τι καὶ γενναῖον ἐπιδείξασθαι δύνασθαι. Διὸ καὶ τότε ἐπετίμησε, λέγων· Τί ἐμοὶ καὶ σοὶ, γύναι; παιδεύων αὐτὴν εἰς τὸ μέλλον μηκέτι τὰ τοιαῦτα ποιεῖν. Ἔμελε γὰρ αὐτῷ καὶ τῆς εἰς τὴν μητέρα τιμῆς, πολλῷ δὲ πλέον τῆς σωτηρίας τῆς κατὰ ψυχὴν, καὶ τῆς τῶν πολλῶν εὐεργεσίας, δι' ἣν καὶ τὴν σάρκα ὑπέδυ. Οὐ τοίνυν ἀπαυθαδιαζομένου πρὸς τὴν μητέρα ταῦτα τὰ ῥήματα ἦν, ἀλλ' οἰκονομίας πολλῆς ῥυθμιζούσης αὐτήν τε ἐκείνην, καὶ τὰ θαύματα μετὰ τῆς προσηκούσης γενέσθαι παρασκευαζούσης ἀξίας. Ἐπεὶ ὅτι σφόδρα αὐτὴν ἐτίμα, καὶ χωρὶς τῶν ἄλλων αὐτὸ τοῦτο τὸ δοκοῦν ἐπιτιμητικῶς εἰρῆσθαι, μάλιστα ἱκανὸν ἐμφῆναι. Τῷ γὰρ δυσχερᾶναι ἔδειξεν ὅτι σφόδρα αὐτὴν δυσωπεῖται. Πῶς δὲ καὶ τίνι τρόπῳ, τῇ ἑξῆς τοῦτο ἐροῦμεν. Ταῦτα οὖν ἐννοῶν, καὶ ὅταν ἀκούσῃς γυναικός τινος λεγούσης· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας· εἶτα αὐτοῦ ἀποκρινομένου· Μενοῦν γε μακάριοι οἱ ποιοῦντες τὸ θέλημα τοῦ Πατρός μου· ἀπὸ τῆς αὐτῆς γνώμης κἀκεῖνα εἰρῆσθαι νόμιζε τὰ ῥήματα. Οὐ γὰρ ἀπωθουμένου τὴν μητέρα ἡ ἀπόκρισις ἦν, ἀλλὰ δεικνύντος ὅτι οὐδὲν αὐτὴν ὁ τόκος ὤνησεν ἂν, εἰ μὴ σφόδρα ἦν ὤδινεν αὐτὸν, ἠξίου κατὰ τὴν λοιπὴν τῶν μητέρων συνήθειαν, οὕτως ἅπαντα ἐπιτάττειν αὐτῷ, δέον ὡς Δεσπότην σέβειν καὶ προσκυνεῖν. Διὰ τοῦτο οὖν τότε οὕτως ἀπεκρίνατο. Ἐννόησον γὰρ οἷον ἦν παντὸς τοῦ λαοῦ καὶ τοῦ δήμου περιεστῶτος αὐτὸν, καὶ τοῦ πλήθους τῆς ἀκροάσεως ἐκκρεμαμένου, καὶ τῆς διδασκαλίας προτεθείσης, ἐκείνην παρελθοῦσαν μέσην, ἀπαγαγεῖν μὲν αὐτὸν τῆς παραινέσεως, ἰδίᾳ δὲ διαλέγεσθαι, μηδὲ ἔνδον ἀνέχεσθαι ἐλθεῖν, ἀλλ' ἕλκειν αὐτὸν ἔξω μόνον πρὸς ἑαυτήν. Διὰ τοῦτο ἔλεγε, Τίς ἐστιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου; οὐχ ὑβρίζων τὴν γεγεννηκυῖαν· ἄπαγε· ἀλλ' ὠφελῶν τὰ μέγιστα, καὶ οὐκ ἀφιεὶς ταπεινὰ περὶ αὐτοῦ φρονεῖν. Εἰ γὰρ τῶν ἄλλων ἐκήδετο, καὶ πάντα ἔπραττεν ὥστε ἐνθεῖναι αὐτοῖς τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν, πολλῷ μᾶλλον ἐπὶ μητρός. Ἐπειδὴ γὰρ εἰκὸς ἦν καὶ ἀκούσασαν παρὰ τοῦ παιδὸς μὴ βούλεσθαι μηδὲ οὕτω πεισθῆναι, ἀλλ' ἀξιοῦν ἑαυτὴν πανταχοῦ τῶν πρωτείων, ἅτε μητέρα οὖσαν· διὰ τοῦτο οὕτως ἀπεκρίνατο πρὸς τοὺς εἰπόντας. Οὐδὲ γὰρ ἂν ἑτέρως αὐτὴν ἀνήγαγεν ἀπὸ τῆς ταπεινώσεως ταύτης πρὸς τὸ ὕψος ἐκεῖνο, εἰ προσεδόκα ὡς παρὰ παιδὸς ἀεὶ τιμηθήσεσθαι, ἀλλὰ μὴ ὡς Δεσπότην ἥξειν αὐτόν. Καὶ ἐνταῦθα μὲν οὖν ταύτης ἕνεκεν τῆς προφάσεως ἔλεγε· Τί ἐμοὶ καὶ σοὶ, ὦ γύναι; Καὶ δι' ἑτέραν δὲ ἀναγκαίαν αἰτίαν οὐχ ἧττον. Ποίαν δὲ ταύτην; Ὥστε μὴ ὑποπτευθῆναι τὰ γινόμενα θαύματα. Παρὰ γὰρ τῶν δεομένων παρακληθῆναι ἐχρῆν, οὐ παρὰ τῆς μητρός. Τί δήποτε; Ὅτι τὰ μὲν ἐκ τῆς τῶν οἰκείων παρακλήσεως γινόμενα, κἂν μεγάλα ᾖ, προσίσταται τοῖς ὁρῶσι πολλάκις· ὅταν δὲ οἱ χρείαν ἔχοντες, οὗτοι δέωνται, ἀνύποπτον τὸ θαῦμα γίνεται, καὶ καθαρὸς ὁ ἔπαινος, καὶ πολλὴ ἡ ὠφέλεια.
20.5.1
Καὶ γὰρ ἰατρὸς εἴ τις ἄριστος, εἰς οἰκίαν καμνόντων πολλῶν εἰσελθὼν, παρὰ μὲν τῶν ἀῤῥωστούντων μηδὲν ἀκούοι μηδὲ τῶν προσηκόντων ἐκείνοις, ὑπὸ δὲ τῆς οἰκείας μητρὸς παρακαλοῖτο μόνης, ὕποπτός τε παρὰ τοῖς κάμνουσιν ἔσται καὶ ἐπαχθὴς, καὶ οὔτε τῶν κειμένων, οὔτε τῶν παρεστώτων αὐτοῖς οἰήσεταί τις αὐτὸν μέγα τι καὶ γενναῖον ἐπιδείξασθαι δύνασθαι. Διὸ καὶ τότε ἐπετίμησε, λέγων· Τί ἐμοὶ καὶ σοὶ, γύναι; παιδεύων αὐτὴν εἰς τὸ μέλλον μηκέτι τὰ τοιαῦτα ποιεῖν. Ἔμελε γὰρ αὐτῷ καὶ τῆς εἰς τὴν μητέρα τιμῆς, πολλῷ δὲ πλέον τῆς σωτηρίας τῆς κατὰ ψυχὴν, καὶ τῆς τῶν πολλῶν εὐεργεσίας, δι' ἣν καὶ τὴν σάρκα ὑπέδυ. Οὐ τοίνυν ἀπαυθαδιαζομένου πρὸς τὴν μητέρα ταῦτα τὰ ῥήματα ἦν, ἀλλ' οἰκονομίας πολλῆς ῥυθμιζούσης αὐτήν τε ἐκείνην, καὶ τὰ θαύματα μετὰ τῆς προσηκούσης γενέσθαι παρασκευαζούσης ἀξίας. Ἐπεὶ ὅτι σφόδρα αὐτὴν ἐτίμα, καὶ χωρὶς τῶν ἄλλων αὐτὸ τοῦτο τὸ δοκοῦν ἐπιτιμητικῶς εἰρῆσθαι, μάλιστα ἱκανὸν ἐμφῆναι. Τῷ γὰρ δυσχερᾶναι ἔδειξεν ὅτι σφόδρα αὐτὴν δυσωπεῖται. Πῶς δὲ καὶ τίνι τρόπῳ, τῇ ἑξῆς τοῦτο ἐροῦμεν. Ταῦτα οὖν ἐννοῶν, καὶ ὅταν ἀκούσῃς γυναικός τινος λεγούσης· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας· εἶτα αὐτοῦ ἀποκρινομένου· Μενοῦν γε μακάριοι οἱ ποιοῦντες τὸ θέλημα τοῦ Πατρός μου· ἀπὸ τῆς αὐτῆς γνώμης κἀκεῖνα εἰρῆσθαι νόμιζε τὰ ῥήματα. Οὐ γὰρ ἀπωθουμένου τὴν μητέρα ἡ ἀπόκρισις ἦν, ἀλλὰ δεικνύντος ὅτι οὐδὲν αὐτὴν ὁ τόκος ὤνησεν ἂν, εἰ μὴ σφόδρα ἦνἀγαθὴ καὶ πιστή. Εἰ δὲ τὴν Μαρίαν οὐδὲν ὠφελεῖ χωρὶς τῆς κατὰ ψυχὴν ἀρετῆς, τὸ γεννηθῆναι παρ' αὐτῆς τὸν Χριστόν· πολλῷ μᾶλλον ἡμᾶς κἂν πατέρα, κἂν ἀδελφὸν, κἂν παῖδα ἔχωμεν ἐνάρετον καὶ γενναῖον, αὐτοὶ δὲ πόῤῥω ὦμεν τῆς ἀρετῆς τῆς ἐκείνου, οὐδὲν τοῦτο ὠφελῆσαι δυνήσεται. Ἀδελφὸς γὰρ, φησὶν ὁ Δαυῒδ, οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Ἐν οὐδενὶ γὰρ ἑτέρῳ, ἀλλ' ἐν μόνοις τοῖς οἰκείοις κατορθώμασι μετὰ τὴν τοῦ Θεοῦ χάριν τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν δεῖ. Ἐπεὶ εἰ τοῦτο ἔμελλεν ὠφελήσειν καθ' ἑαυτὸ τὴν παρθένον, ὠφέλησεν ἂν καὶ Ἰουδαίους (συγγενὴς γὰρ ἦν αὐτῶν κατὰ σάρκα ὁ Χριστὸς), ὠφέλησεν ἂν καὶ τὴν πόλιν ἐν ᾗ ἐτέχθη, ὠφέλησεν ἂν καὶ τοὺς ἀδελφούς. Νῦν δὲ καὶ οἱ ἀδελφοὶ, ἕως μὲν ἑαυτῶν ἠμέλουν, οὐδὲν αὐτοὺς τὸ τῆς συγγενείας ἀξίωμα ὠφέλει, ἀλλὰ μετὰ τοῦ λοιποῦ κατεγινώσκοντο κόσμου· τότε δὲ ἐθαυμάσθησαν, ὅτε ἀπὸ τῆς οἰκείας ἔλαμψαν ἀρετῆς. Ἀλλ' ἡ πόλις καὶ ἔπεσε καὶ ἐνεπρήσθη, μηδὲν ἀπὸ τούτου κερδάνασα· κατεσφάγησαν δὲ καὶ ἀπώλοντο σφόδρα ἐλεεινῶς καὶ οἱ κατὰ σάρκα συγγενεῖς, οὐδὲν ἀπὸ τῆς πρὸς αὐτὸν συγγενείας εἰς τὸ σωθῆναι κερδάναντες, ἐπειδὴ τὴν ἀπὸ τῆς ἀρετῆς προστασίαν οὐκ εἶχον. Πάντων δὲ μείζους ἀνεφάνησαν οἱ ἀπόστολοι, ἐπειδὴ τὸν ἀληθινὸν καὶ ζηλωτὸν τρόπον τῆς πρὸς αὐτὸν οἰκειώσεως μετῆλθον, τὸν διὰ τῆς ὑπακοῆς. Κἀντεῦθεν οὖν μανθάνομεν, ὅτι πίστεως ἡμῖν πανταχοῦ χρεία, καὶ βίου λάμποντος καὶ φαιδροῦ. Τοῦτο γὰρ ἡμᾶς μόνον διασῶσαι δυνήσεται. Ἐπειδὴ καὶ μέχρι πολλοῦ οἱ συγγενεῖς αὐτοῦ ἐθαυμάζοντο πανταχοῦ, οἳ καὶ Δεσπόσυνοι ἐλέγοντο· ἀλλ' ὅμως αὐτῶν μὲν οὐδὲ τὰ ὀνόματα ἴσμεν, τῶν δὲ ἀποστόλων καὶ ὁ βίος καὶ τὰ ὀνόματα ᾄδεται πανταχοῦ. Μὴ τοίνυν μέγα φρονῶμεν ἐπὶ εὐγενείᾳ τῇ κατὰ σάρκα, ἀλλὰ κἂν μυρίους ἔχωμεν προγόνους θαυμαστοὺς, αὐτοὶ σπουδάσωμεν ὑπερβαλέσθαι τὰς ἐκείνων ἀρετὰς, εἰδότες ὅτι οὐδὲν ἀπὸ τῆς ἑτέρων σπουδῆς εἰς τὴν μέλλουσαν κερδανοῦμεν κρίσιν, ἀλλὰ καὶ τοῦτο κρῖμα ἔσται σφοδρότερον. Ἀγαθῶν γὰρ ὄντες πατέρων, καὶ οἴκοθεν ἔχοντες τὸ ὑπόδειγμα, οὐδὲ οὕτω μιμούμεθα τοὺς διδασκάλους. Ταῦτα δὲ λέγω νῦν, ἐπειδὴ ὁρῶ Ἕλληνας πολλοὺς, ὅταν ἐπὶ τὴν πίστιν αὐτοὺς ἄγωμεν, καὶ παρακαλῶμεν γενέσθαι Χριστιανοὺς, ἐπὶ τοὺς συγγενεῖς καὶ τοὺς προγόνους καταφεύγοντας καὶ τὴν οἰκίαν, καὶ λέγοντας· Πάντες οἱ προσήκοντές μοι καὶ ἐπιτήδειοι καὶ συνοικοῦντες, πιστοὶ Χριστιανοὶ τυγχάνουσι. Τί οὖν τοῦτο πρὸς σὲ, ἄθλιε καὶ ταλαίπωρε; Τοῦτο γάρ σε μάλιστα ἀπολεῖ, ὅτι οὐδὲ τὸ πλῆθος τῶν συνοικούντων αἰδεσθεὶς πρὸς τὴν ἀλήθειαν ἔδραμες. Πάλιν ἄλλοι τινὲς, πιστοὶ μὲν ὄντες, βίου δὲ ἠμελημένως τυγχάνοντες, παρακαλούμενοι πρὸς ἀρετὴν, τὸ αὐτὸ δὴ τοῦτο προβάλλονται λέγοντες· Ὁ πατὴρ ὁ ἐμὸς, καὶ ὁ πάππος, καὶ ὁ ἐπίπαππος σφόδρα εὐσεβεῖς καὶ σπουδαῖοι ἐτύγχανον ὄντες. Ἀλλὰ τοῦτο δή σε κατακρινεῖ μάλιστα, ὅτι τοιούτων ὢν ἔγγονος, ἀνάξια τῆς οἰκείας ἔπραξας ῥίζης. Ἄκουσον γὰρ ὁ Προφήτης τί φησι πρὸς τοὺς Ἰουδαίους· Ἐδούλευσεν Ἰσραὴλ ἐν γυναικὶ, καὶἐν γυναικὶ ἐφυλάξατο· καὶ πάλιν ὁ Χριστὸς, Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε, καὶ ἐχάρη. Καὶ πανταχοῦ τὰ τῶν προγόνων κατορθώματα οὐ μόνον ἀντ' ἐγκωμίων, ἀλλὰ καὶ ἀντὶ μείζονος αὐτοῖς προσφέρουσι τῆς κατηγορίας. Ταῦτ' οὖν εἰδότες, καὶ ἡμεῖς ἅπαντα πράττωμεν, ὥστε διὰ τῶν οἰκείων ἔργων σωθῆναι δυνηθῆναι, ἵνα μὴ μάτην ἑαυτοὺς ταῖς εἰς ἑτέρους ἀπατήσαντες ἐλπίσι, τότε μάθωμεν ὅτι μάτην ἠπατήθημεν, ὅτε τῆς γνώσεως ἡμῖν ταύτηςὄφελος οὐδέν. Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι; Οὐκοῦν ἐνταῦθα μετανοήσωμεν, ὥστε τῶν αἰωνίων τυχεῖν ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note