In Joannem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
22.0.1
Τί ἐμοὶ καὶ σοὶ, γύναι; Οὔπω ἥκει ἡ ὥρα μου.
22.1.1
Ἔχει μέν τινα πόνον τὸ λέγειν· καὶ τοῦτο ὁ Παῦλος δηλῶν ἔλεγεν· Οἱ καλῶς προεστῶτες πρεσβύτεροι, διπλῆς τιμῆς ἀξιούσθωσαν· μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Ἀλλὰ τὸν μὲν πόνον τοῦτον ὑμεῖς κύριοι καὶ κοῦφον ποιῆσαι καὶ βαρύν. Ἂν μὲν γὰρ ἀποπτύητε τὰ λεγόμενα, ἢ μὴ ἀποπτύητε μὲν, ἐν δὲ τοῖς ἔργοις μὴ δεικνύητε, βαρὺς ὁ κόπος ἡμῖν ἔσται διὰ τὸ πονεῖν εἰκῆ καὶ μάτην· ἂν δὲ προσέχητε, καὶ τὴν διὰ τῶν ἔργων ἐπίδειξιν παρέχητε, οὐδὲ αἴσθησιν ληψόμεθα τῶν ἱδρώτων· ὁ γὰρ ἀπὸ τῶν πόνων τικτόμενος καρπὸς οὐκ ἀφήσει φαίνεσθαι τοῦ πόνου τὸ σφοδρόν. Ὥστε εἰ βούλεσθε ἡμῖν τὴν προθυμίαν διεγεῖραι, καὶ μὴ σβέσαι, μηδὲ ἀσθενεστέραν ποιῆσαι, δείξατε ἡμῖν, παρακαλῶ, τὸν καρπὸν, ἵνα κομῶντα ὁρῶντες τὰ λήϊα, καὶ ἡμεῖς ταῖς τῆς εὐθηνίας ἐλπίσι τρεφόμενοι, καὶ τὸν πλοῦτον ἡμῶν ἀναλογιζόμενοι, μὴ ναρκῶμεν ἐμπορευόμενοι τὴν καλὴν ταύτην πραγματείαν. Οὐδὲ γὰρ μικρὸν ἡμῖν καὶ τήμερον πρόκειται ζήτημα. Τῆς γὰρ μητρὸς τοῦ Ἰησοῦ εἰπούσης, ὅτι Οἶνον οὐκ ἔχουσιν, ὁ Χριστός φησι, Τί ἐμοὶ καὶ σοὶ, γύναι; οὔπω ἥκει ἡ ὥρα μου· καὶ τοῦτο εἰπὼν, ἔπραξεν ὅπερ εἶπεν ἡ μήτηρ. Τοῦτο δὲ τοῦ προτέρου οὐκ ἔλαττόν ἐστιν εἰς ζητήσεως λόγον. Αὐτὸν οὖν τοῦτον παρακαλέσαντες τὸν τὸ θαῦμα ἐργασάμενον, οὕτως ἔλθωμεν ἐπὶ τὴν λύσιν. Οὐ γὰρ ἐνταῦθα τοῦτο μόνον εἴρηται, ἀλλὰ καὶ προϊὼν ὁ αὐτὸς φαίνεται εὐαγγελιστὴς λέγων· Οὐκ ἠδύναντο αὐτὸν πιάσαι, Ὅτι οὔπω ἥκει ἡ ὥρα αὐτοῦ· καὶ πάλιν· Οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ· καὶ πάλιν· Ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν Υἱόν. Ταῦτα πάντα δι' ὅλου τοῦ Εὐαγγελίου εἰρημένα ἐνταῦθα συνήγαγον, ἵνα πᾶσι μίαν ἐπαγάγω τὴν λύσιν. Τίς ποτ' οὖν ἐστι τῶν λεγομένων ἡ λύσις; Οὐκ ἀνάγκῃ καιρῶν ὁ Χριστὸς ὑποκείμενος, οὐδὲ ὥρας παρατηρήσει, ἔλεγεν, Οὔπω ἥκει ἡ ὥρα μου· (πῶς γὰρ ὁ τῶν καιρῶν ποιητὴς, καὶ τῶν χρόνων καὶ τῶν αἰώνων δημιουργός;) ἀλλὰ διὰ τῶν οὕτως εἰρημένων τοῦτο δηλῶσαι βούλεται, ὅτι πάντα μετὰ καιροῦ τοῦ προσήκοντος ἐργάζεται, οὐχ ὁμοῦ πάντα ποιῶν· ἐπεὶ σύγχυσίς τις ἔμελλεν ἔσεσθαι καὶ ἀταξία ἐντεῦθεν, εἰ μὴ τοῖς προσήκουσι καιροῖς ἕκαστον ἐδημιούργει, ἀλλ' ὁμοῦ πάντα ἔφυρε, καὶ γέννησιν, καὶ ἀνάστασιν, καὶ κρίσιν. Σκόπει δέ· Ἔδει γενέσθαι τὴν κτίσιν, ἀλλ' οὐχ ὁμοῦ πᾶσαν· καὶ τὸν ἄνθρωπον δὲ μετὰ τῆς γυναικὸς, ἀλλ' οὐδὲ τούτους ὁμοῦ. Ἔδει θανάτῳ καταδικασθῆναι τὸ γένος τῶν ἀνθρώπων, καὶ τὴν ἀνάστασιν γενέσθαι, ἀλλὰ πολὺ τὸ μέσον ἑκατέρων. Ἐχρῆν δοθῆναι τὸν νόμον, ἀλλ' οὐχ ὁμοῦ καὶ τὴν χάριν, ἀλλ' ἕκαστα καιροῖς τοῖς προσήκουσιν οἰκονομεῖσθαι. Οὐ τοίνυν ὁ Χριστὸς ὑπέκειτο τῇ τῶν καιρῶν ἀνάγκῃ, ὃς καὶ τοῖς καιροῖς μάλιστα τάξιν ἐπέθηκεν, ἐπεὶ καὶ ποιητὴς αὐτῶν ἐστιν.
22.61.1
Ἰωάννης ἐνταῦθα τὸ, Οὔπω ἥκει ἡ ὥρα μου, εἰσάγει τὸν Χριστὸν λέγοντα, δεικνὺς ὅτι οὔπω δῆλος ἦν τοῖς πολλοῖς, καὶ ὅτι οὐδὲ τῶν μαθητῶν τὸν χορὸν πάντα εἶχεν, ἀλλ' Ἀνδρέας αὐτῷ ἠκολούθει καὶ μετ' αὐτοῦ Φίλιππος, ἄλλος δὲ οὐδείς· μᾶλλον δὲ οὐδὲ οὗτοι πάντες ὡς ἐχρῆν αὐτὸν ἐγίγνωσκον, οὐδὲ ἡ μήτηρ, οὐδὲ οἱ ἀδελφοί. Μετὰ γὰρ τὰ πολλὰ θαύματα τοῦτο περὶ τῶν ἀδελφῶν ἔφησεν ὁ εὐαγγελιστὴς, ὅτι Οὐδὲ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. Ἀλλ' οὐδὲ οἱ ἐν τῷ γάμῳ αὐτὸν ᾔδεισαν· ἦ γὰρ ἂν αὐτοὶ προσῆλθον καὶ παρεκάλεσαν, ἐν χρείᾳ καταστάντες. Διὰ τοῦτό φησιν· Οὔπω ἥκει ἡ ὥρα μου. Οὐδέπω γνώριμός εἰμι τοῖς παροῦσιν, ἀλλ' οὐδὲ ἴσασιν ὅτι ὑστέρησεν ὁ οἶνος. Ἔασον αὐτοὺς αἰσθέσθαι τοῦτο πρῶτον. Οὐδὲ γὰρ παρὰ σοῦ ταῦτά με ἀκούειν ἐχρῆν. Μήτηρ γὰρ εἶ, καὶ τὸ θαῦμα ὕποπτον ποιεῖς. Ἐχρῆν δὲ τοὺς δεομένους προσελθεῖν, καὶ δεηθῆναι, οὐκ ἐπειδὴ τούτου χρῄζω, ἀλλ' ἵνα αὐτοὶ τὸ γινόμενον μετὰ πολλῆς δέξωνται τῆς συγκαταθέσεως. Ὁ μὲν γὰρ εἰδὼς ὅτι ἐν χρείᾳ καθέστηκεν, ἐπειδὰν τύχῃ ὧνπερ αἰτεῖ, πολλὴν ἔχει τὴν χάριν· ὁ δὲ τῆς χρείας μὴ λαβὼν αἴσθησιν, οὐδὲ τῆς εὐεργεσίας σαφῆ καὶ τρανὴν αἴσθησιν λήψεται. Καὶ τίνος, φησὶν, ἕνεκεν εἰπὼν, Οὔπω ἥκει ἡ ὥρα μου, καὶ παραιτησάμενος, ἔπραξεν ὅπερ εἶπεν ἡ μήτηρ; Μάλιστα μὲν, ὥστε καὶ τοῖς ἀντιλέγουσι, καὶ ὥρᾳ αὐτὸν ὑποκεῖσθαι νομίζουσιν, ἱκανὴν γενέσθαι ἀπόδειξιν τοῦ μὴ ὑποκεῖσθαι αὐτὸν ὥρᾳ. Εἰ γὰρ ὑπέκειτο, πῶς ἂν τῆς προσηκούσης ὥρας μὴ παραγενομένης ἔπραξεν ἂν ὅπερ ἔπραξεν; Ἔπειτα δὲ καὶ τιμῶν τὴν μητέρα, ἵνα μὴ διαπαντὸς ἀντιλέγειν αὐτῇ δόξῃ, ἵνα μὴ ἀσθενείας λάβῃ δόξαν, ἵνα μὴ αἰσχύνῃ τὴν τεκοῦσαν, παρόντων τοσούτων· καὶ γὰρ προσήγαγεν αὐτῷ τοὺς διακόνους. Ἐπεὶ καὶ τῇ Χαναναίᾳ λέγων, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις, ἔδωκε μετὰ τὸ εἰπεῖν, τὴν προσεδρεία αὐτῆς αἰδεσθείς. Καίτοι γε μετ' ἐκείνου καὶ τοῦτο εἶπεν, ὅτι Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· ἀλλ' ὅμως καὶ ταῦτα εἰπὼν, ἐθεράπευσε τὸ θυγάτριον τῆς γυναικός.
22.2.1
Ἐντεῦθεν μανθάνομεν, ὅτι κἂν ἀνάξιοι ὦμεν, πολλάκις τῇ προσεδρείᾳ ποιοῦμεν ἀξίους ἑαυτοὺς τοῦ λαβεῖν. Διὰ τοῦτο καὶ ἡ μήτηρ καὶ παρέμενε, καὶ σοφῶς τοὺς διακόνους προσῆγεν, ὥστε παρὰ πλειόνων γενέσθαι τὴν αἴτησιν. Διὰ τοῦτο καὶ προσέθηκε τὸ, Ὅ τι ἂν λέγῃ ὑμῖν, ποιήσατε. Ἤδει γὰρ ὅτι οὐκ ἀσθενείας ἡ παραίτησις ἦν, ἀλλὰ τοῦ ἀκομπάστου, καὶ τοῦ μὴ δόξαι ἁπλῶς ἐπιῤῥίπτειν ἑαυτὸντῷ θαύματι· διὸ καὶ τοὺς διακόνους προσῆγεν. Ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι κείμεναι ἓξ κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐμπλήσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐνέπλησαν ἕως ἄνω. Οὐχ ἁπλῶς εἶπεν, Κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, ἀλλ' ἵνα μή τινες τῶν ἀπίστων ὑποπτεύσωσιν, ὅτι τρυγὸς ἔνδον ἀπομεινάσης, εἶτα τοῦ ὕδατος ἐπιβληθέντος καὶ κραθέντος, οἶνος λεπτότατος γέγονε. Διὰ τοῦτό φησι, Κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, δεικνὺς ὅτι οὐδέποτε ἐκεῖνα οἴνου γέγονε δοχεῖα τὰ σκεύη. Ἐπειδὴ γὰρ ἄνυδρός ἐστιν ἡ Παλαιστίνη, καὶ οὐκ ἦν πολλαχοῦ κρήνας καὶ πηγὰς εὑρίσκειν, ἐπλήρουν ἀεὶ τὰς ὑδρίας ὕδατος, ὥστε μὴ τρέχειν εἰς ποταμοὺς, εἴποτε ἀκάθαρτοι γένοιντο. ἀλλ' ἐγγύθεν ἔχειν τοῦ καθαρσίου τὸν τρόπον. Καὶ τί δήποτε πρὶν ἢ γεμίσαι οὐκ ἐποίησε τὸ σημεῖον, ὃ πολλῷ θαυμαστότερον ἦν; Ἕτερον γάρ ἐστιν ὕλην ὑποκειμένην εἰς ποιότητα μεταβαλεῖν, καὶ αὐτὴν τὴν οὐσίαν ἐξ οὐκ ὄντων ποιῆσαι· θαυμαστότερον μὲν γὰρ ἐκεῖνο. Ἀλλ' οὐχ οὕτως ἂν ἔδοξεν εἶναι πιστὸν τοῖς πολλοῖς. Διὰ τοῦτο γοῦν πολλάκις τῶν θαυμάτων περικόπτει τὸ μέγεθος ἑκὼν, ὥστε εὐπαράδεκτον μᾶλλον γενέσθαι. Καὶ τίνος ἕνεκεν, φησὶν, οὐχὶ τὸ ὕδωρ αὐτὸς παρήγαγε, καὶ τότε τὸν οἶνον ἔδειξεν, ἀλλὰ τοῖς διακόνοις ἐκέλευσε; Διὰ τὴν αὐτὴν πάλιν αἰτίαν, καὶ ἵνα αὐτοὺς μάρτυρας ἔχῃ τοῦ γινομένου τοὺς ἀντλήσαντας, καὶ ὅτι οὐδεμία φαντασία ἦν τὸ τελούμενον. Εἰ γὰρ ἔμελλόν τινες ἀναισχυντεῖν, ἠδύναντο πρὸς αὐτοὺς λέγειν οἱ διακονησάμενοι· Ἡμεῖς τὸ ὕδωρ ἠντλήσαμεν. Πρὸς δὲ τοῖς εἰρημένοις καὶ τὰ κατὰ τῆς Ἐκκλησίας ἀναφυόμενα δόγματα ἀνατρέπει. Ἐπειδὴ γὰρ εἰσί τινες οἳ τοῦ κόσμου δημιουργὸν ἕτερον εἶναί φασι, καὶ οὐκ αὐτοῦ ἔργα τὰ ὁρώμενα, ἀλλ' ἑτέρου τινὸς ἐναντίου θεοῦ· καὶ τούτων ἐπιστομίζων τὴν μανίαν, οὕτω τὰ πλείονα ποιεῖ τῶν θαυμάτων ἐκ τῶν ὑποκειμένων οὐσιῶν. Εἰ γὰρ ἐναντίος ὁ δημιουργὸς ἦν αὐτῷ, οὐκ ἂν τοῖς ἀλλοτρίοις ἐχρήσατο πρὸς τὴν τῆς οἰκείας δυνάμεως ἐπίδειξιν. Νῦν μέντοι δεικνὺς, ὅτι αὐτός ἐστιν ὁ ἐν ταῖς ἀμπέλοις τὸ ὕδωρ μεταβάλλων, καὶ τὸν ὑετὸν διὰ τῆς ῥίζης εἰς οἶνον τρέπων, ὅπερ ἐν τῷ φυτῷ διὰ πολλοῦ χρόνου γίνεται, τοῦτο ἀθρόον ἐν τῷ γάμῳ εἰργάσατο. Ἐπειδὴ δὲ ἐγέμισαν τὰς ὑδρίας, φησίν· Ἀντλήσατε νῦν, καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ. Καὶ ἤνεγκαν. Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστὶν (οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ), φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος, καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, τότε τὸν ἐλάσσω. Σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. Πάλιν ἐνταῦθά τινες ἐπισκώπτουσι λέγοντες· Οὕτω μεθυόντων ἀνθρώπων ὁ σύλλογος ἦν, καὶ ἡ αἴσθησις τῶν κρινόντων διεφθαρμένη, καὶ οὐχ ἱκανὴ ἀντιλαβέσθαι τῶν γινομένων, οὐδὲ κρῖναι τοῖς πραττομένοις, ὡς μηδὲ εἰδέναι πότερον ὕδωρ ἢ οἶνος τὸ γινόμενον ἦν· ὅτι γὰρ ἐμέθυον, αὐτὸς ὁ ἀρχιτρίκλινος ἔδειξε δι' ὧν εἶπεν. Μάλιστα μὲν καὶ τοῦτο γελοῖον· πλὴν ἀλλὰ καὶ ταύτην αὐτῶν ἐξέκοψε τὴν ὑποψίαν ὁ εὐαγγελιστής. Οὐ γὰρ τοὺς δαιτυμόνας εἶναί φησι τοὺς ψηφιζομένους περὶ τοῦ γενομένου, ἀλλὰ τὸν ἀρχιτρίκλινον τὸν νήφοντα καὶ οὐδενὸς οὐδέπω γεγευμένον. Ἴστε γὰρ δήπου τοῦτο πάντες, ὅτι μάλιστα πάντων οἱ τὴν διακονίαν τῶν τοιούτων ἐμπεπιστευμένοι δείπνων, οὗτοι μάλιστά εἰσιν οἱ νήφοντες, ἓν ἔργον ἔχοντες, τὸ ἐν κόσμῳ καὶ ἐν τάξει πάντα διατιθέναι. Διὰ τοῦτο τὴν νήφουσαν αἴσθησιν ταύτην εἰς μαρτυρίαν τῶν γινομένων ἐκάλεσεν. Οὐ γὰρ εἶπεν, Οἰνοχοήσατε τοῖς ἀνακειμένοις, ἀλλὰ, Φέρετε τῷ ἀρχιτρικλίνῳ. Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστὶν (οἱ δὲ διάκονοι ᾔδεισαν), φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος. Καὶ τίνος ἕνεκεν μὴ τοὺς διακόνους ἐφώνησεν; οὕτω γὰρ ἂν καὶ τὸ θαῦμα ἐξεκαλύφθη. Ὅτι οὐδὲ αὐτὸς ὁ Ἰησοῦς ἐξεκάλυπτε τὸ γεγονὸς, ἀλλ' ἠρέμα καὶ κατὰ μικρὸν ἐβούλετο γνωρισθῆναι τῶν σημείων τὴν δύναμιν. Εἰ μὲν οὖν τότε ἠλέγχθη, οὐκ ἂν διηγούμενοι οἱ διάκονοι ταῦτα ἂν ἐπιστεύθησαν· ἀλλ' ἔδοξαν ἂν μαίνεσθαι, ἀνθρώπῳ ψιλῷ τοῖς πολλοῖς εἶναι δοκοῦντι τότε τοιαῦτα μαρτυροῦντες. Αὐτοὶ μὲν γὰρ καὶ διὰ τῆς πείρας τὸ σαφὲς ἔγνωσαν· οὐ γὰρ δὴ ταῖς ἑαυτῶν χερσὶν ἔμελλον ἀπιστεῖν· ἑτέρους δὲ πιστοῦσθαι οὐκ ἦσαν ἱκανοί. Διὰ τοῦτο οὐδὲ αὐτὸς ἐξεκάλυψεν ἅπασιν, ἀλλὰ τῷ μάλιστα συνιδεῖν τὸ γεγονὸς δυναμένῳ, τὴν σαφεστέραν αὐτοῦ γνῶσιν τῷ μέλλοντι χρόνῳ τηρῶν. Μετὰ γὰρ τὴν τῶν λοιπῶν σημείων ἐπίδειξιν, καὶ τοῦτο ἔμελλεν εἶναι πιστόν. Ὅτε γοῦν τοῦ βασιλικοῦ τὸν υἱὸν ὕστερον θεραπεύει, δι' ὧν ἐκεῖ λέγει, δείκνυσιν ὁ εὐαγγελιστὴς ὅτι καὶ τοῦτο σαφέστερον γέγονε. Διὰ γὰρ τοῦτο μάλιστα αὐτὸν ἐκάλεσεν ἐκεῖνος, ἐπειδὴ τὸ σημεῖον ἐγνωκὼς ἦν, ὥσπερ ἔφην. Ὃ καὶ δηλῶν Ἰωάννης ἔλεγεν· Ἦλθεν ὁ Ἰησοῦς εἰςτὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον· οὐχ ἁπλῶς δὲ οἶνον, ἀλλ' οἶνον κάλλιστον.
22.3.1
Τοιαῦτα γὰρ τοῦ Χριστοῦ τὰ θαύματα, πολλῷ τῶν διὰ φύσεως τελουμένων ὡραιότερα γίνεται καὶ βελτίω. Οὕτω καὶ ἐπὶ τῶν ἄλλων, ὅτε μέλος διώρθου σώματος χωλεῦον, τῶν ὑγιαινόντων ἐδείκνυ τοῦτο ἄμεινον. Ὅτι μὲν οὖν οἶνος, καὶ οἶνος κάλλιστος ἦν ὁ γεγενημένος, οὐχ οἱ διάκονοι μόνοι, ἀλλὰ καὶ ὁ νυμφίος καὶ ὁ ἀρχιτρίκλινος μαρτυρεῖν ἔμελλον· ὅτι δὲ ὑπὸ τοῦ Χριστοῦ γεγενημένος, οἱ τὸ ὕδωρ ἀντλήσαντες. Ὥστε εἰ καὶ μὴ τότε ἐξεκαλύφθη τὸ θαῦμα, ἀλλ' ὅμως εἰς τέλος σιγηθῆναι οὐκ εἶχεν· οὕτω πολλὰς καὶ ἀναγκαίας αὐτῷ πρὸς τὸ μέλλον προαπέθετο μαρτυρίας. Τοῦ μὲν γὰρ τὸ ὕδωρ οἶνον ποιῆσαι τοὺς διακόνους μάρτυρας εἶχε· τοῦ δὲ καλὸν γενέσθαι τὸν οἶνον, τὸν ἀρχιτρίκλινον καὶ τὸν νυμφίον. Εἰκὸς μὲν οὖν τὸν νυμφίον ἀποκρίνασθαί τι πρὸς ταῦτα, καὶ εἰπεῖν· πλὴν ἀλλ' ὁ εὐαγγελιστὴς ἐπειγόμενος πρὸς τὰ ἀναγκαιότερα τῶν πραγμάτων, ἁψάμενος τοῦ σημείου τούτου μόνον, παρέδραμε τὰ λοιπά. Τὸ γὰρ ἀναγκαῖον ἦν μαθεῖν, ὅτι οἶνον τὸ ὕδωρ ἐποίησε, καὶ οἶνον καλόν· τί δὲ πρὸς τὸν ἀρχιτρίκλινον εἶπεν ὁ νυμφίος, οὐκ ἔτι ἀναγκαῖον ἐνόμισεν εἶναι προσθεῖναι. Πολλὰ γὰρ τῶν σημείων πρότερον ὄντα ἀμυδρότερα, τοῦ χρόνου προϊόντος σαφέστερα γέγονεν, ὑπὸ τῶν ἐξ ἀρχῆς εἰδότων αὐτὰ ἀκριβέστερον ἀγγελθέντα. Τότε μὲν οὖν οἶνον ἐξ ὕδατος ἐποίησεν ὁ Ἰησοῦς· καὶ τότε δὲ καὶ νῦν προαιρέσεις χαύνας καὶ διαῤῥεούσας μεταβάλλων οὐ παύεται. Εἰσὶ γὰρ, εἰσὶν ἄνθρωποι οὐδὲν ὕδατος διαφέροντες, οὕτω ψυχροὶ καὶ χαῦνοι καὶ οὐδέποτε ἑστηκότες. Τοὺς δὴ οὕτω διακειμένους προσάγωμεν τῷ Κυρίῳ, ὥστε αὐτῶν τὴν προαίρεσιν εἰς τὴν τοῦ οἴνου μεταθεῖναι ἕξιν, ὥστε μηκέτι διαῤῥεῖν, ἀλλ' ἔχειν τὸ ἐπεστυμμένον, καὶ εὐφροσύνης καὶ ἑαυτοῖς καὶ ἑτέροις γίνεσθαι αἰτίους. Τίνες δ' ἂν εἶεν οὗτοι οἱ ψυχροὶ, ἢ οἱ τοῖς ῥέουσιτοῦ παρόντος βίου προσέχοντες πράγμασιν, οἱ μὴ καταγελῶντες τῆς ἐνταῦθα τρυφῆς, οἱ δόξης καὶ δυναστείας ἐρασταί; Ταῦτα γὰρ πάντα ῥεύματά ἐστιν, ἱστάμενα μὲν οὐδαμοῦ, κατὰ δὲ πρανοῦς ἀεὶ φερόμενα μετὰ πολλῆς τῆς ῥύμης. Καὶ γὰρ ὁ σήμερον πλούσιος, αὔριον πένης· ὁ σήμερον μετὰ κήρυκος καὶ ζώνης καὶ ὀχήματος καὶ πολλῶν τῶν ῥαβδούχων φαινόμενος, πολλάκις τῇ ἑξῆς ἡμέρᾳ τὸ δεσμωτήριον ᾤκησεν, ἑτέρῳ καὶ ἄκων τῆς φαντασίας παραχωρήσας ἐκείνης. Ὁ τρυφῶν πάλιν καὶ διασπώμενος, ἐπειδὰν διαῤῥήξῃ τὴν ἑαυτοῦ γαστέρα, μέχρι μιᾶς ἡμέρας οὐ δύναται τὴν ἐκ τούτων ἐγγενομένην αὐτῷ χορηγίαν κατασχεῖν, ἀλλὰ, διαπνευσθείσης ἐκείνης, ἀναγκάζεται πάλιν ἕτερα ἐπεμβάλλειν, οὐδὲν διαφέρων χειμάῤῥου. Καθάπερ γὰρ ἐκεῖ τοῦ προτέρου ῥεύματος προχωροῦντος, ἕτερα ἐπέρχεται πάλιν· οὕτω δὴ καὶ ἐνταῦθα, τῆς προτέρας ἐξισταμένης τροφῆς, ἑτέρας ἡμῖν δεῖ πάλιν. Καὶ τοιαύτη τῶν βιωτικῶν ἡ φύσις, τὸ μηδέποτε ἑστάναι λαχοῦσα, ἀλλ' ἀεὶ ῥεῖν καὶ παρασύρεσθαι. Ἐπὶ δὲ τῆς τρυφῆς, οὐ τοῦτο μόνον ἐστὶ τὸ παραῤῥεῖν καὶ παρατρέχειν, ἀλλὰ καὶ πολλὰ ἡμῖν ἕτερα παρέχει πράγματα. Ἐν τῷ γὰρ παριέναι μετὰ ῥύμης τό τε ἰσχυρὸν ἀποξύει τοῦ σώματος, τό τε ἀνδρεῖον παρασύρει τῆς ψυχῆς· καὶ οὐχ οὕτω τὰ σφοδρὰ τῶν ποταμίων ῥευμάτων τὰς ὄχθας εἴωθε διατρώγειν, καὶ ποιεῖν ὑφιζάνειν, ὡς τρυφὴ καὶ σπατάλη τὰ τῆς ὑγείας ἡμῶν ἐρείσματα πάντα ὑποσύρει ῥᾳδίως. Κἂν ἔλθῃς εἰς ἰατρεῖον, καὶ προσελθὼν ἐρωτήσῃς, πάσας σχεδὸν τῶν νοσημάτων τὰς αἰτίας ἐκεῖθεν εὑρήσεις οὔσας. Ἡ μὲν γὰρ εὐτέλεια καὶ ἡ λιτὴ τράπεζα, ὑγείας μήτηρ ἐστίν. Διὰ τοῦτο καὶ ἰατρῶν παῖδες οὕτως αὐτὴν ὠνόμασαν, τό γε μὴ κορέννυσθαι, ὑγείαν καλέσαντες· Ἀκορίη γὰρ τροφῆς, ὑγιείη· τό τε ἐνδεῶς ἑστιᾶσθαι, μητέρα ὑγείας εἰπόντες. Εἰ δὲ ἡ ἔνδεια μήτηρ ὑγείας, εὔδηλον ὅτι ἡ πλησμονὴ μήτηρ νόσου καὶ ἀῤῥωστίας ἐστὶ, καὶ τίκτειπάθη καὶ αὐτῶν ὑπερβαίνοντα τῶν ἰατρῶν τὴν τέχνην. Καὶ γὰρ ποδαλγίαι, καὶ καρηβαρίαι, καὶ ἀμβλυωπίαι, καὶ χειραλγίαι, καὶ τρόμοι, καὶ παρέσεις, καὶ ἴκτερος, καὶ πυρετοὶ μακροὶ καὶ φλογώδεις, καὶ ἕτερα τούτων πολλῷ πλείονα (οὐ γὰρ καιρὸς πάντα ἐπιέναι), οὐκ ἀπὸ ἐνδείας καὶ φιλοσόφου διαίτης, ἀλλ' ἐξ ἀδηφαγίας καὶ πλησμονῆς τίκτεσθαι πέφυκεν. Εἰ δὲ βούλει καὶ τῆς ψυχῆς τὰς νόσους ἰδεῖν τὰς ἐντεῦθεν φυομένας, ὄψει ὅτι πλεονεξίαι, βλακεῖαι, μελαγχολίαι, νωθεῖαι, ἀσέλγειαι, ἀμαθία πᾶσα ἐντεῦθεν ἔχει τὴν ἀρχήν. Ὄνων γὰρ οὐδὲν ἄμεινον ἀπὸ τῶν τοιούτων τραπεζῶν αἱ τρυφῶσαι γίνονται ψυχαὶ, ὑπὸ τοιούτων διασπώμεναι θηρίων. Εἴπω καὶ λύπας ὅσας ἔχουσι καὶ ἀηδίας οἱ προσεδρεύοντες τῇ τρυφῇ; Ἀλλὰ πάσας μὲν ἐπελθεῖν οὐ δυνατόν· ἑνὶ δὲ καὶ τούτῳ κεφαλαίῳ τὸ πᾶν ποιήσω φανερόν. Τῆς γὰρ τραπέζης, ταύτης δὲ λέγω τῆς πολυτελοῦς, μεθ' ἡδονῆς οὐδέποτε ἀπογεύονται. Ἡ μὲν γὰρ ἔνδεια, ὥσπερ ὑγείας, οὕτω καὶ ἡδονῆς μήτηρ ἐστίν· ἡ πλησμονὴ δὲ, ὥσπερ νόσων, οὕτω καὶ ἀηδίας ἐστὶ πηγὴ καὶ ῥίζα. Ἔνθα γὰρ ἂν ᾖ κόρος, ἐπιθυμίαν εἶναι οὐκ ἔστιν· ἐπιθυμίας δὲ οὐκ οὔσης, πῶς ἂν εἴη ποτὲ ἡδονή; Διὰ τοῦτο οὐ μόνον συνετωτέρους καὶ ὑγιεινοτέρους τοὺς πενομένους τῶν πλουσίων εὕροιμεν ἂν, ἀλλὰ καὶ πλείονα καρπουμένους τὴν εὐφροσύνην. Ἅπερ πάντα ἐννοήσαντες, φύγωμεν μέθην τε καὶ τρυφὴν, μὴ τὴν ἐν τραπέζαις μόνον, ἀλλὰ καὶ τὴν ἄλλην ἅπασαν τὴν ἐν πράγμασι βιωτικοῖς· καὶ ἀντ' ἐκείνης ἀνταλλαξώμεθα τὴν ἀπὸ τῶν πνευματικῶν ἡδονὴν, καὶ κατὰ τὸν Προφήτην κατατρυφήσωμεν τοῦ Κυρίου (Κατατρύφησον γὰρ τοῦ Κυρίου, φησὶ, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου)· ἵνα καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων ἀπολαύσωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.