In Joannem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
28.0.1
Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σώσῃ τὸν κόσμον.
28.1.1
Πολλοὶ τῶν ῥᾳθυμοτέρων εἰς ἁμαρτημάτων μέγεθος καὶ ὀλιγωρίας ὑπερβολὴν τῇ τοῦ Θεοῦ κεχρημένοι φιλανθρωπίᾳ, ταῦτα φθέγγονται τὰ ῥήματα· Οὐκ ἔστι γέεννα, οὐκ ἔστι κόλασις, πάντα ὁ Θεὸς ἀφίησιν ἡμῖν τὰ ἁμαρτήματα Οὕσπερ ἐπιστομίζων σοφός τις ἀνήρ φησι· Μὴ εἴπῃς, Ὁ οἰκτιρμὸς αὐτοῦ πολὺς, τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται· ὅτι ἔλεος καὶ ὀργὴ παρ' αὐτῷ, καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ· καὶ πάλιν, Κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, πολὺς καὶ ὁ ἔλεγχος αὐτοῦ. Καὶ ποῦ, φησὶ, τὰ τῆς φιλανθρωπίας, εἰ τὰ κατ' ἀξίαν ἀποληψόμεθα τῶν ἁμαρτημάτων; Ὅτι μὲν τὰ κατ' ἀξίαν ἀποληψόμεθα, ἄκουε καὶ τοῦ Προφήτου καὶ τοῦ Παύλου λέγοντος· τοῦ μὲν, ὅτι Σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· τοῦ δὲ, Ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ. Ὅτι δὲ καὶ οὕτω πολλὴ ἡ φιλανθρωπία τοῦ Θεοῦ, καὶ τοῦτο ἐντεῦθεν δῆλον. Εἰς γὰρ δύο ζωῆς αἰῶνας τὰ ἡμέτερα διελὼν ὁ Θεὸς τούτους, τὸν παρόντα καὶ τὸν μέλλοντα βίον, καὶ τὸν μὲν ἐν ἀγώνων τάξει, τὸν δὲ ἐν χώρᾳ στεφάνων ποιήσας εἶναι, πολλὴν κἀντεῦθεν τὴν φιλανθρωπίαν ἐπεδείξατο. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι πράξαντος πολλὰ καὶ χαλεπὰ ἁμαρτήματα, καὶ οὐ διαλιπόντας ἀπὸ νεότητος εἰς ἔσχατον γῆρας μυρίοις τὴν ψυχὴν καταῤῥυπαίνειν ἑαυτῶν κακοῖς, οὐδενὸς τούτων ἀπῄτησεν εὐθύνας ἡμᾶς τῶν ἁμαρτημάτων, ἀλλ' ἔδωκεν αὐτῶν ἄφεσιν διὰ λουτροῦ παλιγγενεσίας, καὶ δικαιοσύνην καὶ ἁγιασμὸν ἐχαρίσατο. Τί οὖν, φησὶν, ἂν ἐκ πρώτης ἡλικίας μυστηρίων καταξιωθείς τις μετὰ ταῦτα μυρία ἁμάρτῃ; Ὁ τοιοῦτος λοιπὸν μείζονος κολάσεως ἄξιος. Τῶν γὰρ αὐτῶν ἁμαρτημάτων οὐ τὰς αὐτὰς τίννυμεν δίκας, ἀλλὰ πολλῷ χαλεπωτέρας, ὅταν μετὰ μυσταγωγίαν πλημμελήσωμεν. Καὶ δηλοῖ Παῦλος οὕτω λέγων· Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶ καὶ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, καὶ τὴν χάριν τοῦ Πνεύματος ἐνυβρίσας; Μείζονος οὖν ἔσται κολάσεως ἄξιος ὁ τοιοῦτος. Πλὴν ἀλλὰ καὶ τούτῳ μετανοίας ἀνέῳξε θύρας, καὶ πολλοῖς τρόποις ἔδωκεν ἀπονίψασθαι τὰ πεπλημμελημένα, ἂν ἐθέλῃ. Ἐννόησον οὖν ἡλίκα ταῦτα φιλανθρωπίας δείγματα, τὸ καὶ χάριτι ἀφεῖναι, καὶ μετὰ τὴν χάριν τὸν ἁμαρτόντα καὶ ἄξιον ὄντα κολάσεως μὴ κολάζειν, ἀλλὰ διδόναι καιρὸν καὶ προθεσμίαν ἀπολογίας αὐτῷ. Διὰ ταῦτα πάντα ὁ Χριστὸς πρὸς τὸν Νικόδημον ἔλεγεν· Οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σώσῃ τὸν κόσμον. Δύο γάρ εἰσιν αἱ τοῦ Χριστοῦ παρουσίαι· ἡ ἤδη γεγενημένη, καὶ ἡ μέλλουσα· οὐκ ἐπὶ τοῖς αὐτοῖς δὲ αἱ δύο, ἀλλ' ἡ μὲν προτέρα γέγονεν, οὐχ ἵνα ἐξετάσῃ τὰ πεπραγμένα ἡμῖν, ἀλλ' ἵνα ἀφῇ ἡ δὲ δευτέρα, οὐχ ἵνα ἀφῇ, ἀλλ' ἵνα ἐξετάσῃ. Διὰ τοῦτο περὶ μὲν τῆς προτέρας φησίν· Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον· περὶ δὲ τῆς δευτέρας, Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, καὶ τὰ ἐρίφια ἐξ εὐωνύμων. Καὶ ἀπελεύσονται οἱ μὲν εἰς ζωὴν, οἱ δὲ εἰς κόλασιν αἰώνιον. Καίτοι γε καὶ ἡ προτέρα παρουσία κρίσεως ἦν κατὰ τὸν τοῦ δικαίου λόγον. Διατί; Ὅτι πρὸ τῆς αὐτοῦ παρουσίας νόμος ἦν φυσικὸς, καὶ προφῆται, καὶ γραπτὸς πάλιν νόμος, καὶ διδασκαλία, καὶ μυρίαι ἐπαγγελίαι, καὶ σημείων ἐπιδείξεις, καὶ κολάσεις καὶ τιμωρίαι, καὶ πολλὰ ἕτερα τὰ διορθοῦν δυνάμενα· καὶ ἀκόλουθον ἦν τούτων πάντων ἀπαιτῆσαι εὐθύνας· ἀλλ' ἐπειδὴ φιλάνθρωπός ἐστιν, οὐ ποιεῖται ἐξέτασιν, ἀλλὰ συγχώρησιν τέως. Ἐπεὶ εἰ τοῦτο ἐποίησεν, ἅπαντες ἂν ἀθρόον ἀνηρπάσθησαν· Πάντες γὰρ ἥμαρτον, φησὶν, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Εἶδες φιλανθρωπίας ἄφατον ὑπερβολήν; Ὁ πιστεύων εἰς τὸν Υἱὸν, οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων, ἤδη κέκριται. Καὶ μὴν εἰ μὴ διὰ τοῦτο ἦλθεν, ἵνα κρίνῃ τὸν κόσμον, πῶς ὁ μὴ πιστεύων ἤδη κέκριται, εἰ μηδέπω πάρεστι τῆς κρίσεως ὁ καιρός; Ἢ τοῦτο οὖν φησιν, ὅτι αὐτὸ τὸ ἀπιστεῖν ἀμετανόητα, κόλασίς ἐστι· τὸ γὰρ ἐκτὸς εἶναιτοῦ φωτὸς, καὶ κατ' αὐτὸ μεγίστην ἔχει τὴν τιμωρίαν· ἢ τὸ μέλλον προαναφωνεῖ. Καθάπερ γὰρ ὁ φονεύων, κἂν μὴ τῇ ψήφῳ τοῦ κρίνοντος καταδικασθῇ, τῇ τοῦ πράγματος καταδεδίκασται φύσει, οὕτω καὶ ὁ ἄπιστος. Ἐπεὶ καὶ ὁ Ἀδὰμ ᾗ ἡμέρᾳ ἔφαγεν ἀπὸ τοῦ ξύλου, ἀπέθανεν. Οὕτω γὰρ καὶ ἡ ἀπόφασις εἶχεν· Ἧ ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ξύλου, φησὶν, ἀποθανεῖσθε. Καίτοι γε ἔζη. Πῶς οὖν ἀπέθανε; Τῇ ἀποφάσει καὶ τῇ τοῦ πράγματος φύσει. Ὁ γὰρ ὑπεύθυνον ἑαυτὸν τῇ κολάσει ποιήσας, ὑπὸ τὴν τιμωρίαν ἐστὶ, κἂν μὴ τῷ πράγματι τέως, ἀλλὰ τῇ ψήφῳ. Ἵνα γὰρ μὴ ἀκούσας τις, ὅτι Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀτιμωρητὶ νομίσῃ ἁμαρτάνειν, καὶ ῥᾳθυμότερος γένηται, καὶ ταύτην ἀποτειχίζει τὴν ὀλιγωρίαν, λέγων, Ἤδη κέκριται. Ἐπειδὴ γὰρ ἔμελλεν ἡ κρίσις, καὶ οὔπω παρῆν, ἐγγὺς ἄγει τὸν φόβον τῆς τιμωρίας, καὶ δείκνυσιν ἤδη τὴν κόλασιν. Καὶ τοῦτο δὲ αὐτὸ πολλῆς φιλανθρωπίας ἐστὶ, τὸ μὴ μόνον δοῦναι τὸν Υἱὸν, ἀλλὰ καὶ τὸν τῆς κρίσεως ἀναβάλλεσθαι καιρὸν, ἵνα γένηται ἐξουσία τοῖς ἡμαρτηκόσι καὶ τοῖς ἀπιστοῦσιν ἀπονίψασθαι τὰ πεπλημμελημένα. Ὁ πιστεύων εἰς τὸν Υἱὸν, οὐ κρίνεται· ὁ πιστεύων, οὐχ ὁ περιεργαζόμενος· ὁ πιστεύων, οὐχ ὁ πολυπραγμονῶν. Τί οὖν, ἂν ἀκάθαρτον βίον ἔχῃ καὶ πράξεις οὐκ ἀγαθάς; Μάλιστα μὲν τοὺς τοιούτους οὐδὲ γνησίους εἶναι πιστοὺς ὁ Παῦλός φησι· Θεὸν γὰρ ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Πλὴν ἐνταῦθα ἐκεῖνό φησιν, ὅτι κατ' αὐτὸ τοῦτο οὐ κρίνεται, ἀλλὰ τῶν μὲν ἔργων χαλεπωτέραν δώσει δίκην, ἀπιστίας δὲ ἕνεκα οὐ κολάζεται διὰ τὸ πιστεῦσαι ἅπαξ.
28.2.1
Ὁρᾷς πῶς ἀπὸ φοβερῶν ἀρξάμενος, εἰς αὐτὰ δὴ ταῦτα πάλιν κατέληξεν; Ἀρχόμενος μὲν γὰρ ἔλεγεν, Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ· ἐνταῦθα δὲ πάλιν, ὅτι Ὁ μὴ πιστεύων εἰς τὸν Υἱὸν, ἤδη κέκριται τουτέστι, μὴ νομίσῃς τὴν ἀναβολὴν ὠφελεῖν τι τὸν ὑπεύθυνον ἤδη γεγενημένον, ἐὰν μὴ μεταβάληται. Τῶν γὰρ ἤδη καταδικασθέντων καὶ κολαζομένων οὐδὲν ἄμεινον διακείσεται ὁ μὴ πιστεύσας. Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι ἦλθε τὸ φῶς εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Διὰ τοῦτο κολάζονται, ὅτι σκότος ἀφεῖναι καὶ φωτὶ προσδραμεῖν οὐκ ἠβουλήθησαν. Ἐνταῦθα λοιπὸν καὶ ἀπολογίας αὐτοὺς ἀποστερεῖ πάσης. Εἰ μὲν γὰρ ἦλθον κολάζων, φησὶ, καὶ ἀπαιτῶν εὐθύνας τῶν πεπραγμένων, εἶχον εἰπεῖν ὅτι διὰ τοῦτο ἀπεπηδήσαμεν. Νῦν δὲ ἦλθον ἀπαλλάξαι σκότους, καὶ πρὸς φῶς ἀγαγεῖν. Τίς οὖν τὸν μὴ βουλόμενον ἀπὸ σκότους φωτὶ προσελθεῖν ἐλεήσειεν ἄν; Οὐδὲν γὰρ ἔχοντες ἡμῖν ἐγκαλεῖν, ἀλλὰ μυρία εὐεργετούμενοι, φησὶν, ἀποπηδῶσιν ἡμῶν. Τοῦτο καὶ ἀλλαχοῦ ἐγκαλῶν αὐτοῖς ἔλεγεν, Ἐμίσησάν με δωρεάν· καὶ πάλιν, Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. Ὁ μὲν γὰρ ἐν ἀπουσίᾳ φωτὸς ἐν σκότει καθήμενος, ἴσως ἂν συγγνώμην σχοίη· ὁ δὲ μετὰ τὴν παρουσίαν αὐτῷ τῷ σκότει προσεδρεύων, διεστραμμένης γνώμης καὶ φιλονείκου τεκμήριον ἐπιφέρει καθ' ἑαυτοῦ. Εἶτα ἐπειδὴ ἐδόκει τὸ εἰρημένον ἄπιστον εἶναι τοῖς πολλοῖς (οὐδεὶς γὰρ ἂν σκότος προτιμήσειε φωτὸς), τίθησι καὶ τὴν αἰτίαν ἀφ' ἧς τοῦτο ἔπαθον. Τίς οὖν ἐστιν αὕτη; Ἦν γὰρ αὐτῶν, φησὶ, πονηρὰ τὰ ἔργα. Πᾶς δὲ ὁ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ φανερωθῇ αὐτοῦ τὰἔργα. Καὶ μὴν οὐ κρίνων οὐδὲ ἐξετάζων ἦλθεν, ἀλλὰ συγχωρῶν καὶ ἀφιεὶς τὰ πλημμεληθέντα, καὶ ἀπὸ πίστεως σωτηρίαν διδούς. Πῶς οὖν ἔφυγον; Εἰ μὲν γὰρ εἰς δικαστήριον ἐλθὼν ἐκάθισεν, εἶχέ τινα λόγον τὸ εἰρημένον· ὁ γὰρ πονηρὰ συνειδὼς ἑαυτῷ, τὸν δικάζοντα φεύγειν εἴωθε· τῷ δὲ συγχωροῦντι καὶ προστρέχουσιν οἱ πεπλημμεληκότες. Εἰ τοίνυν συγχωρῶν ἦλθε, τούτους μάλιστα προσδραμεῖν εἰκὸς ἦν, τοὺς πολλὰ συνειδότας ἑαυτοῖς ἁμαρτήματα· ὅπερ οὖν καὶ ἐπὶ πολλῶν γέγονε. Καὶ γὰρ καὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες, συνανέκειντο τῷ Ἰησοῦ. Τί οὖν ἐστι τὸ λεγόμενον; Περὶ τῶν αἱρουμένων διαπαντὸς ἐν κακίᾳ μένειν ταῦτα λέγει. Αὐτὸς μὲν γὰρ διὰ τοῦτο ἦλθεν, ἵνα τὰ μὲν πρότερα ἀφῇ ἁμαρτήματα, πρὸς δὲ τὰ μέλλοντα ἀσφαλίσηται. Ἐπειδὴ δὲ τινές εἰσιν οὕτω χαῦνοι καὶ διαλελυμένοι πρὸς τοὺς τῆς ἀρετῆς πόνους, ὡς εἰς ἐσχάτας ἀναπνοὰς βούλεσθαι προσεδρεύειν τῇ πονηρίᾳ, καὶ μηδέποτε αὐτῆς ἀφίστασθαι, τούτους ἐπισκώπτων ἐνταῦθα δηλοῖ. Ἐπειδὴ γὰρ ὁ Χριστιανισμὸς καὶ τὸ τῆς τῶν δογμάτων ὀρθότητος καὶ πολιτείαν ὑγιαίνουσαν ἀπαιτεῖ, δεδοίκασι, φησὶ, μεταθέσθαι πρὸς ἡμᾶς, ἐπειδὴ μὴ βούλονται βίον ὀρθὸν ἐπιδείξασθαι. Τὸν μὲν γὰρ ἐν Ἑλληνισμῷ ζῶντα οὐδεὶς ἂν διελέγξειεν. Ὁ γὰρ θεοὺς τοιούτους ἔχων, καὶ ἑορτὰς ὁμοίως τοῖς θεοῖς αἰσχρὰς καὶ καταγελάστους, ἄξια τῶν δογμάτων καὶ τὰ ἔργα ἐπιδείκνυται· οἱ δὲ τοῦ Θεοῦ, ῥᾳθύμως ζῶντες, ἅπαντας εὐθύνοντας ἔχουσι καὶ κατηγόρους· τοσοῦτον καὶ παρὰ τοῖς ἐχθροῖς τῆς ἀληθείας ἐστὶ τὸ θαῦμα. Ὅρα τοίνυν πῶς μετὰ ἀκριβείας τίθησιν ὅ φησιν. Οὐ γὰρ εἶπεν, ὁ φαῦλα πράξας οὐκ ἔρχεται πρὸς τὸ φῶς· ἀλλ', ὁ πράσσων ἀεὶ, τουτέστιν, ὁ ἀεὶ βουλόμενος ἐγκαλινδεῖσθαι τῷ τῆς ἁμαρτίας βορβόρῳ, οὐ βούλεται τοῖς νόμοις ἑαυτὸν ὑποβάλλειν τοῖς ἐμοῖς, ἀλλ' ἔξω μένων πορνεύει μετὰ ἀδείας, καὶ τὰ ἄλλα πάντα πράττει τὰ κεκωλυμένα. Ἐνταῦθα γὰρ ἐλθὼν, ὡς ἐν φωτὶ κλέπτης, κατάδηλος γίνεται. Διὰ ταῦτα τὴν ἀρχὴν φεύγει τὴν ἐμήν. Πολλῶν γοῦν ἔστιν ἀκοῦσαι καὶ νῦν Ἑλλήνων λεγόντων, διὰ τοῦτο μὴ δύνασθαι πρὸς τὴν πίστιν τὴν ἡμετέραν προσελθεῖν, διὰ τὸ μὴ δύνασθαι μέθης, καὶ πορνείας, καὶ τῶν τοιούτων ἀφίστασθαι πλημμελημάτων. Τί οὖν; φησίν· οὐκ εἰσὶ, καὶ Χριστιανοὶ τὰ φαῦλα πράσσοντες, καὶ Ἕλληνες ἐν φιλοσοφίᾳ ζῶντες; Χριστιανοὶ μὲν ὅτι φαῦλα πράσσοντές εἰσιν, οἶδα κἀγώ· εἰ δὲ καὶ Ἕλληνες ὀρθῶς βιοῦντες, τοῦτο οὐκ ἔτι οἶδα σαφῶς. Μὴ γάρ μοι τοὺς ἀπὸ φύσεως εἴπῃς ἐπιεικεῖς καὶ κοσμίους· οὐ γάρ ἐστι τοῦτο ἀρετή· ἀλλ' εἰπὲ τὸν πολλὴν ἀπὸ τῶν παθῶν ὑπομένοντα βίαν καὶ φιλοσοφοῦντα. Ἀλλ' οὐκ ἂν ἔχοις. Εἰ γὰρ βασιλείας ἐπαγγελία, καὶ γεέννης ἀπειλὴ, καὶ ἄλλη διδασκαλία τοσαύτη, μόλις κατέχουσι τοὺς ἀνθρώπους ἐν ἀρετῇ· σχολῇ γ' ἂν οἱ περὶ μηδενὸς πεπεισμένοι τούτων μετέλθοιεν ἀρετήν. Εἰ δέ τινες καὶ ὑποκρίνονται, δόξης ἕνεκεν τοῦτο ποιοῦσιν· ὁ δὲ δόξης ἕνεκα τοῦτο ποιῶν, ὅταν ἐξῇ λαθεῖν, οὐ φείσεται τοῦ χρήσασθαι ταῖς ἐπιθυμίαις ταῖς πονηραῖς. Πλὴν ἀλλ' ἵνα μὴ δόξωμέν τισιν εἶναι φιλόνεικοι, συγχωρήσωμεν ὀρθῶς βιοῦντας εἶναι ἐν Ἕλλησιν· οὐδέποτε γὰρ τοῦτο ἐναντιοῦται τῷ λόγῳ· Τὸ γὰρ ἐπὶ πολὺ συμβαῖνον εἶπεν, οὐ τὸ σπανιάκις γινόμενον. γʹ. Ὅρα δὲ πῶς καὶ ἑτέρωθεν ἀποστερεῖ πάσης ἀπολογίας αὐτοὺς, εἰπὼν, ὅτι Ἦλθε τὸ φῶς εἰς τὸν κόσμον. Μὴ γὰρ αὐτοὶ, φησὶν, αὐτὸ ἐζήτησαν; μὴ γὰρ ἔκαμον; μὴ γὰρ ἐπόνησαν ἵνα εὕρωσιν; Αὐτὸ τὸ φῶς ἦλθε πρὸς αὐτοὺς, καὶ οὐδὲ οὕτω προσέδραμον. Πλὴν ἐπεί τινας καὶ παρὰ Χριστιανοῖς εἶναι πονηρῶς βιοῦντας, ἐκεῖνο ἂν εἴποιμεν, ὅτι οὐ περὶ τῶν ἐξ ἀρχῆς γενομένων Χριστιανῶν, καὶ ἐκ προγόνων διαδεξαμένων τὴν εὐσέβειαν τοῦτο λέγει· εἰ καὶ τὰ μάλιστα καὶ οὗτοι πολλάκις ἀπὸ βίου πονηροῦ ἐκ τῆς τῶν δογμάτων ἀκριβείας παρεσαλεύθησαν· ἀλλ' ὅμως οὐ περὶ τούτων αὐτὸν οἶμαι νῦν λέγειν, ἀλλὰ περὶ τῶν ἐξ Ἑλλήνων ἢ Ἰουδαίων ὀφειλόντων πρὸς τὴν ὀρθὴν μεταθέσθαι πίστιν. Δείκνυσι γὰρ ὅτι οὐδεὶς ἂν ἕλοιτο ἐν πλάνῃ ζῶν ἐπὶ τὴν πίστιν ἐλθεῖν, μὴ πρότερον ἐπιγράψας ἑαυτῷ βίον ὀρθόν· καὶ οὐδεὶς ἂν ἐν ἀπιστίᾳ μείνειε, μὴ πρότερον ἑλόμενος διαπαντὸς εἶναι κακός. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι σωφρονεῖ, καὶ οὐχ ἁρπάζει· οὐ γὰρ δὴ ταῦτα μόνα ἐστὶν ἀρετή. Τί γὰρ ὄφελος, ὅταν ταῦτα μὲν ἔχῃ, δόξης δὲ ᾖ δοῦλος κενῆς, καὶ φίλων ἑταιρίαν αἰσχυνόμενος ἐπὶ τῆς πλάνης μένῃ; Τοῦτο γὰρ οὐκ ἔστιν ὀρθῶς βιοῦν. Ὁ δόξης δοῦλος τοῦ πορνεύοντος οὐκ ἐλάττων ἐστίν· οὗτος πολλῷ πλείονα καὶ χαλεπώτερα ἐργάζεται κακὰ ἐκείνου. Ἀλλ' εἰπέ μοί τινα πάντων ἀπηλλαγμένον τῶν παθῶν, καὶ πάσης κακίας ἐλεύθερον, καὶ μένοντα παρ' Ἕλλησιν. Ἀλλ' οὐκ ἂν ἔχοις. Καὶ γὰρ οἱ τὰ μεγάλα παρ' αὐτοῖς κομπάσαντες, καὶ χρημάτων καὶ γαστρὸς περιγενόμενοι, καθώς φασι, δόξῃ μάλιστα πάντων ἀνθρώπων ἐδουλώθησαν· ὃ πάντων αἴτιόν ἐστι τῶν κακῶν. Οὕτω καὶ οἱ Ἰουδαῖοι μεμενήκασιν. Διὸ καὶ ἐγκαλῶν αὐτοῖς ἔλεγε· Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες; Καὶ τί δήποτε τῷ Ναθαναὴλ, ᾧ καὶ ἀλήθειαν ἐμαρτύρησεν, οὐ διελέχθη περὶ τούτων, οὐδὲ ἐξέτεινε λόγον μακρόν; Ὅτι οὐδὲ ἐκεῖνος μετὰ τοσαύτης παρεγένετο σπουδῆς. Οὗτος μὲν γὰρ τοῦτο ἔργον ἐτίθετο, καὶ ὃν ἄλλοι καιρὸν ἀναπαύσεως εἶχον, τοῦτον οὗτος καιρὸν ἀκροάσεως ἐποιεῖτο. Ἐκεῖνος δὲ παρ' ἑτέρου πεισθεὶς ἀφίκετο· πλὴν οὐδὲ ἐκεῖνον παρέδραμε· πρὸς γὰρ ἐκεῖνόν φησιν· Ἀπάρτι ὄψεσθε τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας. Τούτῳ δὲ τούτων μὲν οὐδὲν εἶπε, περὶ δὲ τῆς οἰκονομίας καὶ τῆς αἰωνίου ζωῆς διαλέγεται, διαφόρως ἑκάστῳ πρὸς τὴν ὑποκειμένην προαίρεσιν φθεγγόμενος. Ἐκείνῳ μὲν γὰρ, ἐπειδὴ καὶ τὰ τῶν προφητῶν ἠπίστατο καὶ οὐδὲ δειλὸς οὕτως ἦν, ἤρκει τοσοῦτον ἀκοῦσαι μόνον· οὗτος δὲ ἐπειδὴ δειλίᾳ ἔτι κατείχετο, σαφῶς μὲν αὐτῷ τὸ πᾶν οὐκ ἐξεκάλυψε, κατέσεισε δὲ αὐτοῦ τὴν γνώμην, ὥστε φόβῳ φόβον ἐκβαλεῖν, τόν τε μὴ πιστεύοντα λέγων κρίνεσθαι, καὶ τὸ μὴ πιστεύειν ἀπὸ πονηρᾶς γίνεσθαι συνειδήσεως. Ἐπειδὴ γὰρ καὶ τῆς παρὰ τῶν ἀνθρώπων δόξης πολὺν ἐποιεῖτο λόγον, καὶ ταύτης μᾶλλον ἢ τῆς κολάσεως (Πολλοὶ γὰρ, φησὶ, τῶν ἀρχόντων ἐπίστευον εἰς αὐτὸν, διὰ δὲ τοὺς Ἰουδαίους οὐχ ὡμολόγουν), καὶ ἀπὸ ταύτης αὐτοῦ καθάπτεται, καὶ δείκνυσι δι' ὧν λέγει, ὅτι οὐκ ἔνεστι τὸν ἐμοὶ μὴ πιστεύοντα δι' ἄλλο τι μὴ πιστεύειν, ἀλλ' ἢ διὰ τὸ βίον ἀκάθαρτον ἔχειν. Καὶ προϊὼν μέν φησιν· Ἐγώ εἰμι τὸ φῶς· ἐνταῦθα δὲ, Ἦλθε τὸ φῶς εἰς τὸν κόσμον. Ἐν γὰρ προοιμίοις συνεσκιασμένως μᾶλλον ἐφθέγγετο· προϊὼν δὲ, σαφέστερον. Ἀλλ' ὅμως ὑπὸ τῆς δόξης ὁ ἄνθρωπος κατείχετο τῆς τῶν πολλῶν· διὸ καὶ οὐδὲ παῤῥησιάζεσθαι ἠνείχετο ὡς ἐχρῆν. Φεύγωμεν τοίνυν τὴν κενὴν δόξαν· τοῦτο γάρ ἐστι πάντων τὸ πάθος τυραννικώτερον. Ἐντεῦθεν πλεονεξία καὶ χρημάτων ἔρως· ἐντεῦθεν μῖσος καὶ πόλεμοι καὶ μάχαι. Ὁ γὰρ τοῦ πλείονος ἐρῶν, οὐδαμοῦ στῆναι δυνήσεται. Ἐρᾷ δὲ οὐδαμόθεν ἄλλοθεν, ἀλλ' ἀπὸ τοῦ δόξης ἐρᾷν κενῆς. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, πλῆθος εὐνούχων, καὶ ἀνδραπόδων ἀγέλας, καὶ πολλὴν οἱ πολλοὶ περιβάλλονται φαντασίαν; Οὐ χρείας ἕνεκεν, ἀλλ' ὑπὲρ τοῦ μάρτυρας ἔχειν τῆς ἀκαίρου ταύτης φαντασίας τοὺς ἀπαντῶντας. Ἂν τοίνυν ταύτην ἀποτέμωμεν, μετὰ τῆς κεφαλῆς καὶ τὰ λοιπὰ τῆς κακίας ἀνελοῦμεν μέλη, καὶ οὐδὲν τὸ κωλῦσον ἔσται τὴν γῆν ἡμᾶς οἰκεῖν ὡς τὸν οὐρανόν. Οὐδὲ γὰρ πρὸς κακίαν μόνον ὠθεῖ τοὺς ἁλόντας, ἀλλὰ καὶ ταῖς ἀρεταῖς παρυφέστηκε· καὶ ὅταν ἡμᾶς ἐκεῖθεν ἐκβαλεῖν μὴ δυνηθῇ, ἐν αὐτῇ τῇ ἀρετῇ πολλὴν τὴν ζημίαν ἐργάζεται, τοὺς μὲν πόνους ὑποστῆναι ἀναγκάζουσα, τῶν δὲ καρπῶν ἀποστεροῦσα. Ὁ γὰρ πρὸς ταύτην βλέπων, καὶ νηστεύων, καὶ εὐχόμενος, καὶ ἐλεῶν, ἀπέχει τὸν μισθὸν αὐτοῦ. Τί ταύτης τῆς ζημίας ἐλεεινότερον γένοιτ' ἂν, ἀλλ' ἢ ὅταν συμβαίνῃ κόπτεσθαι εἰκῆ καὶ μάτην, καὶ καταγέλαστον γίνεσθαι, καὶ τῆς ἄνωθεν ἐκπίπτειν δόξης; Οὐ γὰρ ἔστιν ἀμφοτέρων ἐφιέμενον, ἀμφοτέρων τυχεῖν. Τυχεῖν μὲν γὰρ ἔστιν ἀμφοτέρων, ὅταν δὴ μὴ ἀμφοτέρων, ἀλλὰ τῆς μιᾶς ἐπιθυμῶμεν τῆς ἐκ τῶν οὐρανῶν· ἀμφοτέρων δὲ ἐρῶντα οὐκ ἔστιν ἀμφοτέρων τυχεῖν. Διόπερ εἰ βουλόμεθα δόξης ἐπιτυγχάνειν, φεύγωμεν τὴν ἀνθρωπίνην δόξαν, καὶ τῆς παρὰ τοῦ Θεοῦ μόνης ἐπιθυμῶμεν. Οὕτω γὰρ καὶ ταύτης κἀκείνης ἐπιτευξόμεθα· ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι. χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.