Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Joannem
John ChrysostomJoan 29 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
29.0.1
Ἦλθε δὲ εἰς τὴν Ἰουδαίαν γῆν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ διέτριβε μετ' αὐτῶν, καὶ ἐβάπτιζεν.
29.1.1
Οὐδὲν τῆς ἀληθείας φανερώτερον, οὐδὲ ἰσχυρότερον γένοιτ' ἂν, ὥσπερ τοῦ ψεύδους οὐδὲν ἀσθενέστερον, κἂν μυρίοις παραπετάσμασι συσκιάζηται. Εὐφώρατόν τε γὰρ καὶ οὕτω γίνεται, καὶ καταῤῥεῖ ῥᾳδίως. Ἡ δὲ ἀλήθεια γυμνὴ πρόκειται πᾶσι τοῖς βουλομένοις αὐτῆς τὴν ὥραν περισκοπεῖν· καὶ οὔτε λανθάνειν βούλεται, οὔτε κίνδυνον δέδοικεν, οὐκ ἐπιβουλὰς τρέμει, οὐ δόξης ἐφίεται τῆς παρὰ τῶν πολλῶν, οὐκ ἄλλῳ τινὶ τῶν ἀνθρωπίνων ἐστὶν ὑπεύθυνος· ἀλλὰ πάντων ἕστηκεν ἀνωτέρω, δεχομένη μὲν μυρίας ἐπιβουλὰς, μένουσα δὲ ἀκαταγώνιστος, καὶ τοὺς πρὸς αὐτὴν καταφεύγοντας, ὥσπερ ἐν ἀσφαλεῖ τειχίῳ φυλάττουσα, τῇ τῆς οἰκείας δυνάμεως ὑπερβολῇ, καὶ τὰς μὲν λαθραίους ἐκτρεπομένη καταδύσεις, πᾶσι δὲ εἰς τὸ μέσον προτιθεῖσα τὰ παρ' ἑαυτῆς. Τοῦτο γοῦν καὶ ὁ Χριστὸς τῷ Πιλάτῳ διαλεγόμενος ἐδήλου λέγων· Ἐγὼ πάντοτε παῤῥησίᾳ ἐδίδαξα, καὶ ἐν κρυφῇ ἐλάλησα οὐδέν. Τοῦτο καὶ τότε εἶπε, καὶ νῦν ἔπραξεν. Μετὰ ταῦτα ἦλθεν εἰς τὴν Ἰουδαίαν γῆν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ διέτριβε, καὶ ἐβάπτιζεν. Ἐν μὲν γὰρ ταῖς ἑορταῖς εἰς τὴν πόλιν ἀνῄει, ὥστε ἐν μέσοις αὐτοῖς προτιθέναι τὰ δόγματα, καὶ τὴν ἀπὸ τῶν θαυμάτων ὠφέλειαν· μετὰ δὲ τὸ λυθῆναι τὰς ἑορτὰς, ἐπὶ τὸν Ἰορδάνην πολλάκις ἤρχετο, ἐπειδὴ καὶ ἐνταῦθα πολλοὶ συνέτρεχον. Τοὺς δὲ πολυοχλοῦντας ἀεὶ κατελάμβανε τόπους, οὐκ ἐπιδεικνύμενος οὐδὲ φιλοτιμούμενος, ἀλλὰ πλείοσι τὴν παρ' ἑαυτοῦ παρέχειν ὠφέλειαν σπουδάζων. Καίτοι προϊών φησιν ὁ Εὐαγγελιστὴς, ὅτι Ἰησοῦς οὐκ ἐβάπτιζεν, ἀλλ' οἱ μαθηταὶ αὐτοῦ· ὅθεν δῆλον, ὅτι καὶ ἐνταῦθα τοῦτο λέγει, ὅτι αὐτοὶ ἐβάπτιζον μόνοι. Καὶ τίνος ἕνεκεν, φησὶν, οὐκ ἐβάπτιζεν; Προλαβὼν Ἰωάννης εἶπεν, ὅτι Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ, καὶ πυρί· Πνεῦμα δὲ οὔπω ἦν δεδωκώς. Εἰκότως οὖν οὐκ ἐβάπτιζεν· οἱ δὲ μαθηταὶ τοῦτο ἔπραττον, βουλόμενοι πολλοὺς προσάγειν τῇ σωτηριώδει διδασκαλίᾳ. Καὶ τί δήποτε, τῶν μαθητῶν τοῦ Ἰησοῦ βαπτιζόντων, οὐκ ἐπαύσατο Ἰωάννης τοῦτο ποιῶν, ἀλλὰ μεμένηκε καὶ αὐτὸς βαπτίζων, καὶ μέχρι τῆς εἰς τὸ δεσμωτήριον εἰσαγωγῆς τοῦτο ἔπραττε; Τὸ γὰρ εἰπεῖν, Ἦν δὲ καὶ Ἰωάννης βαπτίζων ἐν Αἰνών· καὶ ἐπαγαγεῖν, Οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν, δηλοῦντος ἦν, ὅτι ἕως τότε οὐκ ἐπαύσατο τοῦτο ποιῶν. Καὶ τίνος, φησὶν, ἕνεκεν ἕως τότε ἐβάπτιζε; καίτοι γε σεμνοτέρους ἂν ἀπέφηνε τοὺς μαθητὰς τοῦ Ἰησοῦ, εἴ γε ἐκείνων ἀρξαμένων αὐτὸς ἐπαύσατο. Τίνος οὖν ἕνεκεν ἐβάπτιζεν; Ἵνα μὴ τοὺς ἑαυτοῦ μαθητὰς εἰς πλείονα ζῆλον ἐμβάλῃ, καὶ φιλονεικοτέρους ἐργάσηται. Εἰ γὰρ μυριάκις βοῶν, καὶ τῶν πρωτείων ἀεὶ τῷ Χριστῷ παραχωρῶν, καὶ τοσοῦτον ἑαυτὸν ἐλαττῶν, οὐκ ἔπεισεν αὐτοὺς αὐτῷ προσδραμεῖν· εἰ καὶ τοῦτο προσέθηκε, πολλῷ φιλονεικοτέρους ἂν ἐποίησε. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τότε μάλιστα ἤρξατο κηρύττειν, ὅτε ἐκποδὼν ὁ Ἰωάννης ἐγένετο. Οἶμαι δὲ καὶ διὰ τοῦτο συγχωρηθῆναι τὴν τελευτὴν Ἰωάννου καὶ ταχίστην αὐτῷ γενέσθαι, ὥστε πᾶσαν τοῦ πλήθους τὴν διάθεσιν ἐπὶ τὸν Χριστὸν μετελθεῖν, καὶ μηκέτι ταῖς περὶ ἀμφοτέρων ἑαυτοὺς σχίζεσθαι γνώμαις. Χωρὶς δὲ τούτων, καὶ ἐν τῷ βαπτίζειν οὐκ ἐπαύσατο συνεχῶς παραινῶν, καὶ μεγάλα καὶ σεμνὰ δεικνὺς τὰ τοῦ Ἰησοῦ. Ἐβάπτιζε δι' οὐδὲν ἕτερον, ἢ μόνον εἰς τὸν ἐρχόμενον μετ' αὐτὸν, ἵνα πιστεύσωσιν. Ὁ τοίνυν τοῦτο κηρύττων, πῶς ἂν σεμνοὺς ἀπέφηνε τοὺς μαθητὰς τοῦ Χριστοῦ; Παυσάμενος γὰρ, τοὐναντίον ἂν ἔδοξε ζήλῳ ἢ ὀργῇ τοῦτο ποιεῖν· τῷ δὲ ἐπιμεῖναι κηρύττων, ἰσχυρότερα ταῦτα ἀπέφηνε. Οὐ γὰρ ἑαυτῷ τὴν δόξαν ἐκτᾶτο, ἀλλὰ τῷ Χριστῷ παρέπεμπε τοὺς ἀκροωμένους, καὶ οὐχ ἧττον τῶν μαθητῶν αὐτῷ συνέπραττεν, ἀλλὰ καὶ πολλῷ μᾶλλον, ὅσῳ καὶ ἀνύποπτος αὐτοῦ ἡ μαρτυρία ἦν, καὶ πολλῷ μείζονα δόξαν παρὰ πᾶσιν εἶχεν ἐκείνων. Ὅπερ οὖν καὶ ὁ Εὐαγγελιστὴς αἰνιττόμενος ἔλεγεν, ὅτι Ἐξήρχοντο, καὶ ἐβαπτίζοντο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία καὶ ἡ περίχωρος τοῦ Ἰορδάνου. Καὶ τῶν μαθητῶν δὲ βαπτιζόντων, οὐ διέλιπον πολλοὶ πρὸς αὐτὸν τρέχοντες. Εἰ δέ τις ἐξετάζοι, καὶ τί πλέον εἶχε τὸ τῶν μαθητῶν βάπτισμα, τοῦ Ἰωάννου; ἐροῦμεν, ὅτι οὐδέν. Ἑκάτερα γὰρ ὁμοίως τῆς ἐκ τοῦΠνεύματος χάριτος ἄμοιρα ἦν, καὶ αἰτία μία ἀμφοτέροις ἦν τοῦ βαπτίζειν, τὸ τῷ Χριστῷ προσάγειν τοὺς βαπτιζομένους. Ἵνα γὰρ μὴ ἀεὶ περιτρέχοντες οὕτω συνάγωσι τοὺς ὀφείλοντας πιστεύειν, ὅπερ ἐπὶ τοῦ Σίμωνος ὁ ἀδελφὸς ἐποίησε, καὶ ἐπὶ τοῦ Ναθαναὴλ ὁ Φίλιππος, τὸ βαπτίσαι ἐνεστήσαντο, ὥστε δι' αὐτοῦ ἅπαντας ἐπάγεσθαι ἀπονητὶ, καὶ τῇ μελλούσῃ προοδοποιεῖν πίστει. Ὅτι δὲ οὐδὲν πλέον εἶχεν ἀλλήλων τὰ βαπτίσματα, τὰ ἐχόμενα δηλοῖ. Ποῖα δὴ ταῦτα; Ἐγένετο, φησὶ, ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ. Ζηλοτύπως γὰρ ἔχοντες ἀεὶ πρὸς τοὺς τοῦ Χριστοῦ μαθητὰς οἱ μαθηταὶ Ἰωάννου, καὶ πρὸς αὐτὸν δὲ τὸν Χριστὸν, ἐπειδὴ εἶδον αὐτοὺς βαπτίζοντας, ἤρξαντο διαλέγεσθαι πρὸς τοὺς βαπτιζομένους, ὡς τοῦ παρ' αὐτοῖς βαπτίσματος πλέον τι τοῦ τῶν μαθητῶν τοῦ Χριστοῦ ἔχοντος. Καὶ λαβόντες ἕνα τῶν βαπτισθέντων, ἐπεχείρουν τοῦτον πείθειν, ἀλλ' οὐκ ἔπειθον. Ὅτι γὰρ αὐτοὶ οἱ ἐπιδραμόντες εἰσὶν, ἀλλ' οὐκ ἐκεῖνος ἐζήτησεν, ἄκουσον πῶς τοῦτο ὁ Εὐαγγελιστὴς ᾐνίξατο. Οὐ γὰρ εἶπεν, ὅτι Ἰουδαῖός τις μετ' αὐτῶν ἐζήτησεν, ἀλλ' ὅτι ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου ἐγένετο μετὰ Ἰουδαίου τινὸς περὶ καθαρισμοῦ.
29.2.1
Σκόπει δέ μοι καὶ τὸ ἀνεπαχθὲς τοῦ Εὐαγγελιστοῦ. Οὐ γὰρ καταφορικῶς ἐχρήσατο τῷ λόγῳ· ἀλλ' ὅση δύναμις, παραμυθεῖται τὸ ἔγκλημα, ζήτησιν γενέσθαι ἁπλῶς λέγων· ἐπεὶ ὅτι γε ἀπὸ ζηλοτυπίας ἐλέγετο τὰ λεγόμενα, τὰ ἑξῆς δηλοῖ, ἃ καὶ αὐτὰ ἀνεπαχθῶς τέθεικεν. Ἦλθον γὰρ, φησὶ, πρὸς τὸν Ἰωάννην, καὶ εἶπον αὐτῷ· Ῥαββὶ, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν· τουτέστιν, ὃν ἐβάπτισας σύ. Τοῦτο γὰρ αἰνίττονται λέγοντες, Ὧ σὺ μεμαρτύρηκας· οἷον, ὃν σὺ λαμπρὸν ἔδειξας, καὶ περίβλεπτον ἐποίησας, τὰ αὐτά σοι τολμᾷ. Ἀλλ' οὐκ εἶπον, ὃν σὺ ἐβάπτισας· ἦ γὰρ ἂν ἠναγκάσθησαν καὶ τῆς φωνῆς ἀναμνῆσαι τῆς ἄνωθεν κατενεχθείσης, καὶ τῆς τοῦ Πνεύματος ἐπιφοιτήσεως· ἀλλὰ τί; Ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας· τουτέστιν, ὃς μαθητοῦ τάξιν ἐπεῖχεν, ὃς ἡμῶν πλέον εἶχεν οὐδὲν, οὗτος ἑαυτὸν ἀποσχίσας βαπτίζει. Οὐ τούτῳ δὲ μόνον ᾤοντο παρακνίζειν αὐτὸν, ἀλλὰ καὶ τῷ τὰ αὐτῶν παρευδοκιμεῖσθαι λοιπόν· Πάντες γὰρ, φησὶν, ἔρχονται πρὸς αὐτόν. Ὅθεν δῆλον, ὅτι οὔτε τοῦ Ἰουδαίου περιεγένοντο, μεθ' οὗ τὴν ζήτησιν ἔσχον. Ταῦτα δὲ ἔλεγον, ἀτελέστερον ἔτι διακείμενοι, καὶ οὐδέπω φιλοτιμίας ὄντες καθαροί. Τί οὖν ὁ Ἰωάννης; Οὐδὲ αὐτὸς αὐτοῖς σφοδρῶς ἐπιτιμᾷ, δεδοικὼς μὴ καὶ αὐτοῦ πάλιν ἀποσχισθέντες ἕτερόν τι κακὸν ἐργάσωνται· ἀλλὰ τί φησι; Οὐδεὶς δύναται ἀνθρώπων λαμβάνειν οὐδὲν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Εἰ δὲ ταπεινότερον φθέγγεται περὶ τοῦ Χριστοῦ, μὴ θαυμάσῃς· οὐ γὰρ ἦν τοιούτῳ πάθει προκατειλημμένους ἀθρόον καὶ ἐκ προοιμίων διδάξαι τὸ πᾶν· ἀλλὰ θέλει τέως αὐτοὺς καταπλῆξαι καὶ φοβῆσαι, καὶ δεῖξαι ὅτι οὐχ ἑτέρῳ, ἀλλ' ἢ τῷ Θεῷ πολεμοῦσιν, αὐτῷ πολεμοῦντες. Ὅπερ οὖν καὶ ὁ Γαμαλιὴλ ἔλεγεν· Οὐ δύνασθε καταλῦσαι αὐτὸ, μήποτε καὶ θεομάχοι εὑρεθῆτε· τοῦτο καὶ αὐτὸς λανθανόντως ἐνταῦθα κατασκευάζει. Τὸ γὰρ εἰπεῖν, Οὐδεὶς δύναται λαμβάνειν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ, ἐντεῦθεν οὐδὲν ἄλλο δηλοῦντός ἐστιν, ἢ ὅτι καὶ ἀδυνάτοις ἐπιχειροῦσι, καὶ ὅτι θεομάχοι ἐντεῦθεν πάλιν εὑρίσκονται. Τί οὖν; οἱ περὶ Θευδᾶν οὐκ ἔλαβον ἀφ' ἑαυτῶν; Ἔλαβον, ἀλλ' εὐθέως διελύθησαν καὶ ἀπώλοντο· τὰ δὲ τοῦ Χριστοῦ οὐ τοιαῦτα. Ἐντεῦθεν αὐτοὺς καὶ παραμυθεῖται ἠρέμα, δεικνὺς ὅτι οὐκ ἄνθρωπος, ἀλλὰ Θεός ἐστιν ὁ παρευδοκιμῶν αὐτούς. Ὅθεν εἰ καὶ λαμπρὰ τὰ ἐκείνου, καὶ πάντες πρὸς αὐτὸν ἔρχονται, θαυμάζειν οὐ χρή· τοιαῦτα γὰρ τὰ θεῖα, καὶ Θεός ἐστιν ὁ ταῦτα κατασκευάζων· οὐδὲ γὰρ τοσαῦτα ἴσχυσέ ποτε Τὰ μὲν οὖν ἀνθρώπινα ἅπαντα, εὐφώρατα καὶ σαθρὰ, καὶ καταῤῥεῖ ταχέως καὶ ἀπόλλυται· ταῦτα δὲ οὐ τοιαῦτα· οὐκ ἄρα ἀνθρώπινα. Καὶ ὅρα πῶς ὅτε εἶπον, Ὧ σὺ μεμαρτύρηκας, τότε καὶ τοῦτο ὃ ᾤοντο προβαλέσθαι εἰς τὴν τοῦ Χριστοῦ καθαίρεσιν, εἰς αὐτοὺς αὐτὸ περιέτρεψεν. Καὶ γὰρ πρότερον δείξας ὅτι οὐ παρὰ τῆς αὐτοῦ μαρτυρίας τὸ λάμψαι αὐτῷ γέγονε, μετὰ ταῦτα ἐντεῦθεν αὐτοὺς ἐπιστομίζει, Οὐ δύναται, λέγων, ἄνθρωπος ἀφ' ἑαυτοῦ λαμβάνειν οὐδὲ ἓν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Τί ἐστι τοῦτο; Εἰ ὅλως ἔχεσθε τῆς ἐμῆς μαρτυρίας, φησὶ, καὶ ἀληθῆ ταύτην ἡγεῖσθε, μάθετε ὅτι διὰ ταύτην μάλιστα οὐκ ἐμὲ ἐκείνου, ἀλλ' ἐκεῖνον ἐμοῦ προτιμᾷν ἐχρῆν. Τί γὰρ ἐμαρτύρησα; Ὑμᾶς καλῶ τούτου μάρτυρας. Διὸ καὶ ἐπάγει· Αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε, ὅτι εἶπον, ὅτι Οὐκ εἰμὶ ἐγὼ Χριστὸς, ἀλλ' ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. Εἰ τοίνυν ἐχόμενοι τῆς ἐμῆς μαρτυρίας ταῦτα προτείνεσθέ μοι λέγοντες, Ὧ σὺ μεμαρτύρηκας, οὐ μόνον οὐδὲν ἠλάττωται ἐκ τοῦ τὴν ἐμὴν δέξασθαι μαρτυρίαν, ἀλλὰ πλεονεκτεῖ μάλιστα ἐκ τούτου· ἄλλως τε οὐδὲ ἐμὴ ἡ μαρτυρία, ἀλλὰ τοῦ Θεοῦ ἦν. Ὥστε εἰ ἀξιόπιστος ὑμῖν εἶναι δοκῶ, μετὰ τῶν ἄλλων καὶ τοῦτο εἶπον, ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. Ὁρᾷς πῶς δείκνυσι κατὰ μικρὸν θείαν τὴν φωνὴν οὖσαν; Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστι· Διάκονός εἰμι, καὶ τὰ τοῦ πέμψαντος λέγω, οὐκ ἀνθρωπίνῃ χάριτι κολακεύων αὐτὸν, ἀλλὰ τῷ Πατρὶ αὐτοῦ τῷ πέμψαντί με διακονούμενος. Οὐκ ἄρα ἐχαρισάμην τὴν μαρτυρίαν, ἀλλ' ὅπερ ἀπεστάλην εἰπεῖν, εἶπον. Μὴ τοίνυν διὰ τοῦτο νομίσητε μέγαν εἶναι ἐμέ. Τοῦτο γὰρ ἐκεῖνον δείκνυσι μέγαν. Ὁ γὰρ Κύριος τῶν πραγμάτων ἐκεῖνός ἐστιν. Ὃ καὶ δηλῶν πάλιν ἐπάγει καὶ λέγει· Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. Καὶ πῶς ὁ εἰπὼν, Οὐκ εἰμὶ ἄξιος λῦσαι αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος, φίλον αὐτοῦ νῦν φησιν ἑαυτὸν εἶναι; Οὐκ ἐπαίρων τὸ καθ' ἑαυτὸν, οὐδὲ κομπάζων ταῦτα λέγει, ἀλλὰ δεῖξαι βουλόμενος, ὅτι καὶ αὐτὸς τοῦτο μάλιστα σπεύδει, καὶ οὔτε ἄκοντος αὐτοῦ οὐδὲ λυπουμένου ταῦτα γίνεται, ἀλλ' ἐπιθυμοῦντος καὶ σπουδάζοντος, καὶ ὅτι ταῦτά ἐστιν ὑπὲρ ὧν μάλιστα πάντα ἔπραττεν· ἃ καὶ σφόδρα συνετῶς διὰ τῆς τοῦ φίλου προσηγορίας ἐδήλωσεν. Οὐ γὰρ οὕτως οἱ διάκονοι τοῦ νυμφίου, ὡς οἱ φίλοι χαίρουσι καὶ εὐφραίνονται ἐν τοῖς τοιούτοις. Οὐ τοίνυν τὸ ὁμότιμον· ἄπαγε· ἀλλὰ τὸ πολὺ τῆς ἡδονῆς παραστῆσαι βουλόμενος, ἅμα δὲ καὶ συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ, φίλον ἑαυτὸν λέγει εἶναι. Ἐπεὶ καὶ τὴν διακονίαν ᾐνίξατο τῷ εἰπεῖν, ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. Διὰ δὴ ταῦτα καὶ τὸ νομίζειν αὐτοὺς δάκνεσθαι τοῖς γινομένοις, φίλον ἑαυτὸν ἐκάλεσε τοῦ νυμφίου, δεικνὺς ὅτι οὐ μόνον οὐ δάκνεται, ἀλλὰ καὶ σφόδραχαίρει. Ἐπεὶ τοίνυν τοῦτο παρεγενόμην ἀνύσαι, τοσοῦτον ἀπέχω τοῦ ἀλγῆσαι τοῖς πραττομένοις, ὅτι τότε μάλιστα ἂν ἤλγησα, εἰ μὴ τοῦτο ἐγένετο. Εἰ μὴ γὰρ προσῆλθεν ἡ νύμφη τῷ νυμφίῳ, τότε ἂν ἐδήχθην· ἀλλ' οὐχὶ νῦν, φησὶν, ὅταν τὰ ἡμέτερα ἤνυσται. Καὶ γὰρ τῶν ἐκείνου προκοπτόντων, ἡμεῖς ἐσμεν οἱ εὐδοκιμοῦντες· ὃ γὰρ ἐβουλόμεθα, γέγονε, καὶ ἐπιγινώσκει τὸν νυμφίον ἡ νύμφη. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε αὐτοὶ λέγοντες, ὅτι Πάντες ἔρχονται πρὸς αὐτόν. Τοῦτο γὰρ καὶ ἐσπούδαζον, καὶ διὰ τοῦτο πάντα ἔπραττον. Ὅθεν καὶ τοῦτο νῦν ἐκβεβηκὸς ὁρῶν, χαίρω καὶ ἀγάλλομαι καὶ σκιρτῶ.
29.3.1
Τί δέ ἐστιν, Ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου; Ἀπὸ τῆς παραβολῆς τὸν λόγον μετήγαγεν ἐπὶ τὸ προκείμενον. Ἐπειδὴ γὰρ νυμφίου καὶ νύμφης ἐμνημόνευσε, δείκνυσιν, ἡ νυμφαγωγία πῶς γίνεται, ὅτι διὰ φωνῆς καὶ διδασκαλίας. Οὕτω γὰρ καὶ ἡ Ἐκκλησία ἁρμόζεται τῷ Θεῷ. Διὸ καὶ Παῦλος ἔλεγεν· Ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ. Διὰ ταύτην οὐκοῦν ἐγὼ χαίρω τὴν φωνήν. Καὶ τὸ Ὁ ἑστηκῶς δὲ, οὐχ ἁπλῶς τέθεικεν, ἀλλὰ δηλῶν ὅτι τὰ αὐτοῦ πέπαυται, καὶ ὅτι αὐτὸν λοιπὸν ἑστάναι χρὴ καὶ ἀκούειν, ἐκείνῳ παραδόντα τὴν νύμφην· καὶ ὅτι λειτουργός ἐστι καὶ διάκονος, καὶ τὰ τῆς χρηστῆς ἐλπίδος αὐτῷ καὶ τῆς εὐφροσύνης ἐξῆλθεν εἰς ἔργον. Διὸ καὶ ἐπάγει τοῦτο δεικνύς· Αὕτη οὖν ἡ ἐμὴ χαρὰ πεπλήρωται· τουτέστιν, ἤνυσται παρ' ἐμοῦ τὸ ἔργον, ὃ γενέσθαι ἔδει, καὶ πλέον οὐδὲν δυνάμεθα ἐργάσασθαι λοιπόν. Εἶτα οὐχὶ τὴν παροῦσαν μόνον, ἀλλὰ καὶ τὴν μέλλουσαν τοῦ πάθους αὔξησιν γίνεσθαι κωλύων, καὶ περὶ τῶν μελλόντων ἀποφαίνεται λέγων, ἀπὸ τῶν εἰρημένων τε καὶ γεγενημένων ἤδη καὶ ταῦτα πιστούμενος· διὸ ἐπάγει λέγων, Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι· τουτέστι, τὰ μὲν ἡμέτερα ἔστη, καὶ ἐπαύσατο λοιπὸν, αὐξάνει δὲ τὰ ἐκείνου. Τοῦτο οὖν ὃ δεδοίκατε, οὐχὶ νῦν ἔσται μόνον, ἀλλὰ καὶ πολλῷ μᾶλλον προϊόν. Τοῦτο γάρ ἐστιν ὃ μάλιστα λαμπρὰ δείκνυσι τὰ ἡμέτερα. Διὰ τοῦτο δὴ καὶ ἦλθον, καὶ χαίρω ὅτι τὰ αὐτοῦ πολλὴν ἔλαβε τὴν ἐπίδοσιν, καὶ γέγονε ταῦτα δι' ἅπερ πάντα τὰ παρ' ἡμῶν ἐγένετο. Εἶδες πῶς ἠρέμα καὶ μετὰ πολλῆς τῆς σοφίας τό τε πάθος αὐτῶν κατεπράϋνε, καὶ τὴν βασκανίαν ἔσβεσε, καὶ ἀδυνάτοις ἐπιχειροῦντας ἔδειξεν, ᾧ μάλιστα παύεται κακία; Διὰ τοῦτο γὰρ καὶ ᾠκονομήθη, ἔτι ζῶντος αὐτοῦ καὶ βαπτίζοντος, ταῦτα γενέσθαι, ἵνα αὐτὸν μάρτυρα τῆς ὑπεροχῆς ἔχωσι, καὶ μηδεμίαν, εἰ μὴ πείθοιντο, ἀπολογίαν ἔχειν. Οὐδὲ γὰρ ἀφ' ἑαυτοῦ ἐπὶ τὸ ταῦτα εἰπεῖν ἦλθεν, οὔτε ἑτέρων ἐρωτησάντων· αὐτοὶ γὰρ ἦσαν καὶ οἱ πυθόμενοι καὶ οἱ ἀκούσαντες. Οὐδὲ γὰρ οὕτως ἀφ' ἑαυτοῦ λέγοντι ἐπείθοντο, ὡς αὐτοκατάκριτον τὴν ψῆφον εἶχον, μετὰ τὴν ἐρώτησιν ἀκούοντες ἀποκρινομένου· ὥσπερ οὖν καὶ Ἰουδαῖοι καὶ διὰ τοῦτο μάλιστα δὴ, τὸ οἴκοθεν ἀποστεῖλαι πρὸς αὐτὸν, καὶ ἀκοῦσαι ἅπερ ἤκουσαν, καὶ μὴ πεισθῆναι, πάσης ἑαυτοὺς ἀπολογίας ἐξέβαλον. Τί τοίνυν ἐντεῦθεν παιδευόμεθα; Ὅτι πάντων αἴτιον τῶν κακῶν ἡ κενοδοξία. Τοῦτο γὰρ αὐτοὺς ἐπὶ τὴν ζηλοτυπίαν ἤγαγε· τοῦτο πάλιν αὐτοὺς μικρὸν λωφήσαντας διήγειρε· διὸ καὶ προσελθόντες τῷ Ἰησοῦ λέγουσι· Διατί οἱ μαθηταί σου οὐ νηστεύουσι; Φύγωμεν τοίνυν, ἀγαπητοὶ, τὸ πάθος. Ἂν γὰρ τοῦτο φύγωμεν, τῆς γεέννης ἀπαλλαγησόμεθα. Τοῦτο γὰρ μάλιστα αὐτοῖς ἀνάπτει τὸ πῦρ· οὕτω πανταχοῦ τὴν ἀρχὴν ἐξέτεινε τὴν ἑαυτοῦ, καὶ ἡλικίαν πᾶσαν καὶ ἀξίαν κατέχει τυραννικῶς. Τοῦτο τὰς Ἐκκλησίας ἄνω καὶ κάτω πεποίηκε, τοῦτο καὶ τοῖς πολιτικοῖς λυμαίνεται πράγμασι, τοῦτο καὶ οἰκίας ὁλοκλήρους ἀνέτρεψε, καὶ πόλεις, καὶ δήμους καὶ ἔθνη. Καὶ τί θαυμάζεις, ὅπου γε καὶ εἰς τὴν ἔρημον ἐξῆλθε, καὶ πολλὴν αὐτοῦ κἀκεῖ τὴν δύναμιν ἐπεδείξατο; Οἱ γὰρ πολλὰ χρήμασι χαίρειν εἰπόντες, καὶ τῇ τοῦ κόσμου φαντασίᾳ πάσῃ. καὶ μηδενὶ συγγινόμενοι, καὶ τῆς τυραννικωτέρας τῶν σωμάτων κρατοῦντες ἐπιθυμίας, οὗτοι πολλάκις, ἁλόντες ὑπὸ κενοδοξίας, πάντα ἀπώλεσαν. Διὰ τοῦτο τὸ πάθος ὁ πολλὰ καμὼν τοῦ μηδὲν καμόντος, ἀλλὰ μυρία ἁμαρτόντος, ὁ Φαρισαῖος τοῦ Τελώνου, διὰ τοῦτο τὸ νόσημα, ἧττον ἔχων ἀπῆλθεν. Ἀλλὰ τὸ μὲν κατηγορεῖν τοῦ πάθους, οὐδὲν ἔργον ἐστὶ, (πάντες γὰρ τὰ αὐτὰ ψηφίζονται), τὸ δὲ ζητούμενον, ὅπως αὐτοῦ περιγενώμεθα. Πῶς οὖν αὐτοῦ περιγενώμεθα; Ἂν ἀντιστήσωμεν δόξαν δόξῃ. Ὥσπερ γὰρ τοῦ τῆς γῆς πλούτου καταφρονοῦμεν, ὅταν πρὸς ἕτερον ἴδωμεν πλοῦτον, καὶ τῆς ζωῆς ταύτης ὑπερορῶμεν, ὅταν ἐννοήσωμεν τὴν πολλῷ ταύτης ἀμείνω· οὕτω καὶ δόξαν τὴν ἐνταῦθα διαπτύσαι δυνησόμεθα, ὅταν τὴν ταύτης ἐννοήσωμεν μακρῷ σεμνοτέραν, τὴν ὄντως δόξαν. Ἡ μὲν γὰρ κενή τις ἐστὶ καὶματαία, ὄνομα ἔχουσα πράγματος ἔρημον· ἐκείνη δὲ ἀληθὴς, ἡ ἀπὸ τῶν οὐρανῶν, οὐκ ἀνθρώπους, ἀλλ' ἀγγέλους καὶ ἀρχαγγέλους, καὶ τὸν τῶν ἀρχαγγέλων Δεσπότην, μᾶλλον δὲ μετ' αὐτοῦ καὶ τοὺς ἀνθρώπους ἐπαινέτας ἔχουσα. Ἂν πρὸς ἐκεῖνο τὸ θέατρον ἴδῃς, ἂν τοὺς ἐκεῖ μάθῃς στεφάνους, ἂν πρὸς τὸν ἐκεῖθεν κρότον σεαυτὸν μεταθῇς, οὐδέποτέ σε δυνήσεται τὰ ἐνταῦθα κατασχεῖν, οὐδὲ γινόμενα ἡγήσῃ μεγάλα, οὐδὲ ἀπόντα ζητήσεις. Καὶ γὰρ ἐν τοῖς βασιλείοις τούτοις οὐδεὶς τῶν τῷ βασιλεῖ παρεστηκότων δορυφόρων, ἀφεὶς ἀρέσαι τῷ τὸ διάδημα ἔχοντι καὶ ἐπὶ τοῦ θρόνου καθημένῳ, κολοιῶν περιεργάζεται φωνὰς, ἢ μυιῶν καὶ κωνώπων περιιπταμένων καὶ βομβούντων θόρυβον· οὐδὲν γὰρ τούτων ἄμεινον αἱ τῶν ἀνθρώπων εὐφημίαι διάκεινται. Εἰδότες τοίνυν τῶν ἀνθρωπίνων τὴν εὐτέλειαν, πάντα εἰς τοὺς ἀσύλους συναγάγωμεν θησαυροὺς, καὶ τὴν μένουσαν καὶ ἀκίνητον δόξαν ἐπιζητῶμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note