In Joannem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
31.0.1
Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπιστῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν.
31.1.1
Πολὺ τῆς συγκαταβάσεως τὸ κέρδος ἐν ἅπασι δείκνυται πράγμασιν. Οὕτω τὰς τέχνας κατωρθώσαμεν, οὐκ ἀθρόον παρὰ τῶν διδασκάλων πάντα μανθάνοντες· οὕτω πόλεις ἐδειμάμεθα, ἠρέμα καὶ κατὰ μικρὸν αὐτὰς συνιστῶντες· οὕτω τὴν ζωὴν διακρατοῦμεν τὴν ἡμετέραν. Καὶ μὴ θαυμάσῃς εἰ ἐπὶ τῶν βιωτικῶν τὸ πρᾶγμα τοσαύτην ἔχει τὴν ἰσχὺν, ὅπου γε καὶ ἐν τοῖς πνευματικοῖς πολλὴν ἄν τις εὕροι ταύτης τῆς σοφίας οὖσαν τὴν δύναμιν. Οὕτω γὰρ καὶ ἠδυνήθησαν ἀπαλλαγῆναι τῆς εἰδωλολατρείας Ἰουδαῖοι, ἠρέμα καὶ κατὰ μικρὸν ἐναγόμενοι, καὶ μηδὲν ἐξ ἀρχῆς ὑψηλὸν ἀκούοντες, μήτε δογμάτων, μήτε πολιτείας ἕνεκεν. Οὕτω μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν, ὅτε καὶ ὑψηλοτέρων δογμάτων ὁ καιρὸς ἦν, ἅπαντας προσήγοντο οἱ ἀπόστολοι, οὐδὲν ἐκ πρώτης ὑψηλὸν φθεγγόμενοι. Οὕτω καὶ ὁ Χριστὸς τοῖς πλείοσι διελέγετο παρὰ τὴν ἀρχήν. Οὕτω καὶ Ἰωάννης ἐποίησε νῦν, ὡς περὶ ἀνθρώπου διαλεγόμενός τινος θαυμαστοῦ, καὶ τὰ ὑψηλὰ συνεσκιασμένως παρεντιθείς. Ἀρχόμενος γοῦν οὕτως ἔλεγεν· Οὐ δύναται ἄνθρωπος ἀφ' ἑαυτοῦ λαμβάνειν οὐδέν. Εἶτα ὑψηλόν τι συνάψας καὶ εἰπὼν, Ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος, ἐπάνω πάντων ἐστὶ, πάλιν εἰς τὰ ταπεινὰ τὸν λόγον κατάγει, λέγων ἄλλα τε πολλὰ, καὶ ὅτι, Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα· εἶτα ἐπάγει, λέγων· Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Εἶτα καὶ εἰδὼς ἀπὸ τοῦ λόγου τῆς κολάσεως γινομένη τὴν ὄνησιν, καὶ οὐχ οὕτω τῇ τῶν χρηστῶν ἐπαγγελίᾳ τοὺς πολλοὺς ἐπαγομένους, ὡς τῇ τῶν φοβερῶν ἀπειλῇ, ἐνταῦθα κατακλείει τὸν λόγον λοιπὸν, καὶ φησίν· Ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν. Πάλιν κἀνταῦθα ἐπὶ τὸν Πατέρα ἀνάγει τὸν τῆς κολάσεως λόγον. Οὐ γὰρ εἶπεν, ἡ ὀργὴ τοῦ Υἱοῦ, καίτοι γε αὐτός ἐστιν ὁ κριτής· ἀλλὰ τὸν Πατέρα αὐτοῖς ἐπέστησε, μᾶλλον φοβῆσαι βουλόμενος. Ἆρα οὖν ἀρκεῖ τὸ πιστεῦσαι εἰς τὸν Υἱὸν, φησὶ, πρὸς τὸ ζωὴν ἔχειν αἰώνιον; Οὐδαμῶς. Καὶ ἄκουε τοῦ Χριστοῦ τοῦτο δεικνύντος καὶ λέγοντος· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ ἡεἰς τὸ Πνεῦμα δὲ βλασφημία ἀρκεῖ καὶ μόνη εἰς γέενναν ἐμβαλεῖν. Καὶ τί λέγω περὶ μέρους δόγματος; Κἂν γὰρ εἰς τὸν Πατέρα τις καὶ τὸν Υἱὸν ὀρθῶς πιστεύσῃ, καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, βίον δὲ μὴ ἔχῃ ὀρθὸν, οὐδὲν αὐτῷ κέρδος τῆς πίστεως εἰς σωτηρίαν. Οὐκοῦν καὶ ὅταν λέγῃ, Αὕτη γάρ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, μὴ νομίσωμεν ἀρκεῖν ἡμῖν εἰς σωτηρίαν τὸ λεγόμενον. Δεῖ γὰρ ἡμῖν καὶ βίου καὶ πολιτείας ἀκριβεστάτης· ἐπεὶ καὶ ἐνταῦθα εἴρηκεν, Ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον· ἀλλὰ τὸ τούτου ἑξῆς τέθεικε σφοδρότερον. Οὐδὲ γὰρ ἀπὸ τῶν χρηστῶν μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἐναντίων τὸν λόγον ὑφαίνει. Καὶ ὅρα πῶς. Ἐπήγαγε γάρ· Ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν. Ἀλλ' ὅμως οὐδὲ ἐντεῦθέν φαμεν ἀρκεῖν τὴν πίστιν εἰς σωτηρίαν μόνην. Καὶ δείκνυσι τὰ περὶ βίου πολλαχοῦ τῶν Εὐαγγελίων εἰρημένα. Διά τοι τοῦτο οὐκ εἶπεν, αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ μόνη· οὐδὲ, ὁ πιστεύων εἰς τὸν Υἱὸν μόνον ἔχει αἰώνιον ζωήν· ἀλλ' ἐν ἑκατέρῳ τοῦτο ἐμφαίνει, ὅτι ἔχει ζωὴν τὸ πρᾶγμα. Ἂν μέντοι τὰ τῆς πολιτείας μὴ ἀκολουθῇ, πολλὴ ἕψεται ἡ κόλασις. Καὶ οὐκ εἶπε, Μένει αὐτὸν, ἀλλ' Ἐπ' αὐτὸν, δηλῶν ὅτι οὐδέποτε ἀπ' αὐτοῦ ἀποστήσεται. Ἵνα γὰρ μὴ νομίσῃς θάνατον εἶναι πρόσκαιρον τὸ, Οὐκ ὄψεται ζωὴν, ἀλλὰ πιστεύσῃς ὅτι διηνεκὴς ἡ κόλασις, τοῦτο τέθεικε τὸ ῥῆμα, δεικνὺς ὅτι ἐνιζάνει αὐτῷ διηνεκῶς. Ἐποίησε δὲ τοῦτο, διὰ τούτων αὐτοὺς τῶν ῥημάτων ὠθῶν πρὸς τὸν Χριστόν. Διόπερ οὐδὲ ἰδίᾳ πρὸς αὐτοὺς τὴν παραίνεσιν ἐποιήσατο, ἀλλὰ καθολικὴν, καὶ ὡς ἂν μάλιστα αὐτοὺς ἐπαγαγέσθαι ἐδύνατο. Οὐ γὰρ εἶπεν, ἐὰν πιστεύσητε, καὶ, ἐὰν μὴ πιστεύσητε· ἀλλ' ἐπὶ τοῦ κοινοῦ προάγει τὸν λόγον, ὥστε ἀνύποπτα γενέσθαι τὰ λεγόμενα· καὶ σφοδρότερον ἢ ὁ Χριστὸς τοῦτο πεποίηκεν. Ὁ μὲν γὰρ Χριστὸς εἶπεν, ὅτι Ὁ μὴ πιστεύων ἤδη κέκριται· οὗτος δὲ, Οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν· καὶ μάλα εἰκότως. Οὐ γὰρ ὁμοίως ἦν αὐτόν τινα περὶ ἑαυτοῦ λέγειν, καὶ ἕτερον περὶ αὐτοῦ. Τὸν μὲν γὰρ Χριστὸν ἐνόμισαν ἂν φιλαυτίας ἕνεκεν ταῦτα πολλάκις φθέγγεσθαι καὶ κομπάζειν· ὁ δὲ Ἰωάννης ταύτης ἀπήλλακτο τῆς ὑποψίας. Εἰ δὲ μετὰ ταῦτα καὶ ὁ Χριστὸς σφοδροτέρῳ κέχρηται λόγῳ, ἀλλ' ὅτε μεγάλην τὴν περὶ αὐτοῦ δόξαν ἔσχον λοιπόν. Ὡς οὖν ἔγνω ὁ Ἰησοῦς, ὅτι ἤκουσαν οἱ Φαρισαῖοι, ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης (καίτοι γε αὐτὸς ὁ Ἰησοῦς οὐκ ἐβάπτιζεν, ἀλλ' οἱ μαθηταὶ αὐτοῦ), ἀνεχώρησεν ἀπὸ τῆς Ἰουδαίας, καὶ ἦλθεν εἰς τὴν Γαλιλαίαν. Αὐτὸς μὲν οὖν οὐκ ἐβάπτιζεν, οἱ δὲ ἀπαγγέλλοντες, βουλόμενοι διεγεῖραι τοὺς ἀκούοντας εἰς φθόνον, οὕτως ἀπήγγελλον. Τί δήποτε οὖν, φησὶν, ἀνεχώρει; Οὐ δειλίας ἕνεκεν; ἀλλ' ἐκκόπτων αὐτῶν τὴν βασκανίαν, καὶ παραμυθούμενος τὸν φθόνον. Δυνατὸς μὲν γὰρ ἦν καὶ ἐπελθόντας ἐπισχεῖν, ἀλλ' οὐκ ἐβούλετο συνεχῶς τοῦτο ποιεῖν, ὥστε μὴ ἀπιστεῖσθαι τῆς σαρκὸς τὴν οἰκονομίαν. Εἰ γὰρ συνεχῶς κρατούμενος διέφευγε, τοῦτο ἂν ὑπωπτεύθη παρὰ πολλοῖς. Διά τοι τοῦτο τὰ πολλὰ ἀνθρωπινώτερον ᾠκονόμει. Ὥσπερ γὰρ ἐβούλετο πιστευθῆναι ὅτι Θεὸς ἦν, οὕτως ὅτι Θεὸς ὢν, σάρκα ἐφόρει. Διὰ τοῦτο καὶ μετὰ τὴν ἀνάστασιν πρὸς τὸν μαθητὴν ἔλεγε· Ψηλάφησον καὶ ἴδε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει. Διὰ τοῦτο καὶ Πέτρῳ ἐπετίμησεν, εἰπόντι· Ἵλεώς σοι, οὐ μὴ ἔσται τοῦτο. Οὕτω σφόδρα αὐτῷ τὸ πρᾶγμα περισπούδαστον ἦν.
31.2.1
Ἐπεὶ καὶ τῶν τῆς Ἐκκλησίας δογμάτων οὐ μικρὸν τοῦτο τὸ μέρος ἐστὶ, καὶ τῆς ὑπὲρ ἡμῶν σωτηρίας τὸ κεφάλαιον τοῦτο, καὶ δι' οὗ πάντα γεγένηται καὶ κατώρθωται. Οὕτω γὰρ καὶ θάνατος ἐλύθη, καὶ ἁμαρτία ἀνῃρέθη, καὶ κατάρα ἠφανίσθη, καὶ τὰ μυρία εἰσῆλθεν εἰς τὸν βίον ἡμῶν ἀγαθά. Διὸ μάλιστα ἐβούλετο πιστεύεσθαι τὴν οἰκονομίαν, τὴν ῥίζαν καὶ πηγὴν ἡμῖν τῶν μυρίων γενομένην ἀγαθῶν. Οἰκονομῶν δὲ τὰ ἀνθρώπινα, οὔτε τὰ θεῖα συσκιάζεσθαι ἠφίει. Ἀναχωρήσας γοῦν, πάλιν τῶν αὐτῶν εἴχετο ὧν καὶ πρότερον. Οὐ γὰρ ἁπλῶς ἐπὶ τὴν Γαλιλαίαν ἀπήρχετο, ἀλλὰ μεγάλα τινὰ κατασκευάζων πράγματα τὰ κατὰ τοὺς Σαμαρείτας· καὶ οὐχ ἁπλῶς οἰκονομῶν αὐτὰ, ἀλλὰ μετὰ τῆς προσηκούσης αὐτῷ σοφίας, καὶ τοῦ μηδεμίαν καταλιπεῖν Ἰουδαίοις μηδὲ ἀναισχύντου τινὸς ἀπολογίας πρόφασιν. Ὅπερ καὶ ὁ Εὐαγγελιστὴς αἰνιττόμενος ἐπήγαγεν, Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας, δεικνὺς ὁδοῦ πάρεργον αὐτὸν τοῦτο ποιούμενον. Οὕτω καὶ οἱ ἀπόστολοι ἐποίουν. Καθάπερ γὰρ ἐκεῖνοι διωκόμενοι ὑπὸ Ἰουδαίων, τότε ἐπὶ τὰ ἔθνη ἤρχοντο· οὕτω καὶ ὁ Χριστὸς, ὅτε αὐτὸν ἀπήλασαν, τότε καὶ ἐκείνων ἥπτετο, ὡς καὶ ἐπὶ τῆς Συροφοινικίσσης ἐποίησε γυναικός. Τοῦτο δὲ ἐγένετο, ὥστε πᾶσαν ἐκκοπῆναι Ἰουδαίοις ἀπολογίαν, καὶ ἵνα μὴ ἐξῇ αὐτοῖς λέγειν, ὅτι καταλιπὼν ἡμᾶς πρὸς τοὺς ἀκροβύστους ἀπῆλθε. Διὰ τοῦτο καὶ οἱ μαθηταὶ ἀπολογούμενοι ἔλεγον· Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀναξίους κρίνετε ἑαυτοὺς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη· καὶ αὐτὸς πάλιν, Οὐκ ἦλθον εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· καὶ πάλιν, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Ἐπειδὴ δὲ αὐτὸν ἀπήλασαν, θύραν τοῖς ἔθνεσιν ἀνέῳξαν. Καὶ οὐδὲ οὕτω προηγουμένως ἐπ' ἐκείνους ἔρχεται, ἀλλὰ παριών. Παριὼν τοίνυν, Ἦλθεν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ, πλησίον τοῦ χωρίου, οὗ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὑτοῦ· ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. Τίνος ἕνεκεν ἀκριβολογεῖται ὁ Εὐαγγελιστὴς περὶ τοῦ τόπου; Ἵνα ὅταν ἀκούσῃς τῆς γυναικὸς λαλούσης, Ἰακὼβ ὁ πατὴρ ἡμῶν ἔδωκεν ἡμῖν τὴν πηγὴνταύτην, μὴ ξενισθῇς. Ὁ γὰρ τόπος ἐκεῖνος ἦν ἔνθα ὑπὲρ τῆς Δείνας οἱ περὶ τὸν Λευῒ καὶ Συμεὼν ἀγανακτοῦντες, τὸν χαλεπὸν ἐκεῖνον εἰργάσαντο φόνον. Ἄξιον δὲ εἰπεῖν καὶ πόθεν οἱ Σαμαρεῖται συνέστησαν. Καὶ γὰρ ὁ τόπος οὗτος ἅπας Σαμάρεια καλεῖται. Πόθεν οὖν τὴν προσηγορίαν ἔλαβον; Σομὸρ τὸ ὄρος ἐλέγετο ἀπὸ τοῦ κτησαμένου, καθάπερ καὶ Ἡσαΐας φησί· Καὶ ἡ κεφαλὴ Σομόρων, Ἐφραΐμ· ἀλλ' οἱ κατοικοῦντες οὐ Σαμαρεῖται, ἀλλ' Ἰσραηλῖται ἐλέγοντο. Χρόνου δὲ προϊόντος, προσέκρουσαν τῷ Θεῷ· καὶ βασιλεύσαντος Φακεὲ, ἀνελθὼν Θεγλὰθ Φαλασὰρ, πόλεις τε εἷλε πολλὰς, καὶ ἐπέθετο τῷ Ἠλᾷ, καὶ ἀνελὼν αὐτὸν, Ὠσηὲ τὴν βασιλείαν ἔδωκεν. Ἐπὶ τοῦτον ἐλθὼν ὁ Σαλμανασὰρ, εἷλε πόλεις ἑτέρας, καὶ ὑποφόρους ἐποίησε καὶ ὑποτελεῖς. Ἀλλ' οὗτος τὸ μὲν πρῶτον εἶξεν· ὕστερον δὲ ἀπέστη τῆς ἀρχῆς, καὶ πρὸς τὴν τῶν Αἰθιόπων κατέφυγε συμμαχίαν. Ἔγνω τοῦτο ὁ Ἀσσύριος, καὶ ἐπιστρατεύσας, καὶ ἀνελὼν αὐτοὺς, οὐκ ἔτι τὸ ἔθνος ἐκεῖ μένειν ἀφίησι, διὰ τὰς τοιαύτας τῆς ἀποστάσεως ὑποψίας· ἀλλὰ τούτους μὲν εἰς Βαβυλῶνα ἤγαγε καὶ Μήδους, ἐκεῖθεν δὲ ἔθνη ἐκ διαφόρων τόπων ἀγαγὼν, κατῴκισεν ἐν τῇ Σαμαρείᾳ, ὥστε λοιπὸν ἀσφαλῆ αὐτῷ τὴν ἀρχὴν εἶναι, τῶν οἰκείων ἐχόντων τὸν τόπον. Τούτων δὲ γενομένων, βουλόμενος ὁ Θεὸς δεῖξαι τὴν αὐτοῦ δύναμιν, καὶ ὡς οὐ δι' ἀσθένειαν ἐξέδωκεν Ἰουδαίους, ἀλλὰ δι' ἁμαρτίας τῶν ἐκδοθέντων, ἐπαφίησι λέοντας τοῖς βαρβάροις· οἵτινες ἐλυμαίνοντο τὸ ἔθνος ἅπαν. Ἀπηγγέλη ταῦτα τῷ βασιλεῖ, καὶ πέμπει ἱερέα τινὰ τὸν παραδώσοντα αὐτοῖς τοὺς τοῦ Θεοῦ νόμους. Ἀλλ' ὅμως οὐδὲ οὕτως ἐξ ὁλοκλήρου τῆς ἀσεβείας ἀπέστησαν, ἀλλ' ἐξ ἡμισείας. Χρόνου δὲ προϊόντος, πάλιν τῶν μὲν εἰδώλων ἀπεπήδησαν, ἔσεβον δὲ τὸν Θεόν. Τῶν οὖν πραγμάτων ἐν τούτοις ὄντων, ἐπανελθόντες Ἰουδαῖοι λοιπὸν, ζηλοτύπως πρὸς αὐτοὺς εἶχον ἅτε πρὸς ἀλλοφύλους καὶ πολεμίους, οἳ καὶ ἀπὸ τοῦ ὄρους Σαμαρείτας αὐτοὺς ἐκάλουν. Ἰουδαίοις δὲ οὐ μικρὰ καὶ ἐντεῦθεν ἦν πρὸς αὐτοὺς ἡ φιλονεικία. Οὐδὲ γὰρ ταῖς Γραφαῖς πάσαις ἐκέχρηντο, ἀλλὰ τὰ Μωϋσέως μόνα δεχόμενοι, τῶν προφητῶν οὐ πολὺν ἐποιοῦντο λόγον. Ἐφιλονείκουν μέντοι εἰς τὴν εὐγένειαν εἰσωθεῖν ἑαυτοὺς τὴν Ἰουδαϊκὴν, καὶ ἐφιλοτιμοῦντο ἐπὶ τῷ Ἀβραὰμ, καὶ πρόγονον αὐτὸν ἐπεγράφοντο, ἅτε ἀπὸ τῆς Χαλδαίας ὄντα· καὶ τὸν Ἰακὼβ δὲ πατέρα ἐκάλουν, ἅτε ἐκείνου ὄντα ἀπόγονον· οἱ δὲ Ἰουδαῖοι μετὰ πάντων καὶ τούτους ἐβδελύσσοντο. Ὅθεν καὶ τῷ Χριστῷ ταῦτα ὠνείδιζον λέγοντες· Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις· καὶ ἐπὶ τοῦ καταβάντος ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ, ταύτης ἕνεκεν τῆς ὑποθέσεως ὁ Χριστὸς Σαμαρείτην εἰσάγει, τὸν ἔλεον εἰς αὐτὸν πεποιηκότα, τὸν εὐτελῆ, τὸν εὐκαταφρόνητον, τὸν βδελυκτὸν παρ' αὐτοῖς· καὶ ἐπὶ τῶν δέκα λεπρῶν, ἀλλογενῆ τὸν ἕνα φησὶ διὰ τοῦτο (Σαμαρείτης γὰρ ἦν)· καὶ αὐτὸς δὲ τοῖς μαθηταῖς οὕτω λέγων ἐκέλευσεν· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε.
31.3.1
Οὐ τῆς ἱστορίας δὲ ἕνεκεν μόνης τοῦ τόπου μόνον ἀνέμνησεν ἡμᾶς τοῦ Ἰακὼβ ὁ Εὐαγγελιστὴς, ἀλλὰ καὶ ὑπὲρ τοῦ δεῖξαι τὴν ἀποβολὴν τὴν Ἰουδαϊκὴν πάλαι γεγενημένην. Καὶ γὰρ ἐπὶ τῶν προγόνων αὐτῶν τοὺς τόπους ἀντ' αὐτῶν κατέσχον ἐκεῖνοι. Ἃ γὰρ οἱ πρόγονοι αὐτῶν εἶχον, οὐκ ὄντα αὐτῶν, ταῦτα διὰ τὴν ῥᾳθυμίαν αὐτῶν καὶ παρανομίαν, ὄντα αὐτῶν, ἀπώλεσαν οὗτοι. Οὕτως οὐδὲν κέρδος, προγόνων εἶναιχρηστῶν, ὅταν μὴ τοιοῦτοι τύχωσιν οἱ ἐξ ἐκείνων ὄντες. Οἱ μὲν γὰρ βάρβαροι, ἵνα λεόντων πεῖραν λάβωσι μόνον, πρὸς τὴν Ἰουδαϊκὴν εὐσέβειαν ἐπανῆλθον εὐθέως· ἐκεῖνοι δὲ τοσαύτας ὑπομένοντες τιμωρίας, οὐδὲ οὕτως ἐσωφρονίσθησαν. Ἐνταῦθα τοίνυν ὁ Χριστὸς παρεγένετο, τὸν μὲν βάναυσον καὶ ὑγρὸν ἐκβάλλων βίον ἀεὶ, τὸν δὲ ἐπίπονον εἰσάγων καὶ συνεσταλμένον. Οὐ γὰρ ὑποζυγίοις κέχρηται, ἀλλ' οὕτω βαδίζει συντόνως, ὡς καὶ κοπιᾶσαι ἐκ τῆς ὁδοιπορίας. Καὶ τοῦτο πανταχοῦ παιδεύει, τὸ αὐτουργὸν εἶναι καὶ ἀπέριττον, καὶ τὸ μὴ πολλῶν δεῖσθαι. Οὕτω γὰρ βούλεται τῶν περιττῶν ἀλλοτρίους ἡμᾶς εἶναι, ὡς καὶ αὐτῶν τῶν ἀναγκαίων πολλὰ περικόπτειν. Διὰ τοῦτο ἔλεγεν· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Διὰ τοῦτο καὶ ἐν τοῖς ὄρεσι τὰ πλείονα διατρίβει, οὐκ ἐν ἡμέρᾳ μόνον, ἀλλὰ καὶ ἐν νυκτὶ, καὶ ἐν ταῖς ἐρήμοις. Τοῦτο καὶ ὁ Δαυῒδ ἀνακηρύττων ἔλεγεν, Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται, τὸ εὐσταλὲς αὐτοῦ τοῦ βίου δηλῶν. Τοῦτο καὶ Ἰωάννης ἐνταῦθα δείκνυσιν· Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, ἐκάθητο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν ὡσεὶ ἕκτη. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Δός μοι πιεῖν. Οἱ δὲ μαθηταὶ αὐτοῦ ἀπῆλθον εἰς τὴν ἀγορὰν, ἵνα τροφὰς ἀγοράσωσιν. Ἐντεῦθεν μανθάνομεν καὶ τὸ περὶ τὰς ὁδοιπορίας εὔτονον αὐτοῦ, καὶ τὸ περὶ τὰς τροφὰς ἠμελημένον, καὶ πῶς παρέργως τῷ πράγματι κέχρηται. Οὕτω γοῦν καὶ οἱ μαθηταὶ ἐπαιδεύθησαν τὰ καθ' ἑαυτοὺς διατίθεσθαι. Οὐ γὰρ ἐπήγοντο ἐφόδια. Καὶ δηλοῖ τοῦτο ἕτερος εὐαγγελιστὴς λέγων, ἡνίκα περὶ τῆς ζύμης τῶν Φαρισαίων αὐτοῖς διελέγετο, ὅτι ἐκεῖνοι ἐνόμιζον ὅτι ἄρτους οὐκ ἐβάσταζον. Καὶ ὅταν πεινῶντας εἰσάγῃ, καὶ τίλλοντας τῶν ἀσταχύων, καὶ ἐσθίοντας, καὶ ὅταν λέγῃ αὐτὸν ἐπὶ τὴν συκῆν διὰ τὴν πεῖναν ἐληλυθέναι, οὐδὲν ἄλλο ἢ τοῦτο διὰ πάντων ἡμᾶς παιδεύει, τὸ καταφρονεῖν γαστρὸς, καὶ μὴ περισπούδαστον τὴν αὐτῆς νομίζειν εἶναι λειτουργίαν. Σκόπει γοῦν αὐτοὺς καὶ ἐνταῦθα, οὔτε ἐπιφερομένους τι, οὔτε ἐπειδὴ μὴ ἐβάσταζον, ἐκ προοιμίων καὶ εὐθὺς τῆς ἡμέρας τούτου φροντίζοντας, ἀλλὰ κατὰ τὸν καιρὸν, καθ' ὃν ἅπαντες ἀριστοποιοῦνται, τροφὰς ἀγοράζοντας. Ἀλλ' οὐχ ἡμεῖς, οἳ εὐθέως ἀπὸ κλίνης διανιστάμενοι πρὸ τῶν ἄλλων τοῦτο σκοπούμεθα, μαγείρους καὶ τραπεζοποιοὺς καλοῦντες, καὶ μετὰ πολλῆς ταῦτα ἐπισκήπτοντες τῆς σπουδῆς, καὶ μετ' ἐκεῖνα τῶν ἄλλων οὕτως ἁπτόμενοι, τὰ βιωτικὰ πρὸ τῶν πνευματικῶν σπουδαῖα ποιούμενοι, καὶ ἃ πάρεργον ἔχειν ἐχρῆν, ὡς ἀναγκαῖα τιμῶντες. Διὰ τοῦτο πάντα ἄνω καὶ κάτω γίνεται. Τοὐναντίον γὰρ ἐχρῆν ἁπάντων τῶν πνευματικῶν πολὺν ποιησαμένους λόγον, μετὰ τὸ πληρῶσαι ἐκεῖνα, τότε ἅπτεσθαι τούτων. Οὐ τὸ ἐπίπονον δὲ μόνον, ἀλλὰ καὶ τὸ ἄτυφον ἐντεῦθεν δείκνυται, οὐ τῷ κοπιᾶσαι, οὐδὲ τῷ καθίσαι ἐπὶ τῆς ὁδοῦ μόνον, ἀλλὰ καὶ τῷ καταλειφθῆναι μόνον καὶ τοὺς μαθητὰς αὐτοῦ ἀπελθεῖν. Καίτοι γε ἐξῆν εἴ γε ἐβούλετο, ἢ μὴ πάντας ἐκπέμψαι, ἢ ἀπελθόντων ἐκείνων, ἑτέρους διακόνους ἔχειν· ἀλλ' οὐκ ἠθέλησε· καὶ γὰρ τοὺς μαθητὰς οὕτως εἴθισε πάντα τῦφον καταπατεῖν. Καὶ τί μέγα, φησὶν, εἰ ἐμετρίαζον, ἴσως εἴποι τις ἂν, ἁλιεῖς ὄντες καὶ σκηνοποιοί; [̔ Αλιεῖς μὲν ἦσαν καὶ σκηνοποιοὶ,] ἀλλ' ἀθρόον εἰςαὐτὴν ἀνέβησαν τοῦ οὐρανοῦ τὴν κορυφὴν, καὶ πάντων ἐγένοντο βασιλέων σεμνότεροι, ὁμιληταὶ γενέσθαι καταξιωθέντες τοῦ τῆς οἰκουμένης Δεσπότου, καὶ παρακολουθῆσαι τῷ θαυμαζομένῳ πάντοθεν. Ἴστε δὲ κἀκεῖνο, ὅτι μάλιστα οἱ ἐκ ταπεινῶν ὄντες, ὅταν ἀξιωμάτων ποτὲ λάβωνται, εὐκολώτερον αἴρονται πρὸς ἀπόνοιαν, ἅτε ἀπειροκάλως ἔχοντες πρὸς τὴν τοσαύτην τιμήν. Κατέχων οὖν αὐτοὺς ἐπὶ τῆς αὐτῆς ταπεινοφροσύνης, ἐπαίδευεν αὐτοὺς διὰ πάντων συνεστάλθαι. καὶ μηδαμοῦ δεῖσθαι τῶν διακονησομένων. Αὐτὸς δὲ Κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, φησὶν, ἐκάθητο οὕτως ἐπὶ τῇ πηγῇ. Ὁρᾷς ὅτι διὰ τὸν κόπον ἡ καθέδρα γέγονε, διὰ τὸ καῦμα, διὰ τὸ περιμεῖναι τοὺς μαθητάς; Ἤδει μὲν γὰρ συμβησόμενον τὸ κατὰ τοὺς Σαμαρείτας. Οὐκ ἐπὶ τοῦτο δὲ ἦλθε προηγουμένως· οὐ μὴν ἐπειδὴ διὰ τοῦτο οὐκ ἦλθε, παραγενόμενον τὸ γύναιον ἀπώσασθαι ἐχρῆν, οὕτω πολλὴν φιλομάθειαν ἐπιδεικνύμενον. Οἱ μὲν γὰρ Ἰουδαῖοι καὶ πρὸς αὐτοὺς ἐρχόμενον ἀπήλαυνον, οἱ δὲ ἐξ ἐθνῶν καὶ ἀλλαχοῦ βαδίζοντα πρὸς ἑαυτοὺς εἷλκον· καὶ οἱ μὲν ἐφθόνουν, οἱ δὲ ἐπίστευον· ἐκεῖνοι ἠγανάκτουν, οὗτοι ἐθαύμαζον καὶ προσεκύνουν. Τί οὖν; ἔδει τοσούτων σωτηρίαν ὑπεριδεῖν, καὶ προθυμίαν οὕτω γενναίαν ἀφεῖναι; Τοῦτο μὲν οὖν ἀνάξιον ἦν αὐτοῦ τῆς φιλανθρωπίας· διόπερ μετὰ τῆς προσηκούσης αὐτῷ σοφίας πάντα τὰ παρόντα οἰκονομεῖ. Ἐκάθητο μὲν γὰρ, ἀναπαύων τὸ σῶμα, καὶ παρὰ τὴν πηγὴν ἀναψύχων αὐτό. Αὐτὸ γὰρ ἦν τῆς ἡμέρας τὸ μεσαίτατον, ὅπερ καὶ ὁ Εὐαγγελιστὴς ἐδήλωσεν εἰπὼν, Ὥρα ἦν ὡσεὶ ἕκτη· καὶ ἐκάθητο οὕτως. Τί δέ ἐστιν, Οὕτως; Οὐκ ἐπὶ θρόνου, φησὶν, οὐκ ἐπὶ προσκεφαλαίου, ἀλλ' ἁπλῶς καὶ ὡς ἔτυχεν ἐπ' ἐδάφους. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ.
31.4.1
Ὅρα πῶς καὶ τὴν γυναῖκα δι' ἄλλο δείκνυσιν ἐξελθοῦσαν, πανταχοῦ τὴν ἀναίσχυντον τῶν Ἰουδαίων ἐπιστομίζων ἀντιλογίαν, καὶ ἵνα μή τις λέγῃ ὅτι ἐναντιοῦται ἑαυτοῦ τῷ προστάγματι, εἰς μὲν πόλιν κελεύων μὴ εἰσιέναι Σαμαρειτῶν, Σαμαρείταις δὲ διαλεγόμενος. Διὸ καὶ τὸ, Ἀπεληλύθεισαν οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσι, τέθεικεν ὁ Εὐαγγελιστὴς, πολλὰς εἰσάγων αἰτίας τῆς πρὸς αὐτὴν διαλέξεως. Τί οὖν ἡ γυνή; Ἀκούσασα, Δός μοι πιεῖν, σφόδρα συνετῶς εἰς κατασκευὴν ἐρωτήσεως τὸν παρὰ τοῦ Χριστοῦ λόγον λαμβάνει, καὶ λέγει· Πῶς σὺ Ἰουδαῖος ὢν, αἰτεῖς παρ' ἐμοῦ πιεῖν οὔσης γυναικὸς Σαμαρείτιδος; Οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις. Καὶ πόθεν αὐτὸν Ἰουδαῖον ἐνόμιζεν εἶναι; Ἀπὸ τοῦ σχήματος ἴσως, καὶ ἀπὸ τῆς διαλέξεως. Σὺ δέ μοι σκόπει πῶς διεσκεμμένον τὸ γύναιον ἦν. Εἰ γὰρ ἐχρῆν φυλάξασθαι, τὸν Ἰησοῦν ἐχρῆν, οὐκ ἐκείνην. Οὐ γὰρ εἶπεν, ὅτι Σαμαρεῖται τοῖς Ἰουδαίοις οὐ συγχρῶνται, ἀλλ', Ἰουδαῖοι Σαμαρείτας οὐ προσίενται. Ἀλλ' ὅμως ἡ γυνὴ καίτοι κατηγορίας ἀπηλλαγμένη, ἐπειδὴ ἐνόμισεν ἕτερον αὐτῇ ἀντιπίπτειν, οὐδὲ οὕτως ἐσίγησεν, ἀλλ' ὡς οἴεται διορθοῦται τὸ μὴ κατὰ νόμον γινόμενον. Ἀλλ' ἐκεῖνο ἄν τις διαπορήσειε, πῶς ὁ Ἰησοῦς ἐζήτησε παρ' αὐτῆς πιεῖν, τοῦ νόμου οὐκ ἐπιτρέποντος; Εἰ γὰρ λέγοι τις, ὅτι τῷ προειδέναι μὴ δώσουσαν, δι' αὐτὸ μὲν οὖν τοῦτο οὐδὲ αἰτῆσαι ἐχρῆν. Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι ἀδιάφορον αὐτῷ λοιπὸν ἦν τὰς τοιαύτας ἐκβάλλειν παρατηρήσεις. Ὁ γὰρ τοὺς ἄλλους ἐνάγων εἰς τὸ λύειν, πολλῷ μᾶλλον αὐτὸς αὐτὰς ἂν παρέδραμεν. Οὐ γὰρ τὸ εἰσπορευόμενον, φησὶ, κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον. Οὐ μικρὰ δὲ κατηγορία γένοιτ' ἂν τῶν Ἰουδαίων ἡ πρὸς τὴν γυναῖκα διάλεξις, διότι ἐκεῖνοι μὲν πολλάκις ἐπεσπῶντο, καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων, καὶ οὐκ ἠνείχοντο· αὕτη δὲ, ὅρα πῶς κατέχεται ἀπὸ ψιλῆς ἐρωτήσεως. Αὐτὸς μὲν γὰρ οὐκ ἐνεστήσατο τέως ταύτην τὴν πραγματείαν, οὐδὲ τὴν ὁδόν· εἰ δέ τινες παρεγένοντο, οὐκ ἐκώλυε. Καὶ γὰρ τοῖς μαθηταῖς ἁπλῶς ἔλεγεν, εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσελθεῖν, οὐχὶ καὶ προσιόντας διακρούεσθαι· σφόδρα γὰρ ἀνάξιον ἦν αὐτοῦ τῆς φιλανθρωπίας. Διὰ δὴ τοῦτο καὶ ἀποκρίνεται τῇ γυναικὶ, καί φησιν· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πιεῖν· σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Πρότερον δείκνυσιν ἀξίαν οὖσαν ἀκοῦσαι, καὶ μὴ παροφθῆναι· καὶ τότε ἑαυτὸν ἐκκαλύπτει. Καὶ γὰρ ἔμελλεν εὐθέως μαθοῦσα ὅστις ἐστὶν, ὑπακούσεσθαι καὶ προσέξειν αὐτῷ· ὅπερ περὶ Ἰουδαίων οὐκ ἄν τις εἴποι. Καὶ γὰρ μαθόντες, ᾔτησαν αὐτὸν οὐδὲν, οὐδὲ ἐπεθύμησάν τι μαθεῖν τῶν χρησίμων, ἀλλὰ καὶ ὕβριζον καὶ ἀπήλαυνον. Ἡ δὲ γυνὴ ταῦτα ἀκούσασα, ὅρα πῶς ἐπιεικῶς ἀποκρίνεται· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; Τέως αὐτὴν τῆς ὑπονοίας τῆς ταπεινῆς ἀνέστησε, καὶ τοῦ νομίζειν ἕνα τῶν πολλῶν εἶναι. Οὐ γὰρ ἁπλῶς ἐνταῦθα καλεῖ Κύριον, ἀλλὰ πολλὴν ἀπονέμουσα τὴν τιμήν. Ὅτι γὰρ τιμῶσα ταῦτα ἔλεγεν, ἀπὸ τῶν ἑξῆς εἰρημένων δῆλον. Οὐ γὰρ κατεγέλασεν, οὐδὲ ἐκωμῴδησεν, ἀλλὰ διηπόρει τέως. Εἰ δὲ μὴ εὐθέως τὸ πᾶν ἐνενόησε, μὴ θαυμάσῃς· οὐδὲ γὰρ ὁ Νικόδημος. Τί γὰρ ἐκεῖνός φησι; Πῶς δύναται ταῦτα γενέσθαι; καὶ πάλιν· Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν· καὶ πάλιν· Μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; Αὕτη δὲ αἰδεσιμώτερον· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; Ἄλλο πρὸς αὐτὴν ἔλεγεν, ἄλλο δὲ ὑπώπτευεν ἐκείνη, οὐδὲν πλέον ἀκούουσα τῶν ῥημάτων, οὐδὲ ἐννοῆσαι τέως τι ὑψηλὸν δυναμένη, καίτοι γε ἐνῆν εἰπεῖν προπετῶς φθεγγομένην, ὅτι εἰ εἶχες τὸ ὕδωρ τὸ ζῶν, οὐκ ἂν ᾔτησας παρ' ἐμοῦ, ἀλλὰ σαυτῷ παρέσχες ἂν προτέρῳ· νῦν δὲ κομπάζεις. Ἀλλ' οὐδὲν τούτων εἶπεν, ἀλλὰ μετ' ἐπιεικείας ἀποκρίνεται πολλῆς, καὶ ἐν ἀρχῇ καὶ μετὰ ταῦτα. Καὶ γὰρ ἐν ἀρχῇ φησι· Πῶς σὺ Ἰουδαῖος ὢν αἰτεῖς παρ' ἐμοῦ πιεῖν; Καὶ οὐκ εἶπεν, ἅτε πρὸς ἀλλόφυλον, καὶ ἐχθρὸν διαλεγομένη· Μή μοι γένοιτό σοι μεταδοῦναι ἀνθρώπῳ πολεμίῳ καὶ τοῦ ἔθνους ἡμῶν ἠλλοτριωμένῳ. Καὶ μετὰ ταῦτα πάλιν ἀκούσασα μεγάλα λέγοντος, ἐφ' ᾧ μάλιστα δάκνονται οἱ ἐχθροὶ, οὐ κατεγέλασεν, οὐδὲ διέσυρεν· ἀλλὰ τί φησι; Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακὼβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ τοῦτο, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ τὰ θρέμματα αὐτοῦ; Ὁρᾷς πῶς εἰσωθεῖ ἑαυτὴν εἰς τὴν εὐγένειαν τὴν Ἰουδαϊκήν; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐκεῖνος τούτῳ ἐκέχρητο τῷ ὕδατι, καὶ πλέον ἔσχεν οὐδὲν δοῦναι. Ταῦτα δὲ ἔλεγε, δεικνῦσα πῶς ἐκ πρώτης ἀποκρίσεως ἐδέξατο νόημα μέγα καὶ ὑψηλόν. Τὸ γὰρ, Αὐτὸς ἔπιεν ἀπ' αὐτοῦ, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ τὰ θρέμματα αὐτοῦ, οὐδὲν ἄλλο αἰνιττομένης ἐστὶν, ἀλλ' ἢ ὅτι ἔσχε μὲν ἔννοιαν μείζονος ὕδατος, οὐχ εὕρισκε δὲ αὐτὸ, οὐδὲ ᾔδει σαφῶς. Ἵνα δὲ καὶ σαφέστερον εἴπω, ὃ βούλεται εἰπεῖν, τοῦτό ἐστιν· Οὐκ ἔχεις εἰπεῖν, φησὶν, ὅτι Ἰακὼβ μὲν ἡμῖν ταύτην ἔδωκε τὴν πηγὴν, ἑτέρᾳ δὲ αὐτὸς ἐχρήσατο· καὶ γὰρ αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἀπ' αὐτῆς ἔπιον, οὐκ ἂν πιόντες, εἴ γε βελτίονα εἶχεν ἑτέραν. Ἀπὸ ταύτης μὲν οὖν οὐδὲ αὐτὸς δυνήσῃ δοῦναι, ἑτέραν δὲ βελτίονα οὐκ ἔστι σε ἔχειν, εἰ μὴ καὶ τοῦ Ἰακὼβ ὁμολογεῖς μείζονα εἶναι σαυτόν. Πόθεν οὖν ἔχεις τὸ ὕδωρ ὃ ἐπαγγέλλῃ δώσειν ἡμῖν· Ἀλλ' οὐχὶ Ἰουδαῖοι οὕτω προσηνῶς αὐτῷ διαλέγονται, καίτοι καὶ αὐτοῖς περὶ τῆς αὐτῆς ὑποθέσεως διελέχθη, τοῦ τοιούτου μνημονεύσας ὕδατος· ἀλλ' οὐδὲν ἐκέρδαναν. Ὅτε δὲ τοῦ Ἀβραὰμ ἐμνημόνευσε, καὶ λίθοις βάλλειν αὐτὸν ἐπεχείρουν. Ἀλλ' οὐχ ἡ γυνὴ τοῦτον αὐτῷ τὸν τρόπον προσφέρεται, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπιεικείας ἐν μέσῳ καύματι, καὶ ἐν ἡμέρᾳ μέσῃ, καὶ λέγει καὶ ἀκούει πάντα μετὰ μακροθυμίας πολλῆς, καὶ οὐδὲν ἐννοεῖ τι τοιοῦτον οἷον εἰκὸς Ἰουδαίους εἰπεῖν, ὅτι Μαίνεται καὶ ἐξέστηκεν οὗτος, προσέδησέ με πηγῇ καὶ φρέατι, παρέχων μὲν οὐδὲν, φυσῶν δὲ τοῖς ῥήμασιν· ἀλλὰ καρτερεῖ καὶ προσεδρεύει, ἕως ἂν εὕρῃ τὸ ζητούμενον.
31.5.1
Εἰ δὲ γυνὴ Σαμαρεῖτις τοσαύτην ποιεῖται σπουδὴν ὑπὲρ τοῦ μαθεῖν τι χρήσιμον, καὶ παραμένει τῷ Χριστῷ, καίτοι γε ἀγνοοῦσα αὐτόν· τίνος ἡμεῖς τευξόμεθα συγγνώμης, οἱ καὶ εἰδότες αὐτὸν, καὶ μήτε ὄντες παρὰ φρέαρ, μήτε ἐν ἐρημίᾳ, μήτε ἐν ἡμέρᾳ μέσῃ, μήτε ἀκτῖνος καιούσης· ἀλλ' ὑπὸ τὴν ἕω καὶ ὑπὸ τοιοῦτον ὄροφον σκιᾶς ἀπολαύοντες καὶ εὐψυχίας, καὶ μὴ καρτεροῦντες ἀκοῦσαί τι τῶν λεγομένων, ἀλλ' ἀποκναίοντες; Ἀλλ' οὐκ ἐκείνη τοιαύτη, ἀλλ' οὕτω κατέχεται τοῖς λεγομένοις, ὡς καὶ ἑτέρους καλέσαι. Ἰουδαῖοι δὲ οὐ μόνον οὐκ ἐκάλουν, ἀλλὰ καὶ τοὺς βουλομένους προσελθεῖν ἐκώλυον καὶ ἐνεπόδιζον· διὸ καὶ ἔλεγον· Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν; Ἀλλ' ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον, ἐπικατάρατοί εἰσι. Μιμησώμεθα τοίνυν τὴν Σαμαρεῖτιν· διαλεχθῶμεν τῷ Χριστῷ. Καὶ γὰρ καὶ νῦν μέσος ἡμῶν ἕστηκε, καὶ διὰ τῶν προφητῶν καὶ διὰ τῶν μαθητῶν ἡμῖν φθεγγόμενος. Ἀκούσωμεν οὖν καὶ πεισθῶμεν. Μέχρι τίνος ζῶμεν εἰκῆ καὶ μάτην; Τὸ γὰρ μὴ τὰ δοκοῦντα τῷ Θεῷ ποιεῖν, εἰκῆ ζῇν ἐστι· μᾶλλον δὲ οὐκ εἰκῆ μόνον, ἀλλὰ καὶ ἐπὶ κακῷ. Ὅταν γὰρ τὸν δοθέντα ἡμῖν χρόνον ἀναλώσωμεν εἰς οὐδὲν δέον, ἀπελευσόμεθα δίκην δώσοντες τὴν ἐσχάτην τῆς ἀκαίρου δαπάνης. Οὐ γὰρ δήπου ὁ μὲν χρήματα ἐμπορεύσασθαι λαβὼν, εἶτα καταφαγὼν, λόγον ἀπαιτηθήσεται παρὰ τοῦ πιστεύσαντος· ὁ δὲ ζωὴν τοιαύτην δαπανήσας μάτην, οὐ δώσει δίκην. Οὐ διὰ τοῦτο ἡμᾶς ὁ Θεὸς ἤγαγεν εἰς τὸν παρόντα βίον, καὶ ψυχὴν ἐνέπνευσεν, ἵνα τῷ παρόντι χρησώμεθα μόνον, ἀλλ' ἵνα πάντα πρὸς τὴν μέλλουσαν πραγματευσώμεθα ζωήν. Τὰ γὰρ ἄλογα μόνα τῷ παρόντι χρήσιμα βίῳ· ἡμεῖς δὲ διὰ τοῦτο ψυχὴν ἀθάνατον ἔχομεν, ἵνα πρὸς τὴν ἐκείνης τῆς ζωῆς παρασκευὴν πάντα πράξωμεν. Ἵππων μὲν γὰρ, καὶ ὄνων, καὶ βοῶν, καὶ τῶν ἄλλων τῶν τοιούτων βοσκημάτων ἂν ἐρωτήσῃ τις τὴν χρείαν, οὐδεμίαν ἄλλην ἐροῦμεν, ἀλλὰ τὴν ἐν τῷ παρόντι βίῳ διακονίαν. Περὶ δὲ ἡμῶν οὐκ ἔστι τοῦτο εἰπεῖν, ἀλλ' ἡ βελτίων κατάστασις, ἡ μετὰ τὴν ἐντεῦθέν ἐστιν ἀποδημίαν· καὶ δεῖ πάντα ποιεῖν, ἵνα ἐκεῖ λάμψωμεν, ἵνα μετὰ ἀγγέλων χορεύσωμεν, ἵνα τῷ βασιλεῖ παραστήκωμεν διαπαντὸς ἐν τοῖς αἰῶσι τοῖς ἀπεράντοις. Διὰ τοῦτο γὰρ καὶ ἀθάνατος γέγονεν ἡ ψυχὴ, καὶ τὸ σῶμα δὲ ἔσται ἀθάνατον, ἵνα τῶν ἀτελευτήτων ἀπολαύσωμεν ἀγαθῶν. Ἂν δὲ τῇ γῇ προσηλωμένος ᾖς τῶν οὐρανίων προκειμένων, ἐννόησον ὅση γίνεται ὕβρις εἰς τὸν δωρούμενον. Ἐκεῖνος μὲν γὰρ τὰ ἄνω σοι προτείνει· σὺ δὲ οὐ πολὺν αὐτῶν ποιούμενος λόγον, τὴν γῆν ἀνταλλάσσῃ. Διὰ ταῦτα καὶ γέενναν ἠπείλησεν, ἅτε καταφρονούμενος, ἵνα μάθῃς ἐντεῦθεν, ὅσων σαυτὸν ἀποστερεῖς καλῶν. Ἀλλὰμὴ γένοιτο πεῖραν λαβεῖν τῆς κολάσεως ἐκείνης, ἀλλ' εὐαρεστήσαντας ἡμᾶς τῷ Χριστῷ, τῶν αἰωνίων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.