In Joannem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
37.1.1
Λέγει αὐτῷ ὁ Ἰησοῦς· «Θέλεις ὑγιὴς γενέσθαι·» Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· «Ναὶ, Κύριε· ἄν θρωπον δὲ οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν.» αʹ. Μέγα τῶν θείων Γραφῶν τὸ κέρδος, καὶ διαρκὴς ἡ ἐξ αὐτῶν ὠφέλεια. Καὶ τοῦτο δεικνὺς ὁ Παῦλος ἔλεγεν· Ὅσα γὰρ προεγράφη, εἰς νουθεσίαν ἡμῶν προεγράφη, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν· ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν. Παντοδαπῶν γάρ ἐστι φαρμάκων θησαυρὸς τὰ θεῖα λόγια· ὥστε κἂν ἀπόνοιαν σβέσαι δέῃ, κἂν ἐπιθυμίαν κοιμίσαι, κἂν τὸν τῶν χρημάτων καταπατῆσαι ἔρωτα, κἂν ὀδύνην ὑπεριδεῖν, κἂν εὐθυμίαν ἐνθεῖναι, καὶ ὑπομονὴν κατασκευάσαι, πολλὴν ἐντεῦθεν ἄν τις εὕροι τὴν ἀφορμήν. Τίς γὰρ ἢ τῶν πενίᾳ μακρᾷ παλαιόντων, ἢ τῶν νόσῳ χαλεπῇ κεκρατημένων, ἀναγνοὺς τὸ προκείμενον χωρίον, οὐ πολλὴν δέξεται τὴν παράκλησιν; Τριάκοντα γὰρ καὶ ὀκτὼ ἔτη παράλυτος μένων οὗτος, καὶ καθ' ἕκαστον ἔτος ἑτέρους μὲν ἀπαλλαττομένους ὁρῶν, ἑαυτὸν δὲ κατεχόμενον τῷ νοσήματι, οὐδὲ οὕτως ἀνέπεσε καὶ ἀπέγνω· καίτοι γε οὐ μόνον ἡ τῶν παρελθόντων ἀθυμία, ἀλλὰ καὶ ἡ τῶν μελλόντων ἀνελπιστία ἱκανὴ ἦν αὐτὸν κατατεῖναι. Ἄκουσον γοῦν οἷά φησι, καὶ μάθε τῆς τραγῳδίας τὸ μέγεθος. Ἐπειδὴ γὰρ εἶπεν ὁ Χριστὸς, Θέλεις ὑγιὴς γενέσθαι; Ναὶ, Κύριε, ἀπεκρίθη· ἀλλ' ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν. Τί τούτων τῶν ῥημάτων ἐλεεινότερον γένοιτ' ἄν; τί τῶν πραγμάτων περιπαθέστερον; Εἶδες καρδίαν συντετριμμένην ὑπὸ τῆς μακρᾶς ἀῤῥωστίας; εἶδες πᾶσαν φλεγμονὴν κατεσταλμένην; Οὐδὲ γὰρ ἐφθέγξατό τι βλάσφημον, οἷα τοὺς πολλοὺς ἀκούομεν ἐν ταῖς περιστάσεσιν· οὐ κατηράσατο αὐτοῦ τὴν ἡμέραν, οὐκ ἐδυσχέρανε πρὸς τὴν ἐρώτησιν, οὐδὲ εἶπε· Διασῦραι ἡμᾶς παραγέγονας καὶ κωμῳδῆσαι, ὅτι ἐρωτᾷς, εἰ θέλω ὑγιὴς γενέσθαι· ἀλλὰ πράως καὶ μετ' ἐπιεικείας πολλῆς, Ναὶ, Κύριε. Καίτοι γε οὐδὲ ᾔδει τίς ποτε ἦν ὁ ἐρωτῶν, οὐδὲ ὅτι θεραπεύσειν αὐτὸν ἔμελλεν· ἀλλ' ὅμως μετὰ ἐπιεικείας ἅπαντα διηγεῖται, καὶ πλέον οὐδὲν ἀπαιτεῖ, ὡς πρὸς ἰατρὸν φθεγγόμενος, καὶ τὸ πάθος ἀπαγγεῖλαι μόνον βουλόμενος. Προσεδόκησε γὰρ ἴσως εἰς τοῦτο χρησιμεύσειν αὐτῷ τὸν Χριστὸν, εἰς τὸ ἐμβαλεῖν εἰς τὸ ὕδωρ, καὶ διὰ τούτων αὐτὸν ἐπισπάσασθαι τῶν ῥημάτων βούλεται. Τί οὖν ὁ Χριστός; Δεικνὺς ὅτι λόγῳ πάντα δύναται ποιεῖν, Ἔγειραι, φησὶν, ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. Τινὲς μὲν οὖν οἴονται τοῦτον εἶναι τὸν ἐν τῷ Ματθαίῳ κείμενον. Ἀλλ' οὐκ ἔστι· καὶ τοῦτο πολλαχόθεν δῆλόν ἐστι. Καὶ πρῶτον μὲν ἀπὸ τῆς ἐρημίας τῶν προϊσταμένων. Ἐκεῖνος μέντοι πολλοὺς εἶχε τοὺς ἐπιμελουμένους καὶ φέροντας, οὗτος δὲ οὐδένα· διὸ καὶ ἔλεγεν, Ἄνθρωπον οὐκ ἔχω. Ἔπειτα καὶ ἐκ τῆς ἀποκρίσεως. Ὁ μὲν γὰρ οὐδὲν φθέγγεται· οὗτος δὲ πάντα διηγεῖται τὰ καθ' ἑαυτόν. Καὶ τρίτον ἀπὸ τοῦ καιροῦ καὶ τοῦ χρόνου. Οὗτος μὲν γὰρ ἐν ἑορτῇ καὶ ἐν Σαββάτῳ, ἐκεῖνος δὲ ἐν ἑτέρᾳ ἡμέρᾳ. Καὶ ὁ τόπος δὲ ἑκατέρων διάφορος. Ὁ μὲν γὰρ ἐν οἰκίᾳ θεραπεύεται, ὁ δὲ παρὰ τὴν κολυμβήθραν. Καὶ ὁ τρόπος δὲ τῆς θεραπείας ἐνηλλαγμένος. Ἐκεῖ μὲν γάρ φησι, Τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι· ἐνταῦθα δὲ τὸ σῶμα συσφίγγει πρότερον, καὶ τότε τῆς ψυχῆς ἐπιμελεῖται. Κἀκεῖ μὲν ἄφεσις· Ἀφέωνται γάρ σου αἱ ἁμαρτίαι, φησίν· ἐνταῦθα δὲ παραίνεσις καὶ ἀπειλὴ πρὸς τὸ μέλλον αὐτὸν ἀσφαλιζομένη. Μηκέτι γὰρ, φησὶν, ἁμάρτανε, ἵνα μὴ χεῖρόν τι γένηται. Καὶ τὰ ἐγκλήματα δὲ τῶν Ἰουδαίων διάφορα. Ἐνταῦθα μὲν γὰρ τοῦ Σαββάτου τὴν ἐργασίαν προφέρουσιν, ἐκεῖ δὲ βλασφημίαν ἐγκαλοῦσιν αὐτῷ. Σὺ δέ μοι σκόπει τῆς τοῦ Θεοῦ σοφίας τὴν ὑπερβολήν. Οὐ γὰρ εὐθέως αὐτὸν ἀνέστησεν, ἀλλὰ πρῶτον αὐτὸν οἰκειοῦται διὰ τῆς ἐρωτήσεως, τῇ μελλούσῃ προοδοποιῶν πίστει· καὶ οὐκ ἀνίστησι μόνον, ἀλλὰ καὶ τὸ κλινίδιον ἆραι κελεύει, ὥστε καὶ τὸ γινόμενον πιστώσασθαι θαῦμα, καὶ μηδένα νομίσαι φαντασίαν εἶναι τὸ γεγενημένον ἢ ὑπόκρισιν. Οὐδὲ γὰρ ἂν, εἰ μὴ βεβαίως καὶ σφόδρα συνεπάγη τὰ μέλη, τὴν κλίνην φέρειν ἠδύνατο. Ποιεῖ δὲ ταῦτα πολλάκις ὁ Χριστὸς, ἐκ περιουσίας τοὺς ἀναισχυντεῖν βουλομένους ἐπιστομίζων. Καὶ γὰρ ἐπὶ τῶν ἄρτων, ἵνα μηδεὶς εἴπῃ, ὅτι ἁπλῶς ἐκορέσθησαν, καὶ φαντασία ἦν τὸ γεγενημένον, παρασκευάζει λείψανα γενέσθαι τῶν ἄρτων πολλά· καὶ τῷ καθαρθέντι δὲ λεπρῷ λέγει Ὕπαγε, δεῖξον σεαυτὸν τῷ ἱερεῖ· ὁμοῦ τε τοῦ καθαρμοῦ παρεχόμενος τὴν ἀπόδειξιν ἀκριβεστάτην, καὶ τῶν ἀντινομοθετεῖν αὐτὸν λεγόντων τῷ Θεῷ τὰ ἀναίσχυντα ἐμφράττων στόματα. Καὶ ἐπὶ τοῦ οἴνου δὲ τοῦτο ὁμοίως ἐποίησεν. Οὐ γὰρ ἁπλῶς ἔδειξε τὸν οἶνον, ἀλλὰ καὶ τῷ ἀρχιτρικλίνῳ ἐνεχθῆναι παρεσκεύασεν, ὥστε τὸν οὐδὲν τῶν γεγενημένων εἰδότα ὁμολογοῦντα, ἀνύποπτον αὐτῷ παρασχεῖν τὴν μαρτυρίαν. Διά τοι τοῦτο καὶ ὁ εὐαγγελιστὴς εἶπεν, ὅτι οὐκ ᾔδει ὁ ἀρχιτρίκλινος, πόθεν ἦν, τὸ ἀδέκαστον τῆς μαρτυρίας ἐμφαίνων. Καὶ νεκρὸν ἀναστήσας ἀλλαχοῦ λέγει· Δότε αὐτῷ φαγεῖν, τῆς ἀκριβοῦς ἀναστάσεως τοῦτο παρεχόμενος σημεῖον· καὶ διὰ τούτων πάντων πείθων τοὺς ἀνοήτους, ὅτι οὐκ ἀπατεών τις ἦν, οὐδὲ φαντασιοκόπος, ἀλλὰ διὰ σωτηρίαν παρεγένετο τῆς κοινῆς φύσεως τῶν ἀνθρώπων. βʹ. Τί δήποτε δὲ αὐτὸν οὐκ ἀπαιτεῖ πίστιν, ὡς ἐπὶ τῶν τυφλῶν ἐποίησε, λέγων· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; Ὅτι οὐδέπω αὐτὸν ᾔδει σαφῶς ὅστις ἦν. Οὐ γὰρ πρὸ τῶν θαυμάτων, ἀλλὰ μετὰ τὰ θαύματα τοῦτο φαίνεται ποιῶν. Οἱ μὲν γὰρ ἐν ἑτέροις ἑωρακότες αὐτοῦ τὴν δύναμιν, εἰκότως τοῦτο ἤκουον· οἱ δὲ οὐδέπω μεμαθηκότες αὐτὸν, ἀλλ' ἀπὸ τῶν σημείων μέλλοντες εἴσεσθαι, μετὰ τὰ θαύματα ἀπαιτοῦνται τὴν πίστιν. Διὸ καὶ οὐ παρὰ τὴν ἀρχὴν τῶν σημείων ὁ Ματθαῖος εἰσάγει τοῦτο τὸν Χριστὸν εἰρηκότα, ἀλλ' ὅτε πολλοὺς ἐθεράπευσε, πρὸς μόνους τοὺς δύο τυφλούς. Σὺ δὲ καὶ οὕτως ὅρα τοῦ παραλύτου τὴν πίστιν. Ἀκούσας γὰρ, ὅτι Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει, οὐ κατεγέλασεν, οὐδὲ εἶπε, Τί ποτε τοῦτό ἐστιν; ἄγγελος κατέρχεται καὶ ταράσσει τὸ ὕδωρ, καὶ ἕνα θεραπεύει μόνον· σὺ δὲ ἄνθρωπος ὢν, ἀπὸ ἐπιτάγματος ψιλοῦ καὶ ῥήματος ἤλπισας μεῖζον ἀγγέλων δυνήσεσθαι; τῦφος ταῦτα καὶ ἀλαζονεία καὶ γέλως. Ἀλλὰ τούτων οὐδὲν εἶπεν, οὐδὲ ἐνενόησεν· ἀλλ' ἅμα τε ἤκουσε, καὶ ἠγέρθη· καὶ γενόμενος ὑγιὴς, οὐκ ἠπείθησε τῷ κελεύσαντι αὐτῷ· Ἔγειραι, ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. Θαυμαστὸν μὲν οὖν καὶ τοῦτο· τὰ δὲ μετὰ ταῦτα πολλῷ πλέον· μᾶλλον δὲ τὸ μὲν παρὰ τὴν ἀρχὴν μηδενὸς ἐνοχλοῦντος πεισθῆναι, οὐχ οὕτω θαυμαστὸν τοῦτο· τὸ δὲ μετὰ ταῦτα μαινομένων Ἰουδαίων, καὶ πανταχόθεν ἐπικειμένων καὶ ἐγκαλούντων καὶ πολιορκούντων αὐτὸν, καὶ λεγόντων, Οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατόν σου, μὴ μόνον ὑπερορᾷν αὐτῶν τῆς μανίας, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς παῤῥησίας ἐν μέσῳ τῷ θεάτρῳ τὸν εὐεργέτην ἀνακηρύττειν, καὶ τὴν ἀναίσχυντον ἐπιστομίζειν γλῶτταν, πολλῆς ἔγωγε ἀνδρείας εἶναι λέγω. Ἐπισυστάντων γὰρ Ἰουδαίων καὶ λεγόντων ἐπιτιμητικῶς καὶ μετὰ αὐθαδείας αὐτῷ· Σάββατόν ἐστιν, οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατόν σου· ἄκουσον τί φησιν· Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν, Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει· μονονουχὶ τοῦτο λέγων· Ληρεῖτε καὶ παραπαίετε, κελεύοντες τὸν ἀπὸ μακρᾶς οὕτω καὶ χαλεπῆς με ἀπαλλάξαντα νόσου μὴ ἡγεῖσθαι διδάσκαλον, μηδὲ πάντα πείθεσθαι ἅπερ ἂν κελεύῃ. Καίτοι γε εἰ κακουργεῖν ἐβούλετο, ἐνῆν καὶ ἑτέρως εἰπεῖν· οἷον, ὅτι Οὐχ ἑκὼν τοῦτο ποιῶ, ἀλλ' ἑτέρου κελεύσαντος· εἰ δὲ ἔγκλημα τοῦτο, ἐγκαλεῖτε τῷ ἐπιτάξαντι, καὶ ἀποτίθεμαι τὴν κλίνην· καὶ τὴν θεραπείαν δὲ ἔκρυψεν ἄν. Καὶ γὰρ ᾔδει σαφῶς οὐχ οὕτω δακνομένους ἐπὶ τῇ τοῦ Σαββάτου λύσει, ὡς ἐπὶ τῇ τῆς ἀῤῥωστίας διορθώσει. Ἀλλ' οὔτε τοῦτο ἔκρυψεν, οὔτε ἐκεῖνο εἶπεν, οὐδὲ συγγνώμην ᾔτησεν, ἀλλὰ λαμπρᾷ τῇ φωνῇ τὴν εὐεργεσίαν ὡμολόγει καὶ ἀνεκήρυττε. Καὶ ὁ μὲν παράλυτος οὕτως· ἐκεῖνοι δὲ σκόπει πῶς κακούργως. Οὐ γὰρ εἶπον, Τίς ἐστιν ὁ ποιήσας σε ὑγιῆ; ἀλλὰ τοῦτο μὲν ἐσίγησαν· ἄνω δὲ καὶ κάτω τὴν δοκοῦσαν εἶναι παράβασιν εἰς μέσον ἦγον· Τίς ἐστιν ὁ εἰπών σοι, Ἆρον τὸν κράββατόν σου καὶ περιπάτει; Ὁ δὲ τεθεραπευμένος, οὐκ ᾔδει τίς ἐστιν. Ὁ γὰρ Ἰησοῦς ἐξέκλινεν, ὄχλου ὄντος ἐν τῷ τόπῳ. Καὶ τί δήποτε ἔκρυψεν ἑαυτὸν ὁ Χριστός; Πρῶτον μὲν, ἵνα ἀπόντος αὐτοῦ ἡ μαρτυρία ἀνύποπτος γένηται· ὁ γὰρ αἴσθησιν λαβὼν τῆς ὑγιείας, ἀξιόπιστος ἦν τῆς εὐεργεσίας μάρτυς. Ἔπειτα, ἵνα μὴ πλέον τούτων παρασκευάσῃ τὸν θυμὸν ἐκκαῆναι (οἶδε γὰρ καὶ ὄψις μόνη τοῦ φθονουμένου οὐ μικρὸν τοῖς βασκαίνουσιν ἐνιέναι σπινθῆρα), διὰ τοῦτο ἀναχωρήσας, ἀφίησιν αὐτὸ καθ' ἑαυτὸ τὸ ἔργον ἀγωνίζεσθαι παρ' αὐτοῖς, ὥστε μηκέτι αὐτὸν περὶ ἑαυτοῦ τι λέγειν, ἀλλὰ τοὺς τεθεραπευμένους, καὶ μετ' ἐκείνων αὐτοὺς τοὺς ἐγκαλοῦντας. Καὶ γὰρ καὶ οὗτοι τέως μαρτυροῦσι τῷ θαύματι. Οὐ γὰρ εἶπον, Διατί ταῦτα ἐκέλευσας γενέσθαι ἐν Σαββάτῳ; ἀλλὰ, Διατί ταῦτα ποιεῖς ἐν Σαββάτῳ; οὐχ ὑπὲρ τῆς παραβάσεως δυσχεραίνοντες, ἀλλὰ τῇ σωτηρίᾳ τοῦ παραλύτου φθονοῦντες. Καίτοι γε, ὅσον εἰς ἀνθρώπινον ἔργον, τοῦτο μᾶλλον ἔργον ἦν, ὅπερ ἐποίησεν ὁ παράλυτος· ἐκεῖνο δὲ λόγος καὶ ῥῆμα. Ἐνταῦθα μὲν οὖν ἑτέρως κελεύει λύειν τὸ Σάββατον· ἀλλαχοῦ δὲ δι' ἑαυτοῦ τοῦτο ἐργάζεται, φυρῶν πηλὸν καὶ ἐπιχρίων ὀφθαλμούς. Ποιεῖ δὲ ταῦτα, οὐ παραβαίνων, ἀλλ' ὑπερβαίνων τὸν νόμον. Καὶ ὑπὲρ μὲν τούτων, ὕστερον. Οὐδὲ γὰρ ὁμοίως πανταχοῦ περὶ τοῦ Σαββάτου παρ' αὐτῶν ἐγκαλούμενος ἀπολογεῖται· καὶ δεῖ τοῦτο παρατηρεῖν μετὰ ἀκριβείας.
37.3.1
Τέως δὲ ἴδωμεν ὅσον ἡ βασκανία κακὸν, καὶ πῶς τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς πηροῖ κατὰ τῆς τοῦ ἁλόντος σωτηρίας. Καθάπερ γὰρ οἱ μαινόμενοι καθ' ἑαυτῶν πολλάκις ὠθοῦσι τὰ ξίφη· οὕτω καὶ οἱ βασκαίνοντες, πρὸς ἓν μόνον ὁρῶντες, τὴν λύμην τοῦ φθονουμένου, τῆς οἰκείας ἀλογοῦσι σωτηρίας. Οὗτοι καὶ θηρίων χείρους. Ἐκεῖνα γὰρ ἢ τροφῆς δεόμενα, ἢ πρότερον ὑφ' ἡμῶν παροξυνθέντα, ὁπλίζεται καθ' ἡμῶν· οὗτοι δὲ καὶ εὐεργετηθέντες πολλάκις, τὰ τῶν ἀδικούντων τοὺς εὐεργέτας διέθηκαν. Θηρίων μὲν οὖν οὗτοι χαλεπώτεροι, δαιμόνων δὲ ἴσοι, τάχα δὲ καὶ ἐκείνων χείρους. Ἐκεῖνοι γὰρ πρὸς μὲν ἡμᾶς ἄσπονδον ἔχουσιν ἔχθραν, τοῖς δὲ ὁμογενέσιν οὐκ ἐπιβουλεύουσιν· ὅθεν τούτῳ καὶ τοὺς Ἰουδαίους ἐπεστόμιζεν ὁ Χριστὸς, ἡνίκα αὐτὸν ἐν Βεελζεβοὺλ ἔλεγον ἐκβάλλειν τὰ δαιμόνια. Οὗτοι δὲ οὔτε τὴν κοινωνίαν τῆς φύσεως ᾐδέσθησαν, οὔτε ἑαυτῶν ἐφείσαντο. Πρὸ γὰρ τῶν φθονουμένων τὰς ἑαυτῶν ψυχὰς κολάζουσι, θορύβου παντὸς καὶ ἀθυμίας πληροῦντες αὐτὰς εἰκῆ καὶ μάτην. Τίνος γὰρ ἕνεκεν ἀλγείς, ὦ ἄνθρωπε, τοῖς τοῦ πλησίον καλοῖς; Ἀλγεῖν ὄντως χρὴ ἡμᾶς ἐφ' οἷς πάσχομεν κακοῖς, οὐκ ἐφ' οἷς ἑτέρους εὐδοκιμοῦντας ὁρῶμεν. Διὰ τοῦτο ἁπάσης ἀπεστέρηται συγγνώμης τουτὶ τὸ ἁμάρτημα. Ὁ μὲν γὰρ πόρνος ἔχει τὴν ἐπιθυμίαν εἰπεῖν, καὶ ὁ κλέπτης τὴν πενίαν, καὶ ὁ ἀνδροφόνος τὸν θυμόν· ψυχρὰς μὲν καὶ ἀλόγους, ὅμως δὲ ἔχουσί τινας προφάσεις εἰπεῖν. Σὺ δὲ ποίαν αἰτίαν ἐρεῖς, εἰπέ μοι; Οὐδεμίαν οὐδαμόθεν, ἀλλ' ἢ πονηρίαν ἐπιτεταμένην μόνην. Εἰ γὰρ ἐχθροὺς ἀγαπᾷν κελευόμεθα, ὅταν καὶ τοὺς φιλοῦντας μισῶμεν ποίαν τίσομεν δίκην; Καὶ εἰ ὁ τοὺς φιλοῦντας ἀγαπῶν, οὐδὲν ἄμεινον τῶν ἐθνικῶν διακείσεται· ὁ τοῖς μηδὲν ἠδικηκόσιν ἐπηρεάζων, ποίαν ἕξει συγγνώμην; τίνα δὲ παραμυθίαν; Ἄκουσον τοῦ Παύλου τί φησιν· Ἐὰν τὸ σῶμά μου παραδῶ ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ὅτι δὲ ὅπου φθόνος καὶ βασκανία, τὰ τῆς ἀγάπης ἀνῄρηται, παντί που δῆλόν ἐστι. Τοῦτο τὸ πάθος καὶ πορνείας καὶ μοιχείας χεῖρόν ἐστι. Τὸ μὲν γὰρ μέχρι τοῦ πράξαντος ἵσταται, τῆς δὲ βασκανίας ἡ τυραννὶς Ἐκκλησίας ὁλοκλήρους ἀνέτρεψε, καὶ τὴν οἰκουμένην ἅπασαν ἐλυμήνατο. Αὕτη φόνου μήτηρ ἐστίν· οὕτως ἀπέκτεινε τὸν ἀδελφὸν ὁ Κάϊν, οὕτω τὸν Ἰακὼβ ὁ Ἡσαῦ, οὕτω τὸν Ἰωσὴφ οἱ ἀδελφοὶ, οὕτω τοὺς ἀνθρώπους ἅπαντας ὁ διάβολος. Ἀλλὰ σὺ νῦν οὐκ ἀναιρεῖς, ἀλλὰ πολλὰ τοῦ φόνου ποιεῖς χαλεπώτερα, εὐχόμενος τὸν ἀδελφὸν ἀσχημονεῖν, πάγας πανταχόθεν τιθεὶς, ἐκλύων τοὺς ὑπὲρ ἀρετῆς πόνους, ἀλγῶν ὅτι τῷ τῆς οἰκουμένης ἀρέσκει Δεσπότῃ. Οὐκ ἐκείνῳ ἄρα, ἀλλὰ τῷ δι' ἐκείνου θεραπευομένῳ πολεμεῖς, ἐκεῖνον ὑβρίζεις, τὴν σαυτοῦ τιμὴν τῆς ἐκείνου προτιθείς. Καὶ τὸ δὴ πάντων χαλεπώτερον, ὅτι καὶ ἀδιάφορον δοκεῖ τὸ ἁμάρτημα εἶναι, καίτοι γε τῶν ἄλλων ἐστὶ χαλεπώτερον. Κἂν γὰρ ἐλεῇς, κἂν ἀγρυπνῇς, κἂν νηστεύῃς, ἁπάντων ἐναγέστερος γέγονας φθονῶν τῷ ἀδελφῷ. Καὶ τοῦτο δῆλον ἐκεῖθεν· Ἐπόρνευσέ τις παρὰ Κορινθίοις ποτέ· ἀλλ' ἐνεκλήθη καὶ διωρθώθη ταχέως. Ἐφθόνησε τῷ Ἄβελ ὁ Κάϊν, ἀλλ' οὐκ ἐθεραπεύθη, ἀλλὰ καὶ τοῦ Θεοῦ συνεχῶς ἐπᾴδοντος αὐτοῦ τῷ ἕλκει, μᾶλλον ὤδινε καὶ ἐκυματοῦτο, καὶ πρὸς τὸν φόνον ἠπείγετο. Οὕτω τοῦτο ἐκείνου τοῦ πάθους χαλεπώτερον, καὶ οὐκ εὐκόλως εἴκει τῇ θεραπείᾳ, ἐὰν μὴ προσέχωμεν. Πρόῤῥιζον τοίνυν αὐτὸ πάντοθεν ἀνασπάσωμεν, ἐκεῖνο ἐννοοῦντες, ὅτι ὥσπερ προσκρούομεν τῷ Θεῷ, τηκόμενοι τοῖς ἀλλοτρίοις καλοῖς· οὕτως εὐδοκιμοῦμεν συγχαίροντες, καὶ κοινωνοὺς ἑαυτοὺς ποιοῦμεν τῶν ἀποκειμένων τῷ κατορθοῦντι καλῶν. Διὰ τοῦτο καὶ Παῦλος παραινεῖ, Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων, ἵνα ἑκατέρωθεν μέγα καρπωσώμεθα κέρδος. Ἐννοήσαντες τοίνυν, ὅτι κἂν μὴ πονῶμεν, τῷ πονοῦντι συνηδόμενοι, μερισταὶ γινόμεθα τῶν ἐκείνου στεφάνων, πᾶσαν ἐκβάλωμεν βασκανίαν, καὶ τὴν ἀγάπην ἐν ταῖς ἑαυτῶν φυτεύσωμεν ψυχαῖς, ἵνα συγκροτοῦντες τοὺς εὐδοκιμοῦντας τῶν ἀδελφῶν, καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.