In Joannem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
3.0.1
Ἐν ἀρχῇ ἦν ὁ Λόγος.
3.1.1
Προσοχῆς μὲν ἕνεκεν τῆς περὶ τὴν ἀκρόασιν, περιττὸν λοιπὸν ὑμῖν παραινεῖν· οὕτω ταχέως τὴν παραίνεσιν ἐπὶ τῶν ἔργων ἐδείξατε. Ἥ τε γὰρ συνδρομὴ, τό τε ἀτενὲς τῆς στάσεως, καὶ τὸ συνωθοῦντας ἀλλήλους τὸν ἐνδοτέρω τόπον ἐπείγεσθαι καταλαβεῖν, καὶ ὅθεν ἂν εὐσημοτέρα γένοιτο ὑμῖν ἡ παρ' ἡμῶν φωνὴ, καὶ τὸ πιεζομένους μὴ θέλειν ἀναχωρεῖν, ἕως ἂν τὸ πνευματικὸν τοῦτο διαλυθῇ θέατρον, καὶ οἱ κρότοι, καὶ οἱ θόρυβοι, καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα, τεκμήριον τῆς ἐν τῇ ψυχῇ θερμότητος ἂν εἴη καὶ τῆς φιληκοΐας ὑμῶν. Διὸ καὶ περιττὸν περὶ τούτου παρεγγυᾷν· ἐκεῖνο μέντοι εἰπεῖν καὶ παρακαλέσαι ἀναγκαῖον ἡμῖν, ὥστε μεῖναι ταύτην ἔχοντας τὴν σπουδήν· καὶ μὴ μόνον ἐνταῦθα αὐτὴν ἐπιδείκνυσθαι, ἀλλὰ καὶ οἴκοι γενομένους, τὸν ἄνδρα πρὸς τὴν γυναῖκα, τὸν πατέρα πρὸς τὸν παῖδα περὶ τούτων διαλέγεσθαι· καὶ λέγειν μὲν τὰ παρ' ἑαυτοῦ, ἀπαιτεῖν δὲ τὰ παρ' ἐκείνων, καὶ τὸν καλὸν τοῦτον εἰσφέρειν ἅπαντας ἔρανον. Μὴ γάρ μοι λεγέτω τις, ὅτι τὰ παιδία πρὸς ταῦτα ἡμῖν ἀπησχολῆσθαι οὐ χρή· ἐχρῆν μὲν γὰρ οὐ μόνον ἀπησχολῆσθαι, ἀλλὰ καὶ ἐν τούτοις μόνοις ἔχειν τὴν σπουδήν. Πλὴν ἀλλὰ διὰ τὴν ἀσθένειαν ὑμῶν οὐ λέγω τοῦτο, οὐδὲ αὐτὰ τῆς ἔξωθεν ἀπάγω σχολῆς, ὥσπερ οὐδὲ ὑμᾶς τῶν πολιτικῶν ἀφέλκω πραγμάτων. Ἀλλ' ἀπὸ τῶν ἑπτὰ τούτων ἡμερῶν μίαν ἀξιῶ τῷ κοινῷ πάντων ἡμῶν ἀναθεῖναι Δεσπότῃ. Πῶς γὰρ οὐκ ἄτοπον, τοὺς μὲν οἰκέτας ἡμῖν κελεύειν ἅπαντα δουλεύειν τὸν χρόνον, ἡμᾶς δὲ μηδὲ τὴν ἐλάττω σχολὴν ἀπονέμειν τῷ Θεῷ, καὶ ταῦτα τῆς δουλείας ἁπάσης ἐκείνῳ μὲν οὐδὲν προστιθείσης (ἀνενδεὲς γὰρ τὸ Θεῖον), εἰς τὸ συμφέρον δὲ περιισταμένης ἡμῖν; Ἀλλ' εἰς θέατρα μὲν αὐτοὺς ἄγοντες, οὔτε μαθήματα, οὔτε ἄλλο τι τῶν τοιούτων προβάλλεσθε· ἂν δέ τι τῶν πνευματικῶν κερδᾶναι δέοι καὶ συναγαγεῖν, ἀσχολίαν τὸ πρᾶγμα ὀνομάζετε. Καὶ πῶς οὐ παροξυνεῖτε τὸν Θεὸν, πᾶσι μὲν τοῖς ἄλλοις σχολάζοντες καὶ καιρὸν ἀπονέμοντες, τὸ δὲ τὰ αὐτοῦ μεταχειρίζειν, ὀχληρὸν καὶ οὐκ εὔκαιρον εἶναι νομίζοντες τοῖς παισίν; Μὴ ταῦτα, μὴ, ἀδελφοί. Καὶ γὰρ αὕτη μάλιστα ἡ ἡλικία τούτων δεῖται τῶν ἀκουσμάτων. Ἁπαλὴ γὰρ οὖσα, ταχέως ἐναποτίθεται τὰ λεγόμενα, καθάπερ τινὸς σφραγῖδος τῆς ἀκροάσεως ἐν κηρῷ τῇ διανοίᾳ τῇ τούτων ἐντυπουμένης. Ἄλλως τε καὶ ὁ βίος αὐτοῖς τότε ἀρχὴν ἔχει πρὸς κακίαν ἀποκλῖναι ἢ ἀρετήν. Ἂν οὖν τις αὐτοὺς ἀπ' αὐτῶν τῶν ἀρχῶν καὶ τῶν προθύρων ἀπαγάγῃ μὲν τῆς πονηρίας, χειραγωγήσῃ δὲ πρὸς τὴν ἀρίστην ὁδὸν, ὥσπερ εἰς ἕξιν τινὰ καὶ φύσιν αὐτοὺς καταστήσει λοιπόν· 59. 38. 10 καὶ οὐδὲ ἑκόντες μεταβαλοῦνται ῥᾳδίως πρὸς τὸ χεῖρον, τῆς συνηθείας ταύτης ἑλκούσης αὐτοὺς πρὸς τὴν τῶν ἀγαθῶν ἐργασίαν. Οὕτως ἡμῖν τῶν γεγηρακότων αἰδεσιμώτεροι γενήσονται, καὶ τοῖς πολιτικοῖς χρησιμώτεροι πράγμασιν, ἐν νεότητι τὰ τῶν πρεσβυτέρων ἐπιδεικνύμενοι. Οὐ γὰρ ἔστιν, ὥσπερ ἔφθην εἰπὼν, τοιαύτης ἀπολαύοντας ἀκροάσεως, καὶ ἀποστόλῳ τοιούτῳ συγγινομένους, μὴ μέγα τι καὶ γενναῖον ἀγαθὸν λαβόντας ἀπελθεῖν, κἂν ἀνὴρ, κἂν γυνὴ, κἂν νέος ὁ ταύτης μετέχων τῆς τραπέζης ᾖ. Εἰ γὰρ τὰ θηρία τὰ παρ' ἡμῖν λόγῳ ῥυθμίζοντες ἡμεροῦμεν, πόσῳ μᾶλλον τῇ πνευματικῇ ταύτῃ διδασκαλίᾳ τοὺς ἄνδρας τοῦτο ἐργασόμεθα, ὅταν καὶ τοῦ φαρμάκου καὶ τοῦ θεραπευομένου πολὺ τὸ μέσον ᾖ; Οὔτε γὰρ ἡ ἐν ἡμῖν ἀγριότης τοσαύτη, ὅση ἡ ἐν ἐκείνοις· ἡ μὲν γὰρ φύσεως, ἡ δὲ προαιρέσεώς ἐστιν· οὔτε τῶν λόγων ἡ ἰσχὺς ἡ αὐτή. Ἐκείνη μὲν γὰρ ἀνθρωπίνης ἐστὶ διανοίας, αὕτη δὲ τῆς τοῦ Πνεύματος δυνάμεως καὶ τῆς χάριτος. Ὁ τοίνυν ἀπογινώσκων ἑαυτοῦ, τὰ θηρία ἐννοείτω τὰ ἥμερα, καὶ οὐδέποτε τοῦτο πείσεται· συνεχῶς παρὰ τοῦτο ἴτω τὸ ἰατρεῖον, τῶν τοῦ Πνεύματος ἀκουέτω νόμων διὰ παντὸς τοῦ καιροῦ, καὶ οἴκαδε ἀπελθὼν ἀπογραφέτω τὰ ἀκουσθέντα τῇ διανοίᾳ· καὶ οὕτως ἔσται ἐν ἐλπίσι χρησταῖς καὶ ἀσφαλείᾳ πολλῇ, τῇ πείρᾳ τῆς προκοπῆς αἰσθανόμενος Ὅταν γὰρ ὁ διάβολος ἴδῃ τοῦ Θεοῦ τὸν νόμον ἐγγραφέντα τῇ ψυχῇ, καὶ πλάκας αὐτοῦ γενομένην τὴν καρδίαν, οὐ προσελεύσεται λοιπόν. Ἔνθα γὰρ ἂν ᾖ γράμματα βασιλικὰ, οὐκ ἐν στήλῃ χαραγέντα χαλκῇ, ἀλλ' ἐπὶ θεοφιλοῦς διανοίας ἁγίῳ Πνεύματι τυπωθέντα, καὶ πολλῆς ἀποστίλβοντα τῆς χάριτος, οὐδὲ ἀντιβλέψαι ἐκεῖνος δυνήσεται, ἀλλὰ πόῤῥωθεν ἡμῖν δώσει τὰ νῶτα. Οὐδὲν γὰρ οὕτω φοβερὸν ἐκείνῳ καὶ τοῖς παρ' ἐκείνου ὑποτιθεμένοις λογισμοῖς, ὡς διάνοια τὰ θεῖα μελετῶσα, καὶ ψυχὴ ταύτῃ διαπαντὸς ἐγκειμένη τῇ πηγῇ. Τὴν γὰρ τοιαύτην οὐ λυπῆσαί τι τῶν παρόντων δυνήσεται, κἂν ἀηδὲς ᾖ, οὐ φυσῆσαι καὶ ἐπᾶραι, κἂν αἴσιον ᾖ· ἀλλ' ἐν τοσούτῳ χειμῶνι καὶ ζάλῃ γαλήνης ἀπολαύσεται πολλῆς.
3.2.1
Οὐ γὰρ παρὰ τὴν τῶν πραγμάτων φύσιν ὁ θόρυβος ἡμῖν ἐγγίνεται, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῆς διανοίας τῆς ἡμετέρας. Ἐπεὶ εἰ παρὰ τὰ συμβαίνοντα τοῦτο ἐπάσχομεν, πάντας ἀνθρώπους ταράττεσθαι ἔδει. Πάντες γὰρ τὴν αὐτὴν πλέομεν θάλατταν, καὶ κυμάτων καὶ ἅλμης ἐκτὸς εἶναι ἀμήχανον. Εἰ δέ εἰσιν, οἳ τοῦ χειμῶνος ἑστήκασιν ἔξω καὶ τῆς θαλάττης μαινομένης, εὔδηλον ὅτι τὸν χειμῶνα οὐ τὰ πράγματα ποιεῖ, ἀλλ' ἡ κατάστασις τῆς διανοίας τῆς ἡμετέρας. Ἂν οὖν αὐτὴν κατασκευάσωμεν οὕτως, ὡς πάντα φέρειν εὐκόλως, οὐκ ἔσται χειμὼν ἡμῖν, οὐδὲ κλυδώνιον, λευκῆς ἀεὶ τῆς γαλήνης οὔσης. Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς προθέμενος μηδὲν 59. 39 ὑπὲρ τούτων εἰπεῖν, εἰς τοσοῦτον ταύτης ἐξηνέχθην τῆς παραινέσεως. Σύγγνωτε οὖν τῆς μακρηγορίας ἡμῖν. Καὶ γὰρ δέδοικα, καὶ σφόδρα δέδοικα, μήποτε ἀσθενεστέρα ἡμῖν αὕτη γένηται ἡ σπουδή· ὡς εἴ γε ἐθάῤῥουν ὑπὲρ αὐτῆς, οὐδὲν ἂν διελέχθην τούτων ὑμῖν νῦν· ἱκανὴ γὰρ αὕτη πάντα ὑμῖν ἐξευμαρίσαι τὰ πράγματα. Ὥρα δὲ λοιπὸν ἐπὶ τὰ προκείμενα τήμερον ἰέναι, ὥστε μὴ κεκμηκότας ὑμᾶς προσβάλλειν τοῖς ἀγῶσιν. Ἀγῶνες γὰρ ἡμῖν πρόκεινται πρὸς τοὺς τῆς ἀληθείας ἐχθροὺς, πρὸς τοὺς πάντα μηχανωμένους, ὥστε καθελεῖν τὴν δόξαν τοῦ Υἱοῦ τοῦ Θεοῦ, μᾶλλον δὲ τὴν ἑαυτῶν. Ἡ μὲν γὰρ μένει διαπαντὸς, οἵαπέρ ἐστιν, οὐδὲν παρὰ τῆς βλασφήμου γλώττης ἐλαττουμένη· ἐκεῖνοι δὲ, ὅν φασι προσκυνεῖν, καθελεῖν σπουδάζοντες, τὰ πρόσωπα αὐτῶν ἀτιμίας πληροῦσι καὶ κολάσεως τὴν ψυχήν. Τίνα οὖν ἐστιν ἅ φασιν, ἡμῶν ταῦτα λεγόντων, ἐκεῖνοι; Ὅτι τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, οὐ τὸ ἀΐδιον δείκνυσιν ἁπλῶς· καὶ γὰρ καὶ περὶ οὐρανοῦ τοῦτο καὶ περὶ γῆς ἐλέχθη. Ὢ τῆς ἀναισχυντίας καὶ τῆς ἀνευλαβείας τῆς πολλῆς. Περὶ Θεοῦ σοι διαλέγομαι, καὶ σύ μοι τὴν γῆν φέρεις εἰς μέσον, καὶ τοὺς ἀπὸ τῆς γῆς ἀνθρώπους; Οὐκοῦν ἐπειδὴ Υἱὸς Θεοῦ ὁ Χριστὸς λέγεται καὶ Θεὸς, καὶ ὁ ἄνθρωπος υἱὸς Θεοῦ λέγεται καὶ θεός (Ἐγὼ γὰρ εἶπα, Θεοί ἐστε, φησὶ, καὶ υἱοὶ Ὑψίστου πάντες), φιλονεικήσεις τῷ Μονογενεῖ τῆς υἱότητος, καὶ οὐδὲν φήσεις αὐτὸν ἔχειν κατὰ τοῦτό σου πλέον; Οὐδαμῶς, φησί. Καὶ μὴν τοῦτο ποιεῖς, κἂν μὴ τῷ λόγῳ λέγῃς. Πῶς; Ὅτι καὶ σὺ χάριτι φῂς τῆς υἱοθεσίας μετειληφέναι καὶ αὐτὸν οὕτω· τῷ γὰρ μὴ φύσει λέγειν αὐτὸν υἱὸν οὐδὲν ἕτερον ἢ χάριτι εἶναι τοῦτο κατασκευάζεις. Πλὴν ἀλλ' ἴδωμεν καὶ τὰς μαρτυρίας, ἃς παράγουσιν ἡμῖν. Ἐν ἀρχῇ, φησὶν, ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος. Καὶ, Ἦν ἄνθρωπος ἐξ Ἀρμαθαὶμ Σιφᾶ. Ταῦτά ἐστιν ἃ νομίζουσιν εἶναι ἰσχυρά. Καὶ ἔστιν ἰσχυρά· ἀλλ' εἰς τὸ δεῖξαι τὴν παρ' ἡμῶν λεγομένην ὀρθότητα τῶν δογμάτων· πρὸς δὲ τὸ στῆσαι τὴν βλασφημίαν αὐτῶν ἀσθενέστερά πως ἁπάντων. Τί γὰρ, εἰπέ μοι, κοινὸν ἔχει πρὸς τὸ, Ἐποίησε, τὸ, Ἦν; τί δὲ ὁ Θεὸς πρὸς τὸν ἄνθρωπον; Τί τὰ ἄμικτα μιγνύεις, καὶ συγχεῖς τὰ διαιρούμενα, καὶ τὰ ἄνω τὰ κάτω ποιεῖς; Ἐνταῦθα γὰρ τὸ, Ἦν, οὐ δείκνυσι τὸ ἀΐδιον μόνον, ἀλλὰ καὶ τὸ, Ἐν ἀρχῇ ἦν, καὶ τὸ, Ὁ Λόγος ἦν. Ὥσπερ οὖν τὸ, ὢν, ὅταν μὲν περὶ ἀνθρώπου λέγηται, τὸν ἐνεστῶτα χρόνον δηλοῖ μόνον· ὅταν δὲ περὶ Θεοῦ, τὸ ἀΐδιον δείκνυσιν· οὕτω καὶ τὸ, Ἦν, περὶ μὲν τῆς ἡμετέρας λεγόμενον φύσεως, τὸν παρελθόντα σημαίνει χρόνον ἡμῖν, καὶ αὐτὸν τοῦτον πεπερατωμένον· ὅταν δὲ περὶ Θεοῦ, τὸ ἀΐδιον ἐμφαίνει. Ἤρκει μὲν οὖν ἀκούσαντα γῆν, καὶ ἀκούσαντα ἄνθρωπον, μηδὲν πλέον ὑποπτεῦσαι περὶ αὐτῶν, ὧν τῇ φύσει τῇ γεννητῇ προσῆκε νοεῖν. Τὸ γὰρ γενόμενον, ὅτι ἂν ᾖ, χρόνῳ ἢ αἰῶνι γέγονεν· ὁ δὲ Υἱὸς τοῦ Θεοῦ οὐ χρόνων μόνον, ἀλλὰ καὶ αἰώνων πάντων ἀνώτερος. Δημιουργὸς γὰρ αὐτῶν ἐστι καὶ ποιητής· Δι' οὗ γὰρ, φησὶ, καὶ τοὺς αἰῶνας ἐποίησεν. Ὁ δὲ ποιητὴς πρὸ τῶν ποιημάτων πάντως ἐστίν. Ἐπειδὴ δὲ οὕτως ἀναίσθητοί τινές εἰσιν, ὡς καὶ μετὰ ταῦτα μεῖζόν τι περὶ αὐτῶν τῆς ἀξίας ὑπονοεῖν, τῷ, Ἐποίησε, ῥήματι, καὶ τῷ, Ἄνθρωπος ἦν, προκαταλαμβάνει τὴν διάνοιαν τοῦ ἀκροατοῦ, καὶ πᾶσαν ἀναισχυντίαν ἐκκόπτει. Πᾶν 59. 40 γὰρ τὸ ποιηθὲν, καὶ οὐρανὸς καὶ γῆ, χρόνῳ πεποίηται, καὶ ἀρχὴν ἔχει χρονικὴν, καὶ ἄναρχον τούτων οὐδὲν, ἐπειδὴ γέγονεν. Ὥστε ὅταν ἀκούσῃς. ὅτι Ἐποίησε τὴν γῆν, καὶ ὅτι Ἄνθρωπος ἦν, περιττὰ λοιπὸν φλυαρεῖς, ἀνόνητόν τινα ἐλίττων λῆρον. Ἐγὼ γὰρ καὶ ἑτέραν ὑπερβολὴν εἴποιμι ἄν. Ποίαν δὴ ταύτην; Ὅτι εἰ καὶ περὶ τῆς γῆς εἴρητο τὸ, Ἐν ἀρχῇ ἦν ἡ γῆ, καὶ περὶ τοῦ ἀνθρώπου, ὅτι Ἐν ἀρχῇ ἦν ὁ ἄνθρωπος, οὐδὲ οὕτως ὑποπτεῦσαί τι μεῖζον περὶ αὐτῶν τῶν νῦν ἐγνωσμένων ἐχρῆν ἡμῖν. Ἡ γὰρ τῆς γῆς καὶ τοῦ ἀνθρώπου προσηγορία προλαβοῦσα, ὅσα ἂν περὶ αὐτῶν λέγηται, οὐκ ἀφίησι τὴν διάνοιαν μεῖζόν τι φαντασθῆναι περὶ αὐτῶν, ὧν νῦν ἴσμεν· ὥσπερ οὐδὲ ὁ Λόγος, κἂν μικρόν τι περὶ αὐτοῦ λεχθῇ, οὐκ ἀφίησι ταπεινὸν ἐννοῆσαί τι καὶ εὐτελές· ἐπεὶ καὶ προϊών φησι περὶ τῆς γῆς· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος. Εἰπὼν γὰρ, ὅτι ἐποίησεν αὐτὴν, καὶ θεὶς αὐτῇ τὸν οἰκεῖον ὅρον, ἀδεῶς λοιπὸν τὰ ἑξῆς φθέγγεται, εἰδὼς ὅτι οὐδεὶς οὕτως ἀνόητός ἐστιν, ὡς ἄναρχον αὐτὴν καὶ ἀγένητον ὑποπτεῦσαι. Τὸ γὰρ τῆς γῆς ὄνομα καὶ τὸ, Ἐποίησεν, ἱκανὰ καὶ τὸν σφόδρα ἠλίθιον πεῖσαι, ὅτι οὐκ ἀΐδιος οὐδὲ ἀγένητος, ἀλλὰ τῶν ἐν χρόνῳ γενομένων ἐστί.
3.3.1
Χωρὶς δὲ τούτων τὸ, Ἦν, ἐπὶ μὲν τῆς γῆς καὶ τοῦ ἀνθρώπου, οὐ τοῦ εἶναι ἁπλῶς ἐστι σημαντικόν· ἀλλ' ἐπὶ μὲν τοῦ ἀνθρώπου, τοῦ ἀπὸ τοῦδε τοῦ χωρίου εἶναι· ἐπὶ δὲ τῆς γῆς, τοῦ πῶς εἶναι. Οὐδὲ γὰρ εἶπεν, Ἡ δὲ γῆ ἦν, ἁπλῶς, καὶ ἐσίγησεν· ἀλλὰ πῶς ἦν καὶ μετὰ τὸ γενέσθαι ἐδίδαξεν, οἷον, ὅτι Ἀόρατος καὶ ἀκατασκεύαστος, ἔτι τοῖς ὕδασι κρυπτομένη καὶ φυρομένη. Καὶ ἐπὶ τοῦ Ἑλκανᾶ οὐκ εἶπεν, ὅτι Ἦν ἄνθρωπος, μόνον, ἀλλὰ προσέθηκε καὶ πόθεν ἦν δηλῶν, τὸ ἐξ Ἀρμαθαὶμ Σιφᾶ. Ἐπὶ δὲ τοῦ Λόγου οὐχ οὕτω. Καὶ αἰσχύνομαι μὲν ταῦτα τούτοις ἀντεξετάζων. Εἰ γὰρ τοῖς ἐπ' ἀνθρώπων αὐτὸ ποιοῦσιν ἐπιτιμῶμεν, ὅταν πολὺ τὸ μέσον τῆς ἀρετῆς τῶν ἐξεταζομένων ᾖ, καίτοι γε τῆς οὐσίας μιᾶς οὔσης· ὅταν καὶ τῆς φύσεως καὶ τῶν ἄλλων ἁπάντων οὕτως ἄπειρον ᾖ τὸ μέσον, πῶς οὐκ ἐσχάτης μανίας τὸ τὰ τοιαῦτα κινεῖν; Ἀλλ' ἵλεως ἡμῖν αὐτὸς ὁ βλασφημούμενος παρ' ἐκείνων εἴη. Τὴν γὰρ τῶν τοιούτων λόγων ἀνάγκην οὐχ ἡμεῖς ἐφευρήκαμεν, ἀλλ' οἱ τῇ ἑαυτῶν πολεμοῦντες σωτηρίᾳ ἡμῖν παρέσχον. Τί οὖν φημι; Ὅτι τοῦτο τὸ, Ἦν, ἐπὶ τοῦ Λόγου, τοῦ εἶναι ἀϊδίως μόνον ἐστὶ δηλωτικόν· Ἐν ἀρχῇ γὰρ ἦν, φησὶν, ὁ Λόγος· τὸ δεύτερον δὲ ἦν, τοῦ πρός τινα εἶναι. Ἐπειδὴ γὰρ μάλιστα τοῦ Θεοῦ τοῦτό ἐστιν ἴδιον, τὸ ἀΐδιον καὶ ἄναρχον, τοῦτο πρῶτον τέθεικεν. Εἶτα, ἵνα μή τις ἀκούων τὸ, ἦν ἐν ἀρχῇ, καὶ ἀγέννητον αὐτὸν εἴπῃ, εὐθέως αὐτὸ παρεμυθήσατο, πρὸ τοῦ εἰπεῖν τί ἦν, εἰπὼν ὅτι Πρὸς τὸν Θεὸν ἦν. Καὶ ἵνα μὴ Λόγον αὐτὸν ἁπλῶς νομίσῃ τις εἶναι προφορικὸν ἢ ἐνδιάθετον, τῇ τοῦ ἄρθρου προσθήκῃ, καθάπερ ἔφθην εἰπὼν, καὶ διὰ τῆς δευτέρας ταύτης τοῦτο ἀνεῖλε ῥήσεως. Οὐ γὰρ εἶπεν, Ἐν Θεῷ ἦν, ἀλλὰ, Πρὸς τὸν Θεὸν ἦν, τὴν καθ' ὑπόστασιν αὐτοῦ ἀϊδιότητα ἐμφαίνων ἡμῖν. Εἶτα καὶ σαφέστερον αὐτὸ προϊὼν ἀπεκάλυψεν, ἐπαγαγὼν, ὅτι ὁ Λόγος οὗτος καὶ Θεὸς ἦν. Ἀλλὰ πεποιημένος, φησί. Τί οὖν ἐκώλυε τοῦτο εἰπεῖν, ὅτι ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν Λόγον; Περὶ γοῦν τῆς γῆς διαλεγόμενος ὁ Μωϋσῆς, οὐκ 59. 41 εἶπεν, Ἐν ἀρχῇ ἦν ἡ γῆ, ἀλλ' ὅτι Ἐποίησεν αὐτὴν, καὶ τότε ἦν. Τί τοίνυν ἐκώλυε καὶ τὸν Ἰωάννην οὕτως εἰπεῖν, ὅτι Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν Λόγον; Εἰ γὰρ περὶ τῆς γῆς τοῦτο ἔδεισεν ὁ Μωϋσῆς, μή τις αὐτὴν ἀγένητον εἴπῃ· πολλῷ μᾶλλον περὶ τοῦ Υἱοῦ φοβηθῆναι ἐχρῆν τὸν Ἰωάννην, εἴ γε κτιστὸς ἦν. Ὁ μὲν γὰρ κόσμος, ὁρατὸς ὢν, αὐτόθεν κηρύττει τὸν Ποιητήν (Οἱ οὐρανοὶ γὰρ, φησὶ, διηγοῦνται δόξαν τοῦ Θεοῦ)· ὁ δὲ Υἱὸς ἀόρατός ἐστι, καὶ τὴν κτίσιν σφόδρα καὶ ἀπείρως ὑπεραναβέβηκεν. Εἰ τοίνυν ἔνθα μηδὲ λόγου καὶ διδασκαλίας ἡμῖν ἔδει πρὸς τὸ μαθεῖν, ὅτι γενητὸς ὁ κόσμος ἐστὶν, ὅμως σαφῶς αὐτὸ καὶ πρὸ τῶν ἄλλων τίθησιν ὁ Προφήτης· πολλῷ μᾶλλον περὶ τοῦ Υἱοῦ τοῦτο τὸν Ἰωάννην ἐχρῆν εἰπεῖν, εἴ γε κτισθεὶς ἦν. Ναὶ, φησίν· ἀλλ' ὁ Πέτρος τοῦτο εἶπε σαφῶς καὶ διαῤῥήδην. Ποῦ καὶ πότε; Ὅτε Ἰουδαίοις διαλεγόμενος ἔλεγεν, Ὅτι Κύριοναὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε. Τί οὖν καὶ τὸ ἑξῆς οὐ προσέθηκας, ὅτι Τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε; Ἢ ἀγνοεῖς ὅτι τῶν λεγομένων τὰ μὲν τῆς ἀκηράτου φύσεως, τὰ δὲ τῆς οἰκονομίας ἐστίν; Εἰ δὲ μή ἐστιν, ἀλλὰ πάντα ἁπλῶς ἐπὶ τῆς θεότητος ἐκδέξῃ, καὶ παθητὸν εἰσάξεις τὸ Θεῖον· εἰ δὲ μὴ παθητὸν, οὐδὲ ποιητόν. Εἰ μὲν γὰρ ἐκ τῆς θείας αὐτῆς καὶ ἀῤῥήτου φύσεως τὸ αἷμα ἔῤῥευσε, καὶ ἀντὶ τῆς σαρκὸς αὐτὴ τοῖς κατὰ τὸν σταυρὸν ἥλοις διῃρεῖτο καὶ ἐτέμνετο, λόγον ἂν εἶχέ σου κατὰ τοῦτο τὸ σόφισμα. Εἰ δὲ τοῦτο οὐδ' ἂν αὐτὸς ὁ διάβολος βλασφημήσειε, τίνος ἕνεκεν αὐτὸς ἀγνοεῖν προσποιῇ ἀσύγγνωστον οὕτως ἄγνοιαν, καὶ ἣν οὐδ' ἂν οἱ δαίμονες ὑπεκρίναντο; Ἄλλως τε τὸ Κύριος καὶ τὸ Χριστὸς, οὐκ ἔστιν οὐσίας, ἀλλ' ἀξιώματος. Τὸ μὲν γὰρ τῆς ἐξουσίας ἐστὶ, τὸ δὲ τοῦ χρισθῆναι. Τί οὖν ἂν εἴποις περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ; Εἰ γὰρ καὶ κτιστὸς ἦν καθ' ὑμᾶς, τοῦτο οὐκ ἂν ἔχοι χώραν· οὐ γὰρ δὴ πρότερον ἐγένετο, καὶ τότε αὐτὸν ἐχειροτόνησεν ὁ Θεός· οὐδὲ ἀπόβλητον ἔχει τὴν ἀρχὴν, ἀλλὰ φύσει καὶ οὐσιωμένην. Ἐρωτηθεὶς γὰρ εἰ βασιλεὺς εἴη, Ἐγὼ εἰς τοῦτο γεγέννημαι, φησίν. Ὁ δὲ Πέτρος, ὡς περί τινος χειροτονηθέντος, οὕτω διαλέγεται. Περὶ γὰρ τῆς οἰκονομίας ὁ λόγος αὐτῷ πάσης.
3.4.1
Καὶ τί θαυμάζεις, εἰ τοῦτο ὁ Πέτρος φησίν; Ἀθηναίοις γὰρ διαλεγόμενος ὁ Παῦλος, ἄνδρα αὐτὸν καλεῖ μόνον, οὕτω λέγων· Ἐν ἀνδρὶ ᾧ ὥρισε πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν· καὶ οὐδὲν περὶ τῆς τοῦ Θεοῦ λέγει μορφῆς, οὐδὲ ὅτι ἴσος αὐτῷ, οὐδὲ ὅτι ἀπαύγασμα τῆς δόξης αὐτοῦ· εἰκότως. Οὔπω γὰρ τούτων καιρὸς τῶν ῥημάτων ἦν, ἀλλ' ἀγαπητὸν ἦν αὐτοὺς παραδέξασθαι τέως ὅτι ἄνθρωπός ἐστι, καὶ ὅτι ἀνέστη. Οὕτω καὶ αὐτὸς ἐποίησε Χριστός· παρ' οὗ καὶ Παῦλος μαθὼν, οὕτω τὰ πράγματα ᾠκονόμει. Οὐ γὰρ εὐθέως ἡμῖν ἑαυτοῦ τὴν θεότητα ἐξεκάλυψεν, ἀλλὰ πρῶτον μὲν ἐνομίζετο εἶναι προφήτης καὶ Χριστὸς ἁπλῶς ἄνθρωπος· ὕστερον δὲ ἐφάνη διὰ τῶν ἔργων καὶ τῶν ῥημάτων τοῦτο ὅπερ ἦν. Διὰ τοῦτο καὶ ὁ Πέτρος ἐν ἀρχῇ τούτῳ κέχρηται τῷ τρόπῳ· καὶ γὰρ ταύτην πρώτην πρὸς Ἰουδαίους ἐδημηγόρει δημηγο 59. 42 ρίαν. Ἐπειδὴ γὰρ οὐδὲν περὶ τῆς θεότητος αὐτοῦ τέως σαφὲς μαθεῖν ἴσχυον, διὰ τοῦτο τοῖς περὶ τῆς οἰκονομίας ἐνδιατρίβει λόγοις, ἵνα τούτοις ἡ ἀκοὴ γυμνασθεῖσα, τῇ λοιπῇ προοδοποιήσῃ διδασκαλίᾳ. Καὶ εἰ βούλοιτό τις τὴν δημηγορίαν πᾶσαν ἄνωθεν διελθεῖν, εὑρήσει τοῦτο ὃ λέγω σφόδρα διαλάμπον. Καὶ γὰρ ἄνδρα αὐτὸν καλεῖ καὶ αὐτὸς, καὶ τοῖς τοῦ πάθους, καὶ τῆς ἀναστάσεως, καὶ τῆς κατὰ σάρκα γεννήσεως ἐνδιατρίβει λόγοις. Καὶ Παῦλος δὲ, ὅταν λέγῃ· Τοῦ γενομένου ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα, οὐδὲν ἕτερον ἡμᾶς παιδεύει, ἀλλ' ὅτι τὸ, Ἐποίησεν, ἐπὶ τῆς οἰκονομίας παρείληπται, ὃ καὶ ἡμεῖς ὁμολογοῦμεν. Ἀλλ' ὁ τῆς βροντῆς υἱὸς περὶ τῆς ἀῤῥήτου καὶ προαιωνίου ἡμῖν ὑπάρξεως διαλέγεται νῦν. Διὰ τοῦτο τὸ, Ἐποίησεν, ἀφεὶς, τὸ, Ἦν, ἔθηκεν. Ἐχρῆν δὲ εἰ κτιστὸς ἦν, τοῦτο μάλιστα διορίσασθαι. Εἰ γὰρ ὁ Παῦλος ἔδεισε μή τις ὑποπτεύσῃ τῶν ἀνοήτων, ὅτι τοῦ Πατρὸς ἔσται μείζων, καὶ ὑποτεταγμένον ἕξει τὸν γεννήσαντα· διὰ γὰρ τοῦτο Κορινθίοις ἐπιστέλλων ἔλεγεν· Ὅταν δὲ εἴπῃ, ὅτι Ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα· καίτοι τίς ἂν ὑπονοήσειεν, ὅτι ὁ Πατὴρ ὑποταγήσεταί ποτε τῷ Υἱῷ καὶ μετὰ τῶν πάντων; ἀλλ' ὅμως εἰ καὶ τὰς ἀλόγους ταύτας ὑπονοίας δέδοικε, καί φησιν, ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα· πολλῷ μᾶλλον τὸν Ἰωάννην, εἰ κτιστὸς ἦν ὁ Υἱὸς τοῦ Θεοῦ, φοβηθῆναι ἔδει, μή τις αὐτὸν ἄκτιστον νομίσῃ, καὶ τοῦτο πρὸ πάντων διδάξαι. Νῦν δὲ, ἐπειδὴ γεννητὸς ἦν, εἰκότως οὔτε αὐτὸς, οὔτε ἄλλος οὐδεὶς, οὐκ ἀπόστολος, οὐ προφήτης, κτιστὸν αὐτὸν ἔφησαν εἶναι. Καὶ αὐτὸς δὲ ὁ Μονογενὴς οὐκ ἂν αὐτὸ παρῆκεν, εἰ τοῦτο ἦν. Ὁ γὰρ τὰ οὕτω ταπεινὰ φθεγγόμενος διὰ συγκατάβασιν, πολλῷ μᾶλλον τοῦτο οὐκ ἂν ἐσιώπησεν. Οἶμαι γὰρ οὐκ ἀπεικὸς, μᾶλλον ἔχοντα τὸ ὑψηλὸν σιγῆσαι, ἢ μὴ ἔχοντα παραλιπεῖν τοῦτο αὐτὸν, καὶ μὴ διδάξαι ὅτι οὐκ ἔχει. Ἐκεῖ μὲν γὰρ εὔλογος πρόφασις τῆς σιγῆς ἦν, τὸ βούλεσθαι διδάσκειν τοὺς ἀνθρώπους ταπεινοφρονεῖν, καὶ διὰ τοῦτο σιγᾷν τὰ μεγάλα τῶν προσόντων αὐτῷ· ἐνταῦθα δὲ οὐδεμίαν ἔχοις εἰπεῖν δικαίαν πρόφασιν τῆς σιωπῆς. Τίνος γὰρ ἕνεκεν ἐσίγα, εἰ κτιστὸς ἦν, τὸ γεγενῆσθαι, ὁ καὶ τῶν προσόντων πολλὰ παραιτούμενος; Ὥστε ὁ διὰ τὴν τῆς ταπεινοφροσύνης διδασκαλίαν καὶ τὰ μὴ προσόντα αὐτῷ πολλάκις εἰπὼν ταπεινὰ, πολλῷ μᾶλλον, εἰ κτιστὸς ἦν, τοῦτο οὐκ ἂν παρέλιπεν. Ἢ οὐχ ὁρᾷς αὐτὸν, ἵνα μηδεὶς αὐτὸν ἀγέννητον ὑπολάβῃ, πάντα ὑπὲρ τούτου καὶ ποιοῦντα καὶ λέγοντα, καὶ ἀνάξια αὐτοῦ φθεγγόμενον τῆς ἀξίας καὶ τῆς οὐσίας, καὶ εἰς προφήτου ταπεινότητα καταβαίνοντα; Τὸ γὰρ, Καθὼς ἀκούω κρίνω· καὶ τὸ, Ἐκεῖνός μοι εἶπε τί εἴπω καὶ τί λαλήσω, καὶ ὅσα τοιαῦτα, προφητῶν μόνον ἐστίν. Εἰ τοίνυν ταύτην θέλων τὴν ὑποψίαν ἀνελεῖν, οὕτω ταπεινὰ φθέγξασθαι οὐκ ἀπηξίωσε ῥήματα· πολλῷ μᾶλλον ἂν, εἰ κτιστὸς ἦν, ἵνα μὴ ἄκτιστόν τις αὐτὸν ὑποπτεύσῃ, πολλὰ τοιαῦτα ἂν εἶπεν· οἷον, Μὴ νομίζετέ με γεγεννῆσθαι παρὰ τοῦ Πατρός· πεποίημαι ἐγὼ, οὐ γεγέννημαι, οὐδέ εἰμι τῆς οὐσίας ἐκείνου. Νῦν δὲ πᾶν τοὐναντίον ποιεῖ· ἐκεῖνα γὰρ φθέγγεται τὰ ῥήματα, ἃ καὶ τοὺς μὴ βουλομένους ἀναγκάζει καὶ ἄκοντας τὴν ἐναντίαν δέξασθαι ὑπόνοιαν, οἷον, ὅτι Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ, Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ, 59. 43 ἑώρακε τὸν Πατέρα· καὶ, Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς, οὓς θέλει, ζωοποιεῖ. Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Καὶ πανταχοῦ τὸ ὥσπερ Καὶ τὸ οὕτω τιθεὶς, καὶ τὸ ἓν εἶναι πρὸς τὸν Πατέρα, τὴν πρὸς αὐτὸν ἀπαραλλαξίαν δηλοῖ· τὴν δὲ αὐθεντίαν, καὶ διὰ τούτων μὲν, καὶ δι' ἑτέρων δὲ πλειόνων ἐνδείκνυται· οἷον ὅταν λέγῃ· Σιώπα, πεφίμωσο· Θέλω, καθαρίσθητι· Σοὶ λέγω, τὸ δαιμόνιον τὸ κωφὸν καὶ ἄλαλον, ἔξελθε ἀπ' αὐτοῦ. Καὶ τὸ, Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται. Καὶ ὅσα ἄλλα τοιαῦτα νομοθετεῖ καὶ θαυματουργεῖ, ἱκανὰ δεῖξαι αὐτοῦ τὴν ἐξουσίαν· μᾶλλον δὲ τὸ πολλοστὸν αὐτῶν μέρος ἱκανὸν τοὺς μὴ λίαν ἀναισθητοῦντας προσαγαγέσθαι καὶ πεῖσαι.
3.5.1
Ἀλλὰ γὰρ δεινὸν ἡ κενοδοξία καὶ πρὸς τὰ λίαν φανερὰ ἀποτυφλῶσαι τὴν διάνοιαν τῶν ὑπ' αὐτῆς ἁλισκομένων, καὶ τοῖς ὡμολογημένοις πεῖσαι φιλονεικεῖν· ἑτέρους δὲ καὶ σφόδρα εἰδότας τἀληθὲς καὶ πεπεισμένους, εἰς ὑπόκρισιν καὶ ἀντίστασιν ἀλείφει. Ταῦτα καὶ ἐπὶ τῶν Ἰουδαίων ἐγίνετο. Οὐ γὰρ δι' ἄγνοιαν ἠρνοῦντο τὸν τοῦ Θεοῦ Υἱὸν, ἀλλ' ἵνα τῆς παρὰ τῶν πολλῶν τύχωσι τιμῆς. Καὶ γὰρ, Ἐπίστευον εἰς αὐτὸν, φησὶν, ἀλλ' ἐφοβοῦντο ἵνα μὴ ἀποσυνάγωγοι γένωνται, καὶ τὴν αὑτῶν προέτειναν σωτηρίαν ἑτέροις. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸν οὕτω σφοδρῶς τῇ παρούσῃ δουλεύοντα δόξῃ, τῆς παρὰ τοῦ Θεοῦ τυχεῖν. Διὸ καὶ ἐπετίμησεν αὐτοῖς, εἰπών· Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, καὶ τὴν παρὰ τοῦ Θεοῦ μὴ ζητοῦντες; Μέθη γάρ τίς ἐστι βαθεῖα· καὶ διὸ δυσανάγωγον τὸν χειρωθέντα ποιεῖ τοῦτο τὸ πάθος. Αὕτη τῶν ἁλόντων τὴν ψυχὴν ἀποσχίσασα τῶν οὐρανῶν, τῇ γῇ προσηλοῖ, καὶ πρὸς τὸ φῶς ἀναβλέψαι τὸ ἀληθινὸν οὐκ ἀφίησιν, ἀλλ' ἐν τῷ βορβόρῳ διαπαντὸς καλινδεῖσθαι πείθει, κατασκευάζουσα δεσπότας αὐτοῖς οὕτω δυνατοὺς, ὡς χωρὶς ἐπιταγμάτων αὐτῶν κρατεῖν. Ὁ γὰρ τοῦτο νοσῶν τὸ νόσημα, καὶ μηδενὸς κελεύοντος, αὐτομάτως ποιεῖ πάντα, ὅσαπερ ἂν οἴηται τέρπειν αὐτοῦ τοὺς κυρίους. Καὶ γὰρ ἱμάτια καλὰ περιτίθεται δι' ἐκείνους, καὶ καλλωπίζει τὴν ὄψιν, οὐχ ἑαυτῷ τοῦτο, ἀλλ' ἑτέροις ἐπιτηδεύων, καὶ ἀκολούθους περιάγει κατὰ τὴν ἀγορὰν, ἵνα θαυμάζηται παρ' ἑτέρων· καὶ πάντα ἃ ποιεῖ τῆς τῶν ἄλλων ἕνεκεν ἀρεσκείας ὑπομένει μόνης. Ἆρα γένοιτ' ἄν τι τούτου χαλεπώτερον πάθος; Ἵνα ἕτεροι θαυμάσωσιν αὐτὸν, κατακρημνίζεται συνεχῶς. Ἱκανὰ μὲν οὖν καὶ τὰ εἰρημένα παρὰ τοῦ Χριστοῦ, δεῖξαι πᾶσαν αὐτοῦ τὴν τυραννίδα· πλὴν καὶ ἐντεῦθεν ἔστιν αὐτὴν 59. 44 συνιδεῖν. Εἰ γὰρ ἐθελήσεις ἐρωτῆσαί τινα τῶν πολιτευομένων καὶ τὰ πολυτελῆ δαπανώντων δαπανήματα, τίνος ἕνεκεν τοσοῦτον κενοῦσι χρυσίον, καὶ τί βούλεται αὐτοῖς ἡ τοσαύτη δαπάνη, οὐδὲν ἕτερον ἀκούσῃ παρ' αὐτῶν, ἀλλ' ἢ τοῦ δήμου τὴν ἀρέσκειαν. Εἰ δὲ πάλιν ἔροιο τί δήποτε ὁ δῆμός ἐστιν, ἐροῦσι, Πρᾶγμα θορύβου γέμον καὶ ταραχῶδες, καὶ ἐξ ἀνοίας τὸ πλέον συγκείμενον, ἁπλῶς φερόμενον, κατὰ τὰ τῆς θαλάττης κύματα, πολλάκις καὶ ἐκ ποικίλου καὶ μαχομένης συνιστάμενον γνώμης. Ὅταν οὖν τις τοιοῦτον ἔχῃ δεσπότην, τίνος ἐλεεινότερος οὐκ ἂν εἴη; Ἀλλὰ τὸ μὲν ἀνθρώπους βιωτικοὺς περὶ ταῦτα ἐπτοῆσθαι, οὐχ οὕτω δεινόν· καίπερ ὂν δεινόν· τὸ δὲ τοὺς τοῦ κόσμου λέγοντας ἀποπεπηδηκέναι τὰ αὐτὰ νοσεῖν, μᾶλλον δὲ χαλεπώτερα, τοῦτο μάλιστά ἐστι τὸ δεινόν. Ἐκείνοις μὲν γὰρ μέχρι χρημάτων ἡ ζημία· ἐνταῦθα δὲ μέχρι ψυχῆς ὁ κίνδυνος. Ὅταν γὰρ διὰ δόξαν πίστιν ἀμείβωσιν ὀρθὴν, καὶ ἵνα αὐτοὶ δοξάζωνται, τὸν Θεὸν ἀτιμάζωσι, τίνα ὑπερβολὴν οὐκ ἂν ἔχοι βλακείας καὶ μανίας τὸ γινόμενον; εἰπέ μοι. Τὰ μὲν οὖν ἄλλα πάθη, κἂν πολλὴν τὴν βλάβην ἔχῃ, φέρει γοῦν τινα καὶ ἡδονὴν, εἰ καὶ πρόσκαιρον καὶ βραχεῖαν. Καὶ γὰρ ὁ φιλοχρήματος, καὶ ὁ φίλοινος, καὶ ὁ φιλογύνης, ἔχουσί τινα μετὰ τῆς βλάβης καὶ ἡδονὴν, εἰ καὶ βραχεῖαν· οἱ δὲ τοῦ πάθους αἰχμάλωτοι τούτου, διαπαντὸς κατάπικρον ζῶσι βίον καὶ ἡδονῆς ἀπεστερημένον. Οὐ γὰρ ἐπιτυγχάνουσιν οὗ σφόδρα ἐρῶσι, δόξης λέγω τῆς παρὰ τῶν πολλῶν· ἀλλὰ δοκοῦσι μὲν ἀπολαύειν αὐτῆς, οὐκ ἀπολαύουσι δὲ, διὰ τὸ μηδὲ εἶναι δόξαν τὸ πρᾶγμα. Διὰ τοῦτο οὐδὲ δόξα, ἀλλὰ κενὸν δόξης πρᾶγμα εἴρηται τὸ πάθος· κενοδοξίαν δὲ αὐτὸ καὶ οἱ παλαιοὶ πάντες εἰκότως ἐκάλεσαν. Διάκενος γάρ ἐστιν, ἔνδον οὐδὲν ἔχουσα λαμπρὸν καὶ ἐπίδοξον. Ἀλλ' ὥσπερ τὰ προσωπεῖα δοκεῖ μὲν εἶναι λαμπρὰ καὶ ἐπέραστα, κενὰ δὲ ἔνδον ἐστί· διὸ καὶ τῶν σωματικῶν ὄψεων εὐπρεπέστερα ὄντα, οὐδένα οὐδέποτε πρὸς τὸν ἔρωτα εἷλε τὸν αὐτῶν· οὕτω, μᾶλλον δὲ ἀθλιώτερον, καὶ ἡ παρὰ τῶν πολλῶν δόξα, τὸ δυσκαταγώνιστον τοῦτο καὶ τυραννικὸν πάθος ἡμῖν ἐσχημάτισεν. Ὄψιν γὰρ ἔχει μόνην λαμπρὰν, τὰ δὲ ἔνδον αὐτῆς οὐκ ἔτι κενὰ μόνον, ἀλλὰ καὶ ἀτιμίας ἀνάμεστα, καὶ ὠμῆς γέμει τῆς τυραννίδος. Πόθεν οὖν τίκτεται τοῦτο τὸ πάθος, οὕτως ἄλογον ὂν, καὶ ἡδονὴν οὐκ ἔχον, φησί; Πόθεν; Οὐχ ἑτέρωθεν, ἀλλ' ἢ ἀπὸ ψυχῆς ταπεινῆς καὶ εὐτελοῦς. Οὐ γὰρ ἔστι τὸν ὑπὸ δόξης ἁλόντα, μέγα τι καὶ νεανικὸν ἐννοῆσαι ταχέως· ἀλλ' αἰσχρὸν αὐτὸν εἶναι δεῖ, καὶ εὐτελῆ, καὶ ἄτιμον, καὶ μικρόν. Ὁ γὰρ δι' ἀρετὴν μὲν μηδὲν ποιῶν, ἵνα δὲ ἀνδράσιν ἀρέσκῃ μηδενὸς ἀξίοις λόγου, καὶ πανταχοῦ τὴν ἐκείνων ψῆφον τιθέμενος τὴν ἐσφαλμένην καὶ πλανωμένην, πῶς ἂν ἄξιος εἴη τινός; Σκόπει δέ. Εἴ τις αὐτὸν ἔροιτο· Σὺ δὲ τί νομίζεις εἶναι τοὺς πολλούς; εὔδηλον ὅτι ῥᾳθύμους καὶ ἠμελημένους ἐρεῖ. Τί δέ; ἕλοιο ἂν γενέσθαι κατ' ἐκείνους; Εἴ τις αὐτὸν ἔροιτο πάλιν, οὐκ ἄν μοι δοκεῖ θελῆσαι γενέσθαι. Πῶς οὖν οὐκ ἔσχατος γέλως, τὴν τούτων δό 59. 45 ξαν θηρεύειν, ὧν οὐκ ἂν ἕλοιο γενέσθαι παραπλήσιός ποτε; ʹ. Εἰ δὲ λέγοις, ὅτι πολλοὶ καὶ συνεστηκότες τινές εἰσι, διὰ τοῦτο μάλιστα αὐτῶν καταφρονεῖν ἐχρῆν. Εἰ γὰρ καθ' ἑαυτοὺς ὄντες εἰσὶν εὐκαταφρόνητοι, ὅταν πολλοὶ γένωνται, μειζόνως τοῦτο συμβήσεται. Ἡ γὰρ τῶν καθ' ἕκαστον ἄνοια, συλλεγέντων ὁμοῦ, μείζων ὑπὸ τοῦ πλήθους αὐξηθεῖσα γίνεται. Διὸ καὶ καθ' ἕνα μὲν αὐτῶν εἰ λάβοι, ποτὲ ἄν τις καὶ διορθώσειεν· ὁμοῦ δὲ ὄντας, οὐκ ἂν δυνηθείη ῥᾳδίως, διὰ τὸ τὴν ἄνοιαν ἐπιτείνεσθαι, καὶ δίκην θρεμμάτων ἄγεσθαι, καὶ πανταχοῦ ταῖς παρ' ἀλλήλων ἕπεσθαι δόξαις. Ταύτης οὖν, εἰπέ μοι, τῆς παρὰ τῶν πολλῶν ἀντιποιήσεσθε δόξης; Μὴ, δέομαι καὶ ἀντιβολῶ. Τοῦτο γὰρ πάντα ἄνω καὶ κάτω πεποίηκε· τοῦτο πλεονεξίαν ἔτεκε, βασκανίαν, κατηγορίαν, ἐπιβουλάς· τοῦτο τοὺς οὐδὲν ἠδικημένους κατὰ τῶν οὐδὲν ἠδικηκότων ὁπλίζει καὶ ἐκθηριοῖ. Καὶ οὔτε φιλίαν οἶδεν ὁ τούτῳ τῷ νοσήματι περιπεσὼν, οὐ συνηθείας μέμνηται, οὐκ αἰδεῖσθαι οὐδένα ὅλως ἐπίσταται· ἀλλὰ πάντα ἀπὸ τῆς ψυχῆς ῥίψας τὰ καλὰ, πρὸς πάντας ἐκπεπολέμωται, ἄστατος, ἄστοργος ὤν. Καὶ τὸ μὲν τῆς ὀργῆς πάθος, εἰ καὶ αὐτὸ τυραννικόν τί ἐστι καὶ ἀφόρητον, ἀλλ' οὐκ ἀεὶ διενοχλεῖν εἴωθεν, ἀλλ' ὅταν ἔχῃ τοὺς παροξύνοντας μόνον· τὸ δὲ τῆς κενοδοξίας διαπαντὸς, καὶ οὐκ ἔστι καιρὸς, ὡς εἰπεῖν, ἐν ᾧ λῆξαι δυνήσεται, μὴ λογισμοῦ κωλύοντος αὐτὴν καὶ καταστέλλοντος, ἀλλ' ἀεὶ πάρεστιν, οὐ μόνον ἀναπείθουσα ἁμαρτάνειν, ἀλλὰ κἂν τύχωμέν τι κατορθοῦντες, καὶ τοῦτο ἀφαρπάζουσα τῶν χειρῶν, ἔστι δὲ ὅτε οὐδὲ ἀφιεῖσα τὴν ἀρχὴν κατορθῶσαι. Εἰ δὲ τὴν πλεονεξίαν ὁ Παῦλος εἰδωλολατρείαν καλεῖ· τὴν ταύτης μητέρα καὶ ῥίζαν καὶ πηγὴν, τὴν κενοδοξίαν λέγω, τί δίκαιον ὀνομάσαι; Οὐδὲ γὰρ προσηγορίαν τῆς κακίας ἀξίαν ἔστιν εὑρεῖν. Ἀνανήψωμεν τοίνυν, ἀγαπητοὶ, καὶ τὸ πονηρὸν ἀποδυσώμεθα τοῦτο ἱμάτιον, καὶ διαῤῥήξωμεν καὶ ἀποτέμωμεν, καὶ γενώμεθά ποτε ἐλεύθεροι τὴν ἐλευθερίαν τὴν ἀληθῆ, καὶ λάβωμεν αἴσθησιν τῆς εὐγενείας τῆς παρὰ τοῦ Θεοῦ δεδομένης ἡμῖν· καταφρονήσωμεν τῆς τῶν πολλῶν δόξης. Οὐδὲν γὰρ οὕτω καταγέλαστον καὶ ἄτιμον, ὡς τοῦτο τὸ πάθος· οὐδὲν οὕτως αἰσχύνης γέμον καὶ πολλῆς ἀδοξίας. Καὶ τοῦτο πολλαχόθεν ἴδοι τις ἂν, ὅτι τὸ μὲν δόξης ἐρᾷν, ἀδοξία, δόξα δὲ ὄντως, τὸ ταύτης ὑπερορᾷν, καὶ μηδένα αὐτῆς ποιεῖσθαι λόγον, ἀλλὰ πρὸς 59. 46 τὸ τῷ Θεῷ δοκοῦν ἅπαντα καὶ λέγειν καὶ ποιεῖν. Οὕτω γὰρ δυνησόμεθα καὶ μισθὸν λαβεῖν παρὰ τοῦ τὰ ἡμέτερα ὁρῶντος ἀκριβῶς, ὅταν αὐτῷ μόνῳ ἀρκώμεθα θεατῇ. Τί γὰρ ἡμῖν καὶ ἑτέρων ὀφθαλμῶν δεῖ, τοῦ τιμᾷν μέλλοντος ἡμᾶς ὁρῶντος ἀεὶ τὰ γινόμενα παρ' ἡμῶν; Πῶς δὲ οὐκ ἄτοπον, τὸν μὲν οἰκέτην πάντα ὅσαπερ ἂν ποιῇ, εἰς ἀρέσκειαν τοῦ δεσπότου ποιεῖν, καὶ μηδὲν πλέον ἐπιζητεῖν τῆς θεωρίας τῆς τούτου, μηδὲ ἑτέρους ὀφθαλμοὺς ἐφέλκεσθαι πρὸς τὴν πρᾶξιν, κἂν μεγάλοι οἱ θεωροῦντες ὦσιν, ἀλλ' ἓν μόνον σκοπεῖν ὅπως ὁ δεσπότης θεάσηται· ἡμᾶς δὲ τοιοῦτον ἔχοντας Κύριον, ἑτέρους ἐπιζητεῖν θεατὰς τοὺς ὠφελῆσαι μὲν οὐδὲν, βλάψαι δὲ ἐκ τῆς θεωρίας δυναμένους, καὶ κενῶσαι πάντα τὸν πόνον ἡμῖν; Μὴ, παρακαλῶ· ἀλλ' ὅθεν ἔχομεν τοὺς μισθοὺς λαβεῖν, τοῦτον καλῶμεν ἐπαινέτην τῶν γινομένων, τοῦτον θεατήν. Μηδὲν ἡμῖν καὶ ἀνθρωπίνοις ὀφθαλμοῖς ἔστω. Εἰ γὰρ ἐθέλοιμεν καὶ ταύτης ἐπιτυχεῖν τῆς δόξης, τότε αὐτῆς ἐπιτευξόμεθα, ὅταν τὴν παρὰ τοῦ Θεοῦ ζητῶμεν μόνην. Τοὺς γὰρ δοξάζοντάς με δοξάσω, φησί. Καὶ ὥσπερ χρημάτων τότε μάλιστα εὐποροῦμεν, ὅταν καταφρονῶμεν αὐτῶν, καὶ τὸν παρὰ τοῦ Θεοῦ ζητῶμεν πλοῦτον μόνον (Ζητεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν)· οὕτω καὶ ἐπὶ τῆς δόξης, ὅταν ἡμῖν λοιπὸν ἀκίνδυνος ἡ δόσις ᾖ καὶ ἡ τῶν χρημάτων καὶ ἡ τῆς δόξης, τότε αὐτὴν ἐπιδαψιλεύσεται ὁ Θεός. Ἀκίνδυνος δὲ τότε ἐστὶν, ὅταν ἡμῶν μὴ κρατῇ, μηδὲ περιγίνηται, μηδὲ ὡς δούλοις αὐτὴ ἐπιτάττῃ, ἀλλ' ὡς δεσπόταις καὶ ὡς ἐλευθέροις παραγίνηται. Διὰ γὰρ τοῦτο οὐδὲ βούλεται αὐτῶν ἡμᾶς ἐρᾷν, ἵνα μὴ κρατώμεθα παρ' αὐτῶν. Κἂν τοῦτο κατορθώσωμεν, δίδωσιν ἡμῖν αὐτὰ μετὰ πολλῆς τῆς δαψιλείας. Τί γὰρ Παύλου λαμπρότερον, εἰπέ μοι, τοῦ λέγοντος· Οὐ ζητοῦμεν παρὰ ἀνθρώπων δόξαν, οὔτε ἀφ' ὑμῶν, οὔτε ἀπ' ἄλλων; τί δὲ εὐπορώτερον τοῦ μηδὲν ἔχοντος, καὶ πάντα κατέχοντος; Ὅταν γὰρ, ὅπερ ἔφην, μὴ κρατώμεθα ὑπ' αὐτῶν, τότε αὐτῶν κρατήσομεν, τότε αὐτὰ ληψόμεθα. Εἰ τοίνυν ἐπιθυμοῦμεν ἐπιτυχεῖν δόξης, φεύγωμεν δόξαν· οὕτω γὰρ δυνησόμεθα τοῦ Θεοῦ τοὺς νόμους ἀνύσαντες, τυχεῖν καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι τοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.