Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Joannem
John ChrysostomJoan 40 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
40.0.1
Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής. Ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ.
40.1.1
Εἴ τις χώραν μεταλλικὴν ἀνορύττειν ἐπιχειροίη, τῆς τέχνης ταύτης ἄπειρος ὢν, χρυσίον μὲν οὐκ ἐργάσεται, πάντα δὲ ἁπλῶς καὶ ὁμοῦ συγχέων, πόνον ἀνόνητον ὑπομενεῖ καὶ ἐπιβλαβῆ. Οὕτω καὶ τῶν θείων Γραφῶν οἱ τὴν ἀκολουθίαν οὐκ εἰδότες, οὐδὲ τὰ ἰδιώματα καὶ τοὺς νόμους αὐτῆς ἐξετάζοντες, ἀλλὰ ἁπλῶς καὶ ἑνὶ τρόπῳ πάντα ἐπιόντες, χρυσίον μετὰ γῆς φύροντες, οὐδέποτε τὸν ἐναποκείμενον αὐτῇ θησαυρὸν εὑρήσουσι. Ταῦτα δὲ εἶπον νῦν, ἐπειδὴ τὸ προκείμενον ἡμῖν χωρίον ἔχει μὲν πολὺν τὸν χρυσὸν, οὐ μὴν κατάδηλον, ἀλλὰ πολλῇ κατακεχωσμένον ἄνωθεν ἀσαφείᾳ. Διὸ χρὴ διασκάπτοντας καὶ διακαθαίροντας ἐπὶ τὰ γνήσια τῶν νοημάτων ἐλθεῖν. Τίς γὰρ οὐκ ἂν εὐθέως θορυβηθείη ἀκούων τοῦ Χριστοῦ λέγοντος· Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής; Καὶ γὰρ πολλαχοῦ φαίνεται μαρτυρήσας ἑαυτῷ· τῇ γοῦν Σαμαρείτιδι διαλεγόμενος ἔλεγεν, Ἐγώ εἰμι ὁ λαλῶν σοι· καὶ τῷ τυφλῷ ὁμοίως, Ὁ λαλῶν μετὰ σοῦ, ἐκεῖνός ἐστι· καὶ τοῖς Ἰουδαίοις ἐπιτιμῶν, Ὑμεῖς λέγετε, ὅτι Βλασφημεῖς, ὅτι εἶπον, Υἱὸς τοῦ Θεοῦ εἰμι. Καὶ ἑτέρωθι δὲ πολλαχοῦ τοῦτο ποιεῖ. Ἂν οὖν ἅπαντα ταῦτα ψευδῆ ᾖ, τίς ἡμῖν ἔσται σωτηρίας ἐλπίς; Πόθεν δὲ τὴν ἀλήθειαν εὑρήσομεν, ὅταν αὐτὴ ἡ ἀλήθεια λέγῃ, ὅτι Οὐκ ἔστιν ἡ μαρτυρία μου ἀληθής; Οὐ τοῦτο δὲ δοκεῖ τὸ ἐναντίωμα εἶναι μόνον, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου. Προϊὼν γάρ φησι· Καὶ ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστι. Ποῖον οὖν, εἰπέ μοι, δέξομαι; ποῖον δὲ εἶναι νομίσω ψεῦδος; Εἰ γὰρ οὕτως ἐκλάβοιμεν ἁπλῶς ὡς εἴρηται, μὴ πρόσωπον περιεργασάμενοι, μὴ αἰτίαν, μὴ ἄλλο τι τῶν τοιούτων οὐδὲν, ἀμφότερα ἔσται ψευδῆ. Εἰ γὰρ ἡ μαρτυρία αὐτοῦ οὐκ ἔστιν ἀληθὴς, οὐδὲ τοῦτο αὐτὸ ἀληθές· οὐ τὸ δεύτερον μόνον, ἀλλὰ καὶ τὸ πρότερον. Τί οὖν ἐστι τὸ εἰρημένον; Πολλῆς ἡμῖν δεῖ τῆς ἀγρυπνίας, μᾶλλον δὲ τῆς τοῦ Θεοῦ χάριτος, ἵνα μὴ τοῖς ῥήμασιν ἐναπομείνωμεν ψιλοῖς. Οὕτω γὰρ καὶ οἱ αἱρετικοὶ πλανῶνται, ὅτι μήτε τὸν σκοπὸν ἐξετάζουσι τοῦ λέγοντος, μήτε τὴν ἕξιν τῶν ἀκουόντων. Ἂν οὖν μὴ ταῦτα προσθῶμεν, καὶ ἕτερα δὲ, οἷον καιροὺς, καὶ τόπους, καὶ γνώμην ἀκροατοῦ, πολλὰ ἕψεται τὰ ἄτοπα. Τί οὖν ἐστι τὸ εἰρημένον; Ἔμελλον ὑποφέρειν αὐτῷ οἱ Ἰουδαῖοι· Ἐὰν σὺ μαρτυρῇς περὶ σεαυτοῦ, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. Διὰ τοῦτο ταῦτα προλαβὼν εἶπεν, ὡσανεὶ ἔλεγε· Πάντως ἐρεῖτέ μοι, ὅτι Σοὶ οὐ πιστεύομεν· οὐδεὶς γάρ ποτε ἑαυτῷ μαρτυρῶν ἀξιόπιστός ἐστιν ἐν ἀνθρώποις. Τὸ οὖν, Οὐκ ἔστιν ἀληθὴς, οὐχ ἁπλῶς ἀναγνωστέον, ἀλλὰ πρὸς τὴν ἐκείνων ὑπόνοιαν, οἷον, ὅτι Ὑμῖν οὐκ ἔστιν ἀληθής. Οὐ τοίνυν πρὸς τὴν ἀξίαν τὴν αὐτοῦ, ἀλλὰ πρὸς τὴν ὑπόνοιαν τὴν ἐκείνων ἐφθέγγετο ταῦτα. Καὶ ὅταν μὲν λέγῃ, Ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς, τὴν γνώμην ἐλέγχει τὴν ἐκείνων, καὶ τὴν μέλλουσαν αὐτῷ παρ' ἐκείνων ἀντίθεσιν ἐπάγεσθαι. Ὅταν δὲ, ὅτι Κἂν ἐγὼ περὶ ἐμαυτοῦ μαρτυρῶ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, αὐτὴν δείκνυσι τοῦ πράγματος τὴν φύσιν, ὅτι ὡς Θεὸν ἀξιόπιστον αὐτὸν ἔδει νομίζειν καὶ περὶ ἑαυτοῦ λέγοντα. Ἐπειδὴ γὰρ εἶπεν ἀνάστασιν νεκρῶν καὶ κρίσιν, καὶ ὅτι ὁ πιστεύων αὐτῷ οὐ κρίνεται, ἀλλ' εἰς ζωὴν ἔρχεται, καὶ ὅτι καθεδεῖται πάντας εὐθύνας ἀπαιτήσων, καὶ ὅτι τὴν αὐτὴν ἐξουσίαν ἔχοι τῷ Πατρὶ καὶ δύναμιν· μέλλων πάλιν ἅπαντα ταῦτα κατασκευάζειν καὶ ἑτέρως, ἀναγκαίως τὴν ἀντίθεσιν αὐτῶν τέθεικε πρώτην. Εἶπον, φησὶν, ὅτι Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· εἶπον, ὅτι Ὁ Πατὴρ οὐδένα κρίνει, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ· εἶπον, ὅτι δεῖ τιμᾷν τὸν Υἱὸν, ὡς τὸν Πατέρα· εἶπον, ὅτι Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα τιμᾷ· εἶπον, ὅτι Ὁ ἀκούων μου τοὺς λόγους, καὶ πιστεύων, οὐκ ὄψεται θάνατον, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν· εἶπον, ὅτι ἡ φωνή μου τοὺς νεκροὺς ἀναστήσει, τοὺς μὲν νῦν, τοὺς δὲ μετὰ ταῦτα· εἶπον, ὅτι ἀπαιτήσω λόγον τῶν πεπλημμελημένων ἅπαντας· εἶπον, ὅτι δικαίως κρινῶ καὶ ἀμείψομαι τοὺς κατορθοῦντας. Ἐπεὶ οὖν ἅπαντα ταῦτα ἀπόφασις ἦν, καὶ τὰ μὲν λεγόμενα μεγάλα, ἀπόδειξις δὲ οὐκ ἦν οὐδέπω εἰρημένη σαφὴς ἐκείνοις, ἀλλ' ἀμυδροτέρα· πρότερον τὴν ἀντίθεσιν τίθησι, μέλλων ἐπὶ τὴν κατασκευὴν τῶν εἰρημένων ὁρμᾷν, οὑτωσί πως λέγων, εἰ καὶ μὴ τοῖς ῥήμασι τούτοις. Ἀλλ' ἴσως ἐρεῖτε, Πάντα ταῦτα σὺ λέγεις, οὐκ εἶ δὲ ἀξιόπιστος μάρτυς σαυτῷ μαρτυρῶν. Τούτῳ τοίνυν πρῶτον καταλύων αὐτῶν τὴν φιλονεικίαν, τῷ θεῖναι ὅπερ ἔμελλον ἐρεῖν, καὶ δεῖξαι ὅτι οἶδεν αὐτῶν τὰ ἀπόῤῥητα τῆς διανοίας, καὶ ταύτην πρώτην ἀπόδειξιν τῆς αὐτοῦ δυνάμεως παρεχόμενος, ὕστερον μετὰ τὴν ἀντίθεσιν, καὶ ἑτέρας ἀποδείξεις παρέχεται σαφεῖς καὶ ἀναντιῤῥήτους, τρεῖς παράγων μάρτυρας τῶν λεγομένων, τὰ ἔργα τὰ ὑπ' αὐτοῦ γενόμενα, τοῦ Πατρὸς τὴν μαρτυρίαν, τοῦ Ἰωάννου τὸ κήρυγμα. Καὶ τίθησι προτέραν τὴν ἐλάττω, τὴν Ἰωάννου. Εἰπὼν γὰρ, Ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ, ἐπήγαγεν· Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ ἐμαρτύρησε τῇ ἀληθείᾳ. Καίτοι γε εἰ οὐκ ἔστιν ἀληθὴς ἡ μαρτυρία σου, πῶς λέγεις, ὅτι Οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία Ἰωάννου, καὶ ὅτι Ἐμαρτύρησε τῇ ἀληθείᾳ; Ὁρᾷς πῶς σαφὲς κἀντεῦθέν ἐστιν ὅτι τὸ, Ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς, πρὸς τὴν ἐκείνων ὑπόνοιαν εἴρηται;
40.2.1
Τί οὖν, εἰ ἐκεῖνος ἐμαρτύρησε χάριτι; φησίν. Ἵνα γὰρ μὴ τοῦτο λέγωσιν, ὅρα πῶς καὶ ταύτην ἀνεῖλε τὴν ὑπόνοιαν. Οὐ γὰρ εἶπεν, Ἰωάννης ἐμαρτύρησέ μοι· ἀλλὰ πρότερον, Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην· οὐκ ἂν δὲ ἀπεστείλατε, εἰ μὴ ἀξιόπιστον ἡγεῖσθε. Καὶ τὸ δὴ μεῖζον· οὐ γὰρ ἔπεμψαν αὐτὸν περὶ τοῦ Χριστοῦ ἐρωτῶντες, ἀλλ' ὑπὲρ ἑαυτοῦ· [ὂν δὲ ἐν τοῖς ὑπὲρ ἑαυτοῦ] ἀξιόπιστον εἶναι ἐνόμιζον, πολλῷ μᾶλλον ἐν τοῖς ὑπὲρ ἑτέρου. Πεφύκαμεν γὰρ, ὡς εἰπεῖν, ἅπαντες ἄνθρωποι, μὴ οὕτω πιστεύειν τοῖς περὶ ἑαυτῶν λέγουσιν, ὡς τοῖς περὶ ἄλλων. Τοῦτον δὲ οὕτως ἀξιόπιστον εἶναι ἐνόμισαν, ὡς καὶ ἐν τοῖς περὶ ἑαυτοῦ μὴ δεηθῆναι μαρτυρίας ἑτέρας. Οἱ γὰρ ἀποσταλέντες οὐκ εἶπον, Τί λέγεις περὶ τοῦ Χριστοῦ; ἀλλὰ, Σὺ τίς εἶ; τί λέγεις περὶ σεαυτοῦ; Οὕτω μέγα τοῦ ἀνδρὸς τὸ θαῦμα εἶχον. Τοῦτο οὖν ὅλον ᾐνίξατο, διὰ τοῦ εἰπεῖν, Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην. Διὰ τοῦτο καὶ ὁ εὐαγγελιστὴς, οὐχ ὅτι ἀπέστειλαν, εἶπε μόνον, ἀλλὰ καὶ περὶ τῶν ἀπεσταλμένων ἀκριβολογεῖται, ὅτι ἦσαν καὶ ἱερεῖς, καὶ ἐκ τῶν Φαρισαίων, οὐχ οἱ τυχόντες, οὐδὲ ἀπεῤῥιμμένοι, οὐδὲ οἷοι διαφθαρῆναι καὶ παραλογισθῆναι, ἀλλὰ μετὰ ἀκριβείας ἱκανοὶ μαθεῖν τὰ παρ' ἐκείνου λεγόμενα. Ἐγὼ δὲ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὐ λαμβάνω. Τίνος οὖν ἕνεκεν τὴν Ἰωάννου παρήγαγες; Καίτοι οὐδὲ ἡ ἐκείνου, ἀνθρώπου μαρτυρία ἦν. Ὁ γὰρ πέμψας με βαπτίζειν ἐν ὕδατι, φησὶν, ἐκεῖνός μοι εἶπεν. Ὥστε καὶ ἡ τοῦ Ἰωάννου μαρτυρία τοῦ Θεοῦ μαρτυρία ἦν· παρὰ γὰρ ἐκείνου μαθὼν ἔλεγεν ἅπερ ἔλεγεν. Ἀλλ' ἵνα μὴ λέγωσι, Πόθεν τοῦτο δῆλον, ὅτι παρὰ τοῦ Θεοῦ ἔμαθε; καὶ περὶ ταῦτα καταγίνωνται, ἐκ τοῦ περιόντος αὐτοὺς ἐπιστομίζει, ἔτι πρὸς τὴν ὑπόνοιαν αὐτῶν διαλεγόμενος. Οὐδὲ γὰρ ἦν εἰκὸς ταῦτα πολλοὺς εἰδέναι, ἀλλ' ὡς οἴκοθεν λέγοντι, τέως προσεῖχον τῷ Ἰωάννῃ. Διὰ τοῦτό φησιν· Ἐγὼ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὐ λαμβάνω. Καὶ εἰ μὴ ἔμελλες παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνειν, καὶ ἐντεῦθεν ἰσχυρίζεσθαι, τίνος ἕνεκεν παρῆγες αὐτοῦ τὴν μαρτυρίαν; Ἵνα οὖν μὴ ταῦτα λέγωσιν, ἄκουσον πῶς καὶ τὴν τοιαύτην ἀντίθεσιν τῇ ἐπαγωγῇ διωρθώσατο. Εἰπὼν γὰρ, ὅτι Παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὐ λαμβάνω, ἐπήγαγεν· Ἀλλὰ ταῦτα λέγω, ἵνα ὑμεῖς σωθῆτε. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐγὼ μὲν οὐκ ἐδεόμην τῆς τούτου μαρτυρίας, Θεὸς ὢν, τῆς ἀνθρωπίνης· ἐπειδὴ δὲ μᾶλλον αὐτῷ προσείχετε, καὶ πάντων ἀξιοπιστότερον ἡγεῖσθε, καὶ ἐκείνῳ μὲν ὡς προφήτῃ προσεδράμετε (καὶ γὰρ ἡ πόλις ἐπὶ τὸν Ἰορδάνην ἐξεχύθη), ἐμοὶ δὲ οὐδὲ θαυματουργοῦντι ἐπιστεύσατε· διὰ τοῦτο ὑμᾶς ἀναμιμνήσκω τῆς μαρτυρίας ἐκείνης. Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος, φησὶ, καὶ φαίνων· ὑμεῖς δὲ ἐθελήσατε πρὸς ὥραν ἀγαλλιασθῆναι ἐν φωτὶ αὐτοῦ. Ἵνα γὰρ μὴ λέγωσι, Τί οὖν, εἰ ἐκεῖνος μὲν εἶπεν, ἡμεῖς δὲ οὐκ ἐδεξάμεθα; δείκνυσιν ὅτι καὶ ἀπεδέξαντο τὰ εἰρημένα. Καὶ γὰρ οὐδὲ τοὺς τυχόντας ἔπεμψαν, ἀλλ' ἱερεῖς καὶ Φαρισαίους. Οὕτω τὸν ἄνδρα ἐθαύμαζον, καὶ τοῖς λεγομένοις ἀντειπεῖν οὐκ εἶχον τότε. Τὸ δὲ, Πρὸς ὥραν, τὴν εὐκολίαν αὐτῶν δεικνύντος ἐστὶ, καὶ ὅτι ταχέως αὐτοῦ ἀπεπήδησαν. Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζονα τοῦ Ἰωάννου. Εἰ μὲν γὰρ ἐβούλεσθε κατὰ τὴν ἀκολουθίαν τῶν πραγμάτων παραδέχεσθαι τὴν πίστιν, ἀπὸ τῶν ἔργων μᾶλλον ὑμᾶς ἂν ἐπηγαγόμην. Ἐπειδὴ δὲ οὐ βούλεσθε, ἐπὶ τὸν Ἰωάννην ὑμᾶς ἄγω, οὐχ ὡς τῆς ἐκείνου δεόμενος μαρτυρίας, ἀλλ' ἐπειδὴ διὰ τοῦτο πάντα ποιῶ, ὥστε ὑμᾶς σωθῆναι. Ἔχω μὲν γὰρ μαρτυρίαν Ἰωάννου μείζονα, τὴν ἀπὸ τῶν ἔργων. Ἀλλ' οὐ τοῦτο σκοπῶ μόνον, ὅπως ἀπὸ τῶν ἀξιοπίστων εὐπαράδεκτος ὑμῖν γενοίμην, ἀλλ' ὅπως καὶ ἀπὸ τῶν ὑμῖν γνωρίμων, καὶ παρ' ὑμῶν θαυμαζομένων. Οὕτω καθαψάμενος αὐτῶν τῷ εἰπεῖν, ὅτι Πρὸς ὥραν ἠθελήσατε ἀγαλλιασθῆναι ἐν τῷ φωτὶ αὐτοῦ, ἔτι τε πρόσκαιρον ἐκείνην δείξας τὴν σπουδὴν καὶ ἀβέβαιον, τῷ λύχνον αὐτὸν καλέσαι, ἐνέφηνεν ὅτι οὐκ οἴκοθεν εἶχε τὸ φῶς, ἀλλ' ἀπὸ τῆς τοῦ Πνεύματος χάριτος. Τὸ δὲ πρὸς ἀντιδιαστολὴν αὐτοῦ, τοῦτο οὐκ ἔτι τέθεικεν, ὅτι αὐτός ἐστιν ὁ ἥλιος τῆς δικαιοσύνης, ἀλλὰ τέως αἰνιξάμενος μόνον, καθήψατο σφόδρα αὐτῶν, καὶ δείκνυσιν, ὅτι ἀπὸ τῆς αὐτῆς γνώμης, ἀφ' ἧς ἐκείνου κατεφρόνησαν, οὐδὲ τῷ Χριστῷ πιστεῦσαι ἠδυνήθησαν. Καὶ γὰρ τὸν θαυμαζόμενον παρ' αὐτοῖς πρὸς ὥραν ἐθαύμασαν μόνον· ὡς εἰ μὴ τοῦτο ἐποίησαν, ταχέως ἂν αὐτοὺς πρὸς τὸν Ἰησοῦν ἐχειραγώγησε. Δείξας τοίνυν αὐτοὺς πάντοθεν ἀναξίους ὄντας συγγνώμης, ἐπήγαγε λέγων· Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζονα τοῦ Ἰωάννου. Ποίαν δὴ ταύτην; Τὴν ἀπὸ τῶν ἔργων. Τὰ γὰρ ἔργα, φησὶν, ἃ ἔδωκέ μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα περὶ ἐμοῦ μαρτυρεῖ, ὅτι ὁ Πατήρ με ἀπέστειλεν. Ἐνταῦθα τοῦ παραλυθέντος καὶ ὀρθωθέντος ἀνέμνησε, καὶ ἑτέρων πλειόνων· τὰ μὲν ῥήματα, εἶπεν ἴσως ἄν τις αὐτῶν, κόμπον εἶναι καὶφιλίας τῆς Ἰωάννου χάριν· καίτοι οὐδὲ τοῦτο ἐνῆν αὐτοῖς εἰπεῖν περὶ Ἰωάννου, ἀνδρὸς μετὰ ἀκριβείας φιλοσοφεῖν εἰδότος, καὶ οὕτω παρ' αὐτοῖς θαυμασθέντος· τὰ δὲ πράγματα οὐκ ἔτι οὐδὲ παρὰ τοῖς μαινομένοις σφόδρα ταύτην ἠδύνατο τὴν ὑπόνοιαν ἔχειν. Διὰ τοῦτο δευτέραν ταύτην ἐπήγαγε μαρτυρίαν, εἰπών· Τὰ ἔργα ἃ ἔδωκέ μοι ὁ Πατὴρ ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι ἀπέστειλέ με ὁ Πατήρ. Ἐνταῦθα καὶ πρὸς τὴν κατηγορίαν τῆς τοῦ σαββάτου λύσεως ἵσταται. Ἐπειδὴ γὰρ ἔλεγον ἐκεῖνοι· Πῶς δύναται εἶναι ἀπὸ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ; διὰ τοῦτο εἶπε, Ἃ ἔδωκέ μοι ὁ Πατήρ. Καίτοι γε αὐθεντίᾳ ἐποίει· ἀλλὰ δεικνὺς μετὰ πολλῆς τῆς περιουσίας, ὅτι οὐδὲν ἐναντίον τῷ Πατρὶ πράττει, διὰ τοῦτο καὶ τὸ πολλῷ ἔλαττον τέθεικε.
40.3.1
Καὶ διατί, φησὶν, οὐκ εἶπεν, ὅτι Τὰ ἔργα, ἃ ἔδωκέ μοι ὁ Πατὴρ, μαρτυρεῖ ὅτι ἴσος εἰμὶ τοῦ Πατρός; Ἀμφότερα γὰρ ἦν ἀπὸ τῶν ἔργων μαθεῖν, καὶ ὅτι οὐδὲν ἐναντίον ποιεῖ, καὶ ὅτι ἴσος ἐστὶ τοῦ γεγεννηκότος. Ὅπερ ἀλλαχοῦ κατασκευάζων ἔλεγεν· Εἰ ἐμοὶ οὐ πιστεύετε, τοῖς ἔργοις μου πιστεύετε, ἵνα γνῶτε καὶ πιστεύσητε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ἀμφότερα οὖν αὐτῷ ἐμαρτύρει, καὶ ὅτι ἴσος ἦν τοῦ Πατρὸς, καὶ ὅτι οὐδὲν ἐναντίον ἔπραττεν ἐκείνῳ. Τίνος οὖν ἕνεκεν οὐχ οὕτως εἶπεν, ἀλλὰ τὸ μεῖζον ἀφεὶς, τοῦτο τέθεικεν; Ὅτι τὸ σπουδαζόμενον τοῦτο πρῶτον ἦν. Εἰ γὰρ καὶ πολλῷ ἔλαττον τὸ πιστευθῆναι ὅτι παρὰ τοῦ Θεοῦ ἦλθε, τοῦ πιστευθῆναι ὅτι Θεός ἐστιν ἴσος αὐτῷ· ἐκεῖνο μὲν γὰρ καὶ προφῆται εἶπον, τοῦτο δὲ οὐκέτι· ὅμως αὐτὸς ὑπὲρ τοῦ ἐλάττονος πολλὴν τίθεται σπουδὴν, εἰδὼς ὅτι τούτου δεχθέντος καὶ ἐκεῖνο γένοιτ' ἂν λοιπὸν εὐπαράδεκτον. Καὶ τῆς μείζονος οὐδὲν μνημονεύσας μαρτυρίας, τὸ ἔλαττον αὐτῆς ἔργον τίθησι, ἵνα διὰ τούτου κἀκείνην δέξωνται. Τοῦτο κατασκευάσας πάλιν ἐπάγει· Ὁ πέμψας με Πατὴρ, αὐτὸς μεμαρτύρηκε περὶ ἐμοῦ. Καὶ ποῦ μεμαρτύρηκε περὶ αὐτοῦ; Ἐν τῷ Ἰορδάνῃ, Οὗτός ἐστι, λέγων, ὁ Υἱός μου ἀγαπητός· αὐτοῦ ἀκούετε. Ἀλλὰ καὶ τοῦτο κατασκευῆς ἐδεῖτο. Τὸ μὲν οὖν Ἰωάννου δῆλον ἦν· αὐτοὶ γὰρ ἀπέστειλαν, καὶ ἀρνήσασθαι οὐκ εἶχον. Καὶ τὸ ἐκ τῶν σημείων δὲ ὁμοίως. Εἶδον γὰρ γινόμενα, καὶ παρὰ τοῦ θεραπευθέντος ἤκουσαν, καὶ ἐπίστευσαν, ὅθεν καὶ ἐνεκάλουν. Ἐλείπετο δὲ λοιπὸν τὸ περὶ τῆς τοῦ Πατρὸς μαρτυρίας ἀποδεῖξαι. Εἶτα μέλλων αὐτὸ κατασκευάζειν, ἐπήγαγεν. Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε. Καὶ πῶς Μωϋσῆς λέγει, Ὁ Θεὸς ἐλάλει, Μωϋσῆς δὲ ἀπεκρίνατο; πῶς δὲ ὁ Δαυΐδ φησι, Γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσε; Καὶ πάλιν Μωϋσῆς, Εἰ ἔστιν ἔθνος τοιοῦτον, ὃ ἤκουσε φωνὴν Θεοῦ; Οὔτε εἶδος αὐτοῦ ἑωράκατε. Καίτοι καὶ ἑωρακέναι αὐτὸν λέγονται καὶ Ἡσαΐας, καὶ Ἱερεμίας, καὶ Ἰεζεκιὴλ, καὶ ἕτεροι πλείους. Τί οὖν ἐστιν ὅ φησιν ὁ Χριστὸς νῦν; Εἰς φιλόσοφον αὐτοὺς ἐνάγει δόγμα, κατὰ μικρὸν δεικνὺς, ὅτι οὔτε φωνὴ περὶ Θεὸν, οὔτε εἶδος, ἀλλ' ἀνώτερος καὶ σχημάτων ἐστὶ καὶ φθόγγων τοιούτων. Ὥσπερ γὰρ εἰπὼν, ὅτι Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε, οὐ τοῦτο λέγει, ὅτι φωνὴν μὲν προΐεται, οὐκ ἀκουστὴν δέ· οὕτως εἰπὼν, Οὔτε εἶδος αὐτοῦ ἑωράκατε, οὐ τοῦτο λέγει, ὅτι εἶδος μὲν ἔχει, οὐ θεατὸν δέ· ἀλλ' ὅτι οὐδὲν τούτων περὶ Θεόν. Ἵνα γὰρ μὴ λέγωσιν, Εἰκῆ κομπάζεις. Μωϋσεῖ λελάληκεν ὁ Θεὸς μόνῳ (τοῦτο γοῦν καὶ ἔλεγον· Ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν, πόθεν ἐστί)· διὰ τοῦτο οὕτως εἶπε, δεικνὺς ὅτι οὔτε φωνὴ περὶ Θεὸν, οὔτε εἶδος. Καὶ τί λέγω ταῦτα; φησίν. Οὐ μόνον οὔτε φωνὴν αὐτοῦ οὐκ ἀκηκόατε, οὔτε εἶδος ἑωράκατε, ἀλλ' οὐδὲ ἐφ' ᾧ μάλιστα αὐχεῖτε, καὶ ἐφ' ᾧ μάλιστα πάντες ἐστὲ πεπληροφορημένοι, ὅτι τὰ προστάγματα αὐτοῦ ἐδέξασθε καὶ κατέχετε, οὐδὲ τοῦτο ὑμῖν δυνατὸν εἰπεῖν. Διὸ καὶ τοῦτο δηλῶν, ἐπήγαγεν· Οὐδὲ τὸν λόγον αὐτοῦ ἔχετε μένοντα ἐν ὑμῖν· τουτέστι, τὰς διαταγὰς, τὰ προστάγματα, τὸν νόμον, τοὺς προφήτας. Εἰ γὰρ καὶ ὁ Θεὸς αὐτὰ διετάξατο, ἀλλ' ὅμως παρ' ὑμῖν οὐκ ἔστιν, ἐπειδὴ μὴ πιστεύετέ μοι. Εἰ γὰρ ἄνω καὶ κάτω τοῦτό φασιν αἱ Γραφαὶ, ὅτι ἐμοὶ χρὴ πιστεύειν, ὑμεῖς δὲ οὐ πιστεύετε· εὔδηλον ὅτι καὶ ὁ λόγος αὐτοῦ ἀπέστη ἀφ' ὑμῶν. Διὰ τοῦτο πάλιν ἐπήγαγεν. Ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. Εἶτα ἵνα μὴ λέγωσι, Πῶς οὖν, εἰ μὴ φωνὴν αὐτοῦ ἠκούσαμεν ἡμεῖς, σοὶ ἐμαρτύρησε; λέγει· Ἐρευνᾶτε τὰς Γραφάς· ἐκεῖναι γάρ εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· δεικνὺς ὅτι διὰ τούτων ἐμαρτύρησε. Καὶ γὰρ καὶ ἐν τῷ Ἰορδάνῃ ἐμαρτύρησε, καὶ ἐν τῷ ὄρει. Ἀλλ' οὐ φέρει εἰς μέσον τὴν φωνὴν ἐκείνην. Ἴσως γὰρ ἂν καὶ ἠπιστήθη ἐντεῦθεν. Τὴν μὲν γὰρ οὐδὲ ἤκουσαν, τὴν ἐν τῷ ὄρει· τὴν δὲ ἤκουσαν μὲν, οὐ προσέσχον δέ. Διὰ τοῦτο παραπέμπει αὐτοὺς ταῖς Γραφαῖς, δεικνὺς ὅτι καὶ ἡ τοῦ Πατρὸς μαρτυρία ἐκεῖθέν ἐστι· πρότερον μέντοι τὰ παλαιὰ ἀνελὼν ἐφ' οἷς ἐκόμπαζον, ἢ ὡς ἑωρακότες τὸν Θεὸν, ἢ ὡς φωνῆς αὐτοῦ ἀκούσαντες. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοῦ τῇ φωνῇ διαπιστεῖν, καὶ τὰ ἐν τῷ Σιναίῳ ὄρει φαντάζεσθαι, διορθωσάμενος τὴν περὶ ἐκείνων ὑπόνοιαν πρῶτον, καὶ δείξας συγκατάβασιν ὄντα τὰ γεγενημένα, τότε αὐτοὺς ἐπὶ τὴν μαρτυρίαν παρέπεμψε τῶν Γραφῶν.
40.4.1
Καὶ ἡμεῖς τοίνυν ὅταν πρὸς αἱρετικοὺς μαχώμεθα καὶ καθοπλιζώμεθα, ἐντεῦθεν καὶ ἰσχυριζώμεθα. Πᾶσα γὰρ Γραφὴ θεόπνευστος, φησὶ, καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος πρὸς πᾶν ἔργον ἀγαθὸν ἀπηρτισμένος. Οὐχ ἵνα τὰ μὲν ἔχῃ, τὰ δὲ μὴ ἔχῃ· ὁ γὰρ τοιοῦτος οὐκ ἄρτιος. Τί γὰρ ὄφελος, εἰπέ μοι, ὅταν εὔχηται μὲν ἐκτενῶς, μὴ ἐλεῇ δὲ δαψιλῶς; ἢ ὅταν ἐλεῇ μὲν δαψιλῶς, πλεονεκτῶν δὲ καὶ βιαζόμενος; ἢ ὅταν μὴ πλεονεκτῶν, μηδὲ βιαζόμενος, πρὸς ἐπίδειξιν δὲ ἀνθρώπων καὶ φιλοτιμίαν τῶν ὁρώντων; ἢ ὅταν ἐλεῇ μὲν μετὰ πάσης ἀκριβείας καὶ πρὸς τὸ τῷ Θεῷ δοκοῦν, ἐπαίρηται δὲ αὐτῷ τούτῳ καὶ μέγα φρονῇ; ἢ ὅταν ταπεινὸς μὲν ᾖ καὶ νηστείαις προσέχων, φιλάργυρος δὲ καὶ ἐμπορικὸς καὶ τῇ γῇ προσηλωμένος, καὶ τὴν μητέρα τῶν κακῶν ἐπεισάγωντῇ ψυχῇ; Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία. Φρίξωμεν τοίνυν τὸ πρᾶγμα, φύγωμεν τὴν ἁμαρτίαν. Τοῦτο τὴν οἰκουμένην ἀνάστατον ἐποίησε, τοῦτο πάντα συνέχεε, τοῦτο τῆς μακαριωτάτης δουλείας ἡμᾶς ἀπάγει τοῦ Χριστοῦ. Οὐκ ἔστι γὰρ, φησὶ, Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Ἐξ ἐναντίας γὰρ ἐπιτάττει τῷ Χριστῷ. Ὁ μὲν γὰρ λέγει, Δίδου τοῖς δεομένοις· ὁ δὲ, Ἅρπαζε τῶν δεομένων. Ὁ Χριστὸς λέγει, Καὶ τοῖς ἐπιβουλεύουσι καὶ ἀδικοῦσι συγχώρει· οὗτος ἔμπαλιν, Κατασκεύαζε πάγας κατὰ τῶν οὐδὲν ἀδικούντων. Ὁ Χριστὸς λέγει, Φιλάνθρωπος ἔσο καὶ ἥμερος· οὗτος ἀπ' ἐναντίας, Ὠμὸς ἔσο καὶ ἀπηνὴς, καὶ μηδὲν εἶναι νόμιζε δάκρυα πενήτων· ἵνα κατὰ τὴν ἡμέραν ἐκείνην αὐστηρὸν ἡμῖν κατασκευάσῃ τὸν δικαστήν. Τότε γὰρ ἡμῖν πάντα πρὸ τῶν ὀφθαλμῶν στήσεται τὰ πεπραγμένα, καὶ οἱ ἠδικημένοι καὶ οἱ γυμνωθέντες παρ' ἡμῶν, πᾶσαν ἀπολογίαν ἡμῖν ἐκκλείοντες. Εἰ γὰρ ὁ Λάζαρος ἀδικηθεὶς μὲν οὐδὲν παρὰ τοῦ πλουσίου, μὴ ἀπολαύσας δὲ τῶν ἐκείνου, πικρὸς ἕστηκε τότε κατήγορος, καὶ οὐδεμιᾶς αὐτὸν ἀφῆκε τυχεῖν συγγνώμης· τίνος ἀπολογίας, εἰπέ μοι, τεύξονται οἱ πρὸς τῷ μὴ ἐλεεῖν οἴκοθεν, καὶ τὰ ἀλλότρια λαμβάνοντες, καὶ τὰς τῶν ὀρφανῶν ἀνατρέποντες οἰκίας; Εἰ οἱ μὴ θρέψαντες πεινῶντα τὸν Χριστὸν, τοσοῦτον ἐπὶ τὴν κεφαλὴν αὐτῶν εἵλκυσαν πῦρ· οἱ τὰ μηδὲν αὐτοῖς προσήκοντα ἁρπάζοντες, καὶ μυρίας πλέκοντες δίκας, καὶ τὰ πάντων ἀδίκως περιβαλλόμενοι, ποίας ἀπολαύσονται παραμυθίας; Ἐκβάλωμεν τοίνυν τοῦτον τὸν ἔρωτα. Ἐκβαλοῦμεν δὲ, ἂν ἐννοήσωμεν τοὺς πρὸς ἡμῶν ἀδικήσαντας, τοὺς πλεονεκτήσαντας καὶ ἀπελθόντας. Οὐχὶ τῶν μὲν χρημάτων αὐτῶν καὶ πόνων ἀπολαύουσιν ἕτεροι, αὐτοὶ δὲ ἐν κολάσει καὶ τιμωρίᾳ καὶ τοῖς ἀνηκέστοις εἰσὶ κακοῖς; Πῶς οὖν οὐκ ἐσχάτης ταῦτα ἀνοίας, κόπτεσθαι καὶ ταλαιπωρεῖν, ἵνα καὶ ζῶντες τοῖς πόνοις κατατεινώμεθα, καὶ ἀπελθόντες τὰς ἀφορήτους ὑπομένωμεν κολάσεις καὶ τιμωρίας, δέον καὶ ἐνταῦθα τρυφᾷν (οὐδὲν γὰρ οὕτως ἡδονὴν ἐργάζεται, ὡς ἐλεημοσύνη, συνειδὸς κεκαθαρμένον), καὶ ἀπελθόντας ἐκεῖ, πάντων ἀπηλλάχθαι κακῶν, καὶ μυρίων ἐπιτυγχάνειν ἀγαθῶν; Ὥσπερ γὰρ ἡ κακία καὶ πρὸ τῆς γεέννης τοὺς ἐνταῦθα αὐτὴν μετιόντας κολάζειν εἴωθεν· οὕτω καὶ ἡ ἀρετὴ καὶ πρὸ τῆς βασιλείας τοὺς ἐνταῦθα αὐτὴν ἐργαζομένους παρασκευάζει τρυφᾷν, ἐλπίσι χρησταῖς καὶ ἡδονῇ διηνεκεῖ συζῇν ποιοῦσα. Ἵν' οὖν ταύτης ἐπιτύχωμεν καὶ ἐνταῦθα καὶ κατὰ τὴν μέλλουσαν ζωὴν, ἐπιλαβώμεθα τῶν ἀγαθῶν ἔργων. Οὕτω γὰρ καὶ τῶν μελλόντων ἐπιτευξόμεθα στεφάνων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
40.0.2
Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι εἶπεν, Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ κατα βάς· καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσὴφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς οὖν λέγει ἐκ τοῦ οὐρανοῦ καταβεβηκέναι;
40.1.2
Ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, γράφων Φιλιππησίοις ὁ Παῦλος περί τινων ἔλεγεν. Ὅτι δὲ καὶ Ἰουδαῖοι τοιοῦτοι, δῆλον μὲν καὶ ἀπὸ τῶν ἔμπροσθεν, δῆλον δὲ καὶ ἀφ' ὧν τῷ Χριστῷ προσελθόντες διελέγοντο. Ὅτε μὲν γὰρ ἄρτον ἔδωκεν αὐτοῖς, καὶ τὴν γαστέρα ἐνέπλησε, καὶ προφήτην ἔλεγον εἶναι, καὶ βασιλέα ποιῆσαι ἐζήτουν· ὅτε δὲ αὐτοὺς ἐδίδασκε περὶ τῆς πνευματικῆς τροφῆς, περὶ ζωῆς αἰωνίου, ὅτε ἀπήγαγεν αὐτοὺς τῶν αἰσθητῶν, ὅτε περὶ ἀναστάσεως διελέγετο, καὶ ὑψηλοτέραν ἐποίει τὴν γνώμην· ὅτε μάλιστα θαυμάζειν αὐτὸν ἐχρῆν, τότε γογγύζουσι καὶ ἀποπηδῶσι. Καὶ μὴν, εἰ οὗτός ἐστιν ὁ προφήτης, καθὼς ἔφθησαν εἰπόντες· Οὗτός ἐστι περὶ οὗ φησιν ὁ Μωϋσῆς, ὅτι Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε· ἐχρῆν αὐτοὺς τούτου ἀκούειν λέγοντος, ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα. Ἀλλὰ οὐκ ἤκουον, ἀλλ' ἐγόγγυζον. Ἔτι γὰρ αὐτὸν ᾐδοῦντο διὰ τὸ νεαρὸν εἶναι τὸ τῶν ἄρτων σημεῖον. Διὰ τοῦτο φανερῶς μὲν οὐκ ἀντέλεγον, τῷ δὲ γογγύζειν ἐνέφαινον ὡς ἠγανάκτουν, ὅτι μὴ ἔδωκεν αὐτοῖς τράπεζαν ἥνπερ ἐβούλοντο. Καὶ γογγύζοντες ἔλεγον· Οὐκ ἔστιν οὗτος ὁ υἱὸς Ἰωσήφ; Ὅθεν δῆλον, ὅτι οὐδὲ τὴν θαυμαστὴν αὐτοῦ καὶ παράδοξον οὐδέπω ᾔδεισαν γέννησιν. Διὰ τοῦτο γοῦν υἱὸν Ἰωσὴφ ἔτι λέγουσιν αὐτόν. Καὶ οὐκ ἐπιτιμᾷ, οὐδὲ λέγει αὐτοῖς· Οὐκ εἰμὶ υἱὸς Ἰωσήφ· οὐχ ὅτι υἱὸς Ἰωσὴφ ἦν, ἀλλ' ἐπειδὴ οὐδέπω ἠδύναντο τὸν θαυμαστὸν ἐκεῖνον ἀκοῦσαι τόκον. Εἰ δὲ τὸν κατὰ σάρκα οὐκ ἠδύναντο σαφῶς ἀκοῦσαι, πολλῷ μᾶλλον τὸν ἄῤῥητον τὸν ἄνω. Εἰ τὸ ταπεινὸν οὐκ ἀπεκάλυψε, πολλῷ μᾶλλον ἐκεῖνα οὐκ ἂν ἐνεχείρησε. Καίτοι τοῦτο αὐτοὺς σφόδρα ἐσκανδάλιζε, τὸ ἐξ εὐτελοῦς εἶναι πατρὸς, καὶ τοῦ τυχόντος· ἀλλ' ὅμως οὐκ ἀπεκάλυψεν, ἵνα μὴ, ἕτερον σκάνδαλον ἀναιρῶν, ἕτερον ποιήσῃ. Τί οὖν αὐτὸς, γογγυζόντων αὐτῶν, ἀποκρίνεται; Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν. Τούτῳ ἐπιπηδῶσι Μανιχαῖοι λέγοντες, ὅτι οὐδὲν ἐφ' ἡμῖν κεῖται· ὅπερ μάλιστα βεβαιοῖ κυρίους ὄντας τῆς γνώμης. Εἰ γάρ τις ἔρχεται πρὸς αὐτὸν, φησὶ, τί δεῖ τῆς ἕλξεως; Ὃ καὶ αὐτὸ οὐ τὸ ἐφ' ἡμῖν ἀναιρεῖ, ἀλλὰ μᾶλλον ἐμφαίνει ἡμᾶς βοηθείας δεομένους, ὅτι δείκνυσιν ἐνταῦθα, οὐ τὸν τυχόντα ἐρχόμενον, ἀλλὰ τὸν πολλῆς ἀπολαύοντα συμμαχίας. Εἶτα δείκνυσι καὶ τὸν τρόπον καθ' ὃν ἕλκει. Ἵνα γὰρ μὴ πάλιν αἰσθητόν τι περὶ τὸν Θεὸν ὑποπτεύσωσιν, ἐπήγαγεν· Οὐχ ὅτι τὸν Θεόν τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα. Πῶς οὖν ἕλκει, φησί; Τοῦτο ὁ προφήτης ἄνωθεν ἔδειξε, προαναφωνῶν καὶ λέγων· Ἔσονται πάντες διδακτοὶ Θεοῦ. Εἶδες τῆς πίστεως τὸ ἀξίωμα; Καὶ πῶς οὐ παρὰ ἀνθρώπων οὐδὲ δι' ἀνθρώπου, ἀλλὰ δι' αὐτοῦ τοῦ Θεοῦ προεῖπεν ὅτι μέλλουσι μανθάνειν; Διὰ δὴ τοῦτο καὶ τὸν λόγον ποιῶν ἀξιόπιστον, ἐπὶ τοὺς προφήτας αὐτοὺς παρέπεμψεν. Καὶ εἰ εἴρηται, φησὶν, ὅτι Ἔσονται πάντες διδακτοὶ Θεοῦ, πῶς τινες οὐ πιστεύουσιν; Ὅτι τὸ εἰρημένον περὶ τῶν πλειόνων εἰρημένον ἐστίν. Ἄλλως δὲ καὶ χωρὶς τούτου, οὐχ ἁπλῶς πάντας τὸ προφητικὸν, ἀλλὰ πάντας δηλοῖ τοὺς βουλομένους. Διδάσκαλος γὰρ προκάθηται πᾶσιν ἕτοιμος ὢν τὰ αὐτοῦ παρασχεῖν, εἰς πάντας ἐκχέων τὴν διδασκαλίαν τὴν ἑαυτοῦ. Καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Οὐ μικρὸν ἐνταῦθα τοῦ Υἱοῦ τὸ ἀξίωμα, εἴ γε ὁ Πατὴρ προσάγει, καὶ οὗτος ἀνίστησιν· οὐχὶ διαιρούμενος πρὸς τὸν Πατέρα τὰ ἔργα· πῶς γάρ; ἀλλὰ δεικνὺς τὸ ἰσότιμον τῆς δυνάμεως. Ὥσπερ οὖν ἐκεῖ λέγων, Καὶ ὁ πέμψας με Πατὴρ μαρτυρεῖ περὶ ἐμοῦ· εἶτα ἵνα τινὲς μὴ φωνὴν περιεργάζωνται παρέπεμψεν αὐτοὺς ταῖς Γραφαῖς· οὕτω καὶ ἐνταῦθα, μὴ τὸ αὐτὸ ὑποπτεύσωσι, παραπέμπει αὐτοὺς τοῖς προφήταις, τούτους συνεχῶς ἄνω καὶ κάτω στρέφων, δεικνὺς ἑαυτὸν οὐκ ἐναντίον ὄντα τῷ Πατρί. Τί δὲ οἱ πρὸ τούτου, φησίν; οὐχὶ διδακτοὶ ἦσαν ἄρα Θεοῦ; τί οὖν ἐνταῦθα τὸ ἐξαίρετον; Ὅτι τότε μὲν δι' ἀνθρώπων ἐμάνθανον τὰ τοῦ Θεοῦ· νῦν δὲ διὰ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, καὶ διὰ τοῦ Πνεύματος τοῦ ἁγίου. Εἶτα ἐπάγει· Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ· οὐ κατὰ τὸν τῆς αἰτίας λόγον ἐνταῦθα τοῦτο λέγων, ἀλλὰ κατὰ τὸν τρόπον τῆς οὐσίας. Ἐπεὶ εἰ τοῦτο ἔλεγε, πάντες παρὰ τοῦ Θεοῦ ἐσμέν· ποῦ οὖν τὸ ἐξαίρετον τοῦ Υἱοῦ καὶ κεχωρισμένον; Τίνος δὲ ἕνεκεν τρανότερον αὐτὸ οὐ τέθεικε, φησί; Διὰ τὴν ἐκείνων ἀσθένειαν. Εἰ γὰρ εἰπόντος, Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα, οὕτως ἐσκανδαλίσθησαν· τί οὐκ ἂν ἔπαθον, εἰ καὶ τοῦτο προσέθηκεν; Ἄρτον δὲ ζωῆς ἑαυτὸν καλεῖ, ὅτι τὴν ζωὴν ἡμῶν συγκροτεῖ καὶ ταύτην καὶ τὴν μέλλουσαν· διὸ καὶἐπήγαγεν· Ὃς ἂν φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς τὸν αἰῶνα. Ἄρτον δὲ ἤτοι τὰ δόγματα λέγει ἐνταῦθα τὰ σωτήρια, καὶ τὴν πίστιν τὴν εἰς αὐτὸν, ἢ τὸ σῶμα τὸ ἑαυτοῦ. Ἀμφότερα γὰρ νευροῖ τὴν ψυχήν. Καίτοι γε ἀλλαχοῦ εἰπόντος· Ἐάν τίς μου τὸν λόγον ἀκούσῃ, οὐ μὴ γεύσεται θανάτου, καὶ ἐσκανδαλίσθησαν· ἐνταῦθα δὲ οὐδέν τι τοιοῦτον ἔπαθον, τάχα διὰ τὸ ἔτι δυσωπεῖσθαι αὐτὸν ἀπὸ τῶν γεγενημένων ἄρτων.
40.2.2
Ὅρα δὲ καὶ πόθεν ποιεῖται τὴν πρὸς τὸ μάννα διαφοράν. Ἀπὸ τοῦ οἷον τὸ τέλος ἀκοῦσαι ἑκατέρας τῆς τροφῆς. Δεικνὺς γὰρ, ὅτι οὐ ξένην τινὰ ἐκείνη παρεῖχε τὴν χρείαν, ἐπήγαγεν· Οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα, καὶ ἀπέθανον. Εἶτα κατασκευάζει τὸ μάλιστα πεῖθον αὐτοὺς, ὅτι πολλῷ τῶν πατέρων αὐτῶν μειζόνων αὐτοὶ ἠξίωνται, τοὺς περὶ Μωϋσέα αἰνιττόμενος θαυμαστοὺς ἄνδρας ἐκείνους. Διὰ τοῦτο ἐπειδὴ εἶπεν, ὅτι ἀπέθανον οἱ τὸ μάννα φαγόντες, ἐπήγαγεν· Ὁ τρώγων ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς τὸν αἰῶνα. Καὶ τὸ Ἐν τῇ ἐρήμῳ δὲ οὐχ ἁπλῶς τέθεικεν, ἀλλ' αἰνιττόμενος ὅτι οὐδὲ ἐξετάθη ἐπὶ χρόνον πολὺν, οὐδὲ συνεισῆλθεν εἰς τὴν τῆς ἐπαγγελίας γῆν. Οὗτος δὲ ὁ ἄρτος οὐ τοιοῦτος. Καὶ ὁ ἄρτος δὲ, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστὶν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Εἰκότως ζητήσειεν ἄν τις ἐνταῦθα διαπορῶν, ποῖος τῶν λόγων τούτων καιρὸς ἦν, οἰκοδομούντων μὲν οὐδὲν οὐδὲ χρησιμευόντων, μᾶλλον δὲ τοῖς οἰκοδομηθεῖσι καὶ λυμαινομένων. Ἐκ τούτου, φησὶ, πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, λέγοντες· Σκληρός ἐστιν ὁ λόγος οὗτος, τίς δύναται αὐτοῦ ἀκούειν; Ἐνῆν γὰρ ταῦτα μόνοις παραδοθῆναι τοῖς μαθηταῖς, καθάπερ ὁ Ματθαῖος ἔλεγεν, ὅτι Ἰδίᾳ διελέγετο αὐτοῖς. Τί ποτε οὖν πρὸς τοῦτο ἐροῦμεν; Ὅτι καὶ νῦν τῶν τοιούτων ῥημάτων πολὺ καὶ τὸ χρήσιμον καὶ τὸ ἀναγκαῖον. Ἐπειδὴ γὰρ ἐπέκειντο τροφὴν αἰτοῦντες μὲν, ἀλλὰ τὴν σωματικὴν, καὶ τῆς ἐπὶ τῶν προγόνων παρασχεθείσης ἀναμιμνήσκοντες αὐτὸν τροφῆς, τὸ μάννα μέγα ἔλεγον, δεικνὺς ὅτι πάντα ἐκεῖνα τύπος ἦν καὶ σκιὰ, ἡ δὲ πραγμάτων ἀλήθεια ἡ παροῦσά ἐστι, μέμνηται τροφῆς πνευματικῆς. Ἀλλ' ἔδει, φησὶν, εἰπεῖν, ὅτι οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα· ἐγὼ δὲ ἄρτον παρέσχον ὑμῖν. Ἀλλὰ πολὺ τὸ μέσον ἦν. Ἐδόκει γὰρ τοῦτο καὶ ἔλαττον ἐκείνου, τῷ ἐκεῖνο μὲν ἄνωθεν φέρεσθαι, τοῦτο δὲ κάτω γεγενῆσθαι τὸ θαῦμα τῶν ἄρτων. Ἐπεὶ οὖν ἐζήτουν ἐκ τοῦ οὐρανοῦ φερομένην τροφὴν, διὰ τοῦτο συνεχῶς ἔλεγεν, Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα. Εἰ δὲ ἐξετάζοι τις, τί δήποτε καὶ τὸν περὶ μυστηρίων ἐνέβαλε λόγον; ἐκεῖνο ἂν εἴποιμεν πρὸς αὐτὸν, ὅτι καὶ τούτων σφόδρα τῶν λόγων ὁ καιρὸς ἦν. Τὸ γὰρ ἀσαφὲς τῶν εἰρημένων ἀεὶ τὸν ἀκροατὴν διανίστησι καὶ προσεκτικώτερον ἐργάζεται. Οὐ τοίνυν σκανδαλίζεσθαι ἔδει, ἀλλ' ἐρωτᾷν μᾶλλον καὶ πυνθάνεσθαι. Νῦν δὲ ἀναχωροῦσιν. Εἰ γὰρ προφήτην αὐτὸν εἶναι ἐνόμιζον, ἐχρῆν πιστεῦσαι τοῖς λεγομένοις. Ὥστε τῆς ἐκείνων ἀνοίας τὸ σκάνδαλον ἦν, οὐ τῆς ἀπορίας τῶν λεγομένων. Σὺ δὲ ὅρα πῶς κατὰ μικρὸν τοὺς μαθητὰς συνέδησεν ἑαυτῷ· οὗτοι γάρ εἰσιν οἱ λέγοντες, Ῥήματα ζωῆς ἔχεις· ποῦ ἀπελευσόμεθα; Πλὴν ἑαυτὸν ἐνταῦθα εἰσάγει διδόντα, οὐ τὸν Πατέρα, Ὁ ἄρτος, λέγων, ὃν ἐγὼ δώσω, σάρξ μου ἐστίν. Ἀλλ' οὐχ οἱ ὄχλοι οὕτως, ἀλλ' ἀπεναντίας· Σκληρός ἐστιν ὁ λόγος οὗτος. Διὸ καὶ ἀναχωροῦσι. Καίτοι οὐδὲξένη τις ἦν ἡ διδασκαλία, καὶ παρηλλαγμένη. Ὁ γὰρ Ἰωάννης ἄνωθεν τοῦτο ᾐνίξατο, ἀμνὸν αὐτὸν προσειπών. Ἀλλ' οὐδὲ οὕτως ᾔδεσαν, φησίν. Οἶδα κἀγώ· ἀλλ' οὐδὲ οἱ μαθηταὶ ἠπίσταντο. Εἰ γὰρ περὶ ἀναστάσεως οὐδέπω τι ᾔδεσαν σαφὲς, διὰ τοῦτο δὲ καὶ ἠγνόησαν τί ποτέ ἐστι τὸ, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· πολλῷ μᾶλλον περὶ τῶν εἰρημένων· ταῦτα γὰρ ἐκείνων ἀσαφέστερα ἦν. Ὅτι μὲν γὰρ προφῆται ἀνέστησαν, ᾔδεσαν, εἰ καὶ μὴ οὕτω σαφῶς εἰρήκασιν αἱ Γραφαί· ὅτι δὲ σάρκα τις ἔφαγεν, οὐδέποτε οὐδεὶς εἶπεν ἐκείνων. Ἀλλ' ὅμως ἐπείθοντο καὶ ἠκολούθουν, καὶ ὡμολόγουν ῥήματα ζωῆς αἰωνίου αὐτὸν ἔχειν Τοῦτο γὰρ μαθητοῦ, τὸ μὴ περιεργάζεσθαι τὰ τοῦ διδασκάλου, ἀλλ' ἀκούειν καὶ πείθεσθαι, καὶ τὸν προσήκοντα καιρὸν ἀναμένειν τῆς λύσεως. Τί οὖν, φησὶν, ὅτι τοὐναντίον συνέβη, καὶ ἀπῆλθον εἰς τὰ ὀπίσω; Τοῦτο παρὰ τὴν ἐκείνων ἄνοιαν. Ὅταν γὰρ ἡ ζήτησις τοῦ πῶς εἰσέλθῃ, συνέρχεται καὶ ἀπιστία. Οὕτω καὶ Νικόδημος ἐθορυβεῖτο λέγων· Πῶς δύναται ἄνθρωπος εἰσελθεῖν εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ; οὕτω καὶ οὗτοι ταράττονται λέγοντες, Πῶς δύναται δοῦναι ἡμῖν φαγεῖν οὗτος τὴν σάρκα αὐτοῦ; Εἰ γὰρ τὸ πῶς ζητεῖς, διατί τοῦτο ἐπὶ τῶν ἄρτων οὐκ εἶπες, πῶς τοὺς πέντε εἰς τοσούτους ἐξέτεινεν; Ὅτι τοῦ κορεσθῆναι μόνον ἦσαν τότε, οὐ τοῦ τὸ θαῦμα ἰδεῖν. Ἀλλ' ἡ πεῖρα τότε, φησὶν, ἐπαίδευσεν. Οὐκοῦν ἐξ ἐκείνης ἔδει καὶ ταῦτα γενέσθαι εὐπαράδεκτα. Διὰ γὰρ τοῦτο προλαβὼν ἐθαυματούργησε τὸ παράδοξον ἐκεῖνο, ἵνα δι' ἐκείνου διδαχθέντες, μηκέτι διαπιστῶσι τοῖς μετὰ ταῦτα λεγομένοις. Ἐκεῖνοι μὲν οὖν οὐδὲν ἐκαρπώσαντο τότε ἐκ τῶν εἰρημένων· ἡμεῖς δὲ τῆς εὐεργεσίας δι' αὐτῶν τῶν ἔργων ἀπολελαύκαμεν. Διὸ καὶ ἀναγκαῖον μαθεῖν τὸ θαῦμα τῶν μυστηρίων, τί ποτέ ἐστι, καὶ διατί ἐδόθη, καὶ τίς ἡ ὠφέλεια τοῦ πράγματος. Ἓν σῶμα γινόμεθα, καὶ μέλη, φησὶν, ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. Οἱ δὲ μεμυημένοι παρακολουθείτωσαν τοῖς λεγομένοις.
40.3.2
Ἵν' οὖν μὴ μόνον κατὰ τὴν ἀγάπην τοῦτο γενώμεθα, ἀλλὰ καὶ κατ' αὐτὸ τὸ πρᾶγμα, εἰς ἐκείνην ἀνακερασθῶμεν τὴν σάρκα. Διὰ τῆς τροφῆς γὰρ τοῦτο γίνεται ἧς ἐχαρίσατο, βουλόμενος ἡμῖν δεῖξαι τὸν πόθον, ὃν ἔχει περὶ ἡμᾶς. Διὰ τοῦτο ἀνέμιξεν ἑαυτὸν ἡμῖν, καὶ ἀνέφυρε τὸ σῶμα αὐτοῦ εἰς ἡμᾶς, ἵνα ἕν τι ὑπάρξωμεν, καθάπερ σῶμα κεφαλῇ συνημμένον. Τῶν γὰρ σφόδρα ποθούντων ἐστὶ τοῦτο δεῖγμα. Τοῦτο γοῦν καὶ ὁ Ἰὼβ αἰνιττόμενος, ἔλεγε περὶ τῶν ἑαυτοῦ οἰκετῶν, οἷς ἦν οὕτω μεθ' ὑπερβολῆς ποθεινὸς, ὡς προσφύναι ταῖς σαρξὶν αὐτοῦ ἐπιθυμεῖν. Ἐκεῖνοι γὰρ τὸν πολὺν αὐτῶν ἐνδεικνύμενοι πόθον ὃν εἶχον, Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ, ἔλεγον, ἐμπλησθῆναι; Διὸ δὴ καὶ ὁ Χριστὸς αὐτὸ πεποίηκεν, εἰς φιλίαν ἡμᾶς ἐνάγων μείζονα, καὶ τὸν αὐτοῦ πόθον ἐπιδεικνὺς τὸν περὶ ἡμᾶς, οὐκ ἰδεῖν αὐτὸν μόνον παρέσχε τοῖς ἐπιθυμοῦσιν· ἀλλὰ καὶ ἅψασθαι, καὶ φαγεῖν, καὶ ἐμπῆξαι τοὺς ὀδόντας τῇ σαρκὶ, καὶ συμπλακῆναι, καὶ τὸν πόθον ἐμπλῆσαι πάντα. Ὡς λέοντες τοίνυν πῦρ πνέοντες, οὕτως ἀπὸ τῆς τραπέζης ἀναχωρῶμεν ἐκείνης, φοβεροὶ τῷ διαβόλῳ γινόμενοι, καὶ τὴν κεφαλὴν τὴν ἡμετέραν ἐννοοῦντες, καὶ τὴν ἀγάπην ἣν περὶ ἡμᾶς ἐπεδείξατο. Οἱ μὲν οὖν γεννήσαντες, πολλάκις ἑτέροις τρέφειν διδόασι τὰ τεχθέντα· ἐγὼ δὲ οὐχ οὕτω, φησὶν, ἀλλὰ ταῖς σαρξὶ τρέφω ταῖς ἐμαῖς, ἐμαυτὸν ὑμῖν παρατίθημι, πάντας ὑμᾶς εὐγενεῖς εἶναι βουλόμενος, καὶ χρηστὰς ὑμῖν περὶ τῶν μελλόντων ὑποτείνων ἐλπίδας. Ὁ γὰρ ἐνταῦθα ὑμῖν ἐκδοὺς ἑαυτὸν, πολλῷ μᾶλλον ἐν τῷ μέλλοντι. Ἀδελφὸς ἠθέλησα ὑμέτερος γενέσθαι· ἐκοινώνησα σαρκὸς καὶ αἵματος δι' ὑμᾶς, πάλιν αὐτὴν ὑμῖν τὴν σάρκα καὶ τὸ αἷμα, δι' ὧν συγγενὴς ἐγενόμην, ἐκδίδωμι. Τοῦτο τὸ αἷμα τὴν εἰκόνα ἡμῖν ἀνθηρὰν ἐργάζεται τὴν βασιλικὴν, τοῦτο κάλλος ἀμήχανον τίκτει, τοῦτο ἀπομαρανθῆναι τῆς ψυχῆς τὴν εὐγένειαν οὐκ ἀφίησιν, ἄρδον αὐτὴν συνεχῶς καὶ τρέφον. Τὸ μὲν γὰρ ἀπὸ τῶν σιτίων ἡμῖν αἷμα γινόμενον, οὐκ εὐθέως τοῦτο γίνεται, ἀλλ' ἕτερόν τι· τοῦτο δὲ οὐχ οὕτως, ἀλλ' εὐθέως τὴν ψυχὴν ἀρδεύει, καὶ μεγάλην τινὰ δύναμιν ἐμποιεῖ. Τοῦτο τὸ αἷμα ἀξίως λαμβανόμενον ἐλαύνει μὲν δαίμονας καὶ πόῤῥωθεν ἡμῶν ποιεῖ, καλεῖ δὲ ἀγγέλους πρὸς ἡμᾶς, καὶ τὸν Δεσπότην τῶν ἀγγέλων. Ὅπου γὰρ ἂν ἴδωσι τὸ αἷμα τὸ Δεσποτικὸν, φεύγουσι μὲν δαίμονες, συντρέχουσι δὲ ἄγγελοι. Τοῦτο τὸ αἷμα ἐκχυθὲν πᾶσαν τὴν οἰκουμένην ἐξέπλυνε. Πολλὰ περὶ τοῦ αἵματος τούτου καὶ ὁ μακάριος Παῦλος ἐν τῇ πρὸς Ἑβραίους ἐφιλοσόφησε. Τοῦτο τὸ αἷμα τὰ ἄδυτα καὶ τὰ ἅγια τῶν ἁγίων ἐκάθηρεν. Εἰ δὲ ὁ τύπος αὐτοῦ τοσαύτην ἔσχεν ἰσχὺν, ἔν τε τῷ ναῷ τῶν Ἑβραίων, ἔν τε Αἰγύπτῳ μέσῃ, ταῖς φλιαῖς ἐπιχριόμενον· πολλῷ μᾶλλον ἡ ἀλήθεια. Τοῦτο τὸ αἷμα, τὸ χρυσοῦν θυσιαστήριον ἡγίασε· τούτου χωρὶς οὐκ ἐτόλμα ὁ ἀρχιερεὺς εἰς τὰ ἄδυτα εἰσιέναι· τοῦτο τὸ αἷμα ἱερέας ἐχειροτόνει· τοῦτο ἀπέλουεν ἁμαρτίας ἐν τοῖς τύποις. Εἰ δὲ ἐν τοῖς τύποις τοσαύτην ἔσχεν ἰσχὺν, εἰ τὴν σκιὰν οὕτως ὁ θάνατος ἔφριξε, τὴν ἀλήθειαν αὐτὴν, εἰπέ μοι, πῶς οὐκ ἂν ἐφοβήθη; Τοῦτο ἡ σωτηρία τῶν ἡμετέρων ψυχῶν, τούτῳ λούεται ἡ ψυχὴ, τούτῳ καλλωπίζεται, τούτῳ πυροῦται, τοῦτο πυρὸς λαμπρότερον ἐργάζεται τὸν νοῦν τὸν ἡμέτερον, τοῦτο χρυσίου φαιδροτέραν τὴν ψυχὴν ποιεῖ, τοῦτο ἐξεχύθη τὸ αἷμα, καὶ τὸν οὐρανὸν ἐποίησε βατόν.
40.4.2
Φρικτὰ ὄντως τὰ μυστήρια τῆς Ἐκκλησίας, φρικτὸν ὄντως τὸ θυσιαστήριον. Ἀνέβαινεν ἐκ τοῦ παραδείσου πηγὴ, ποταμοὺς αἰσθητοὺς προχέουσα· ἀπὸ τῆς τραπέζης ταύτης ἄνεισι πηγὴ, ποταμοὺς ἀφιεῖσα πνευματικούς. Παρὰ ταύτην τὴν πηγὴν πεφυτευμέναι εἰσὶν, οὐκ ἰτέαι ἄκαρποι, ἀλλὰ δένδρα πρὸς αὐτὸν φθάνοντα τὸν οὐρανὸν, καρπὸν ἔχοντα ὥριμον ἀεὶ καὶ ἀμάραντον. Εἴ τις καυσοῦται, παρὰ ταύτην ἡκέτω τὴν πηγὴν, καὶ καταψυχέτω τὸ καῦσος. Καὶ γὰρ αὐχμοὺς λύει, καὶ τὰ διακαῆ πάντα παραψύχει, οὐ τὰ ἐξ ἡλίου διακαιόμενα, ἀλλὰ τὰ ἀπὸ τῶν βελῶν τῶν πεπυρωμένων. Καὶ γὰρ τὴν ἀρχὴν ἄνωθεν ἔχει, καὶ τὴν ῥίζαν ἐκεῖθεν, ὅθεν καὶ ἄρδεται. Πολλοὶ ταύτης οἱ ῥύακες τῆς πηγῆς, οὓςἀφίησιν ὁ Παράκλητος· καὶ μεσίτης ὁ Υἱὸς γίνεται, οὐ δίκελλαν ἔχων καὶ ὁδοποιῶν, ἀλλὰ τὴν διάθεσιν ἀνοίγων τὴν παρ' ἡμῖν. Αὕτη ἡ πηγὴ φωτός ἐστι πηγὴ, ἀναβλύζουσα ἀληθείας ἀκτῖνας. Ταύτῃ καὶ αἱ ἄνω παρεστήκασι δυνάμεις, πρὸς τὸ κάλλος ἐνορῶσαι τῶν ῥείθρων, ἐπειδὴ καὶ σαφέστερον ἐκεῖναι τῶν προκειμένων θεωροῦσι τὴν δύναμιν, καὶ τὰς μαρμαρυγὰς τὰς ἀπροσίτους. Ὥσπερ γὰρ χρυσοῦ τηκομένου, ἄν τε τὴν χεῖρά τις ἐμβάλῃ, εἰ οἷόν τε ἦν, ἄν τε τὴν γλῶτταν, χρυσῆν εὐθέως αὐτὴν ἐποίησεν ἄν· οὕτω δὴ καὶ πολλῷ πλέον ἐνταῦθα τὴν ψυχὴν ἐργάζεται τὰ προκείμενα. Ἀναζεῖ μὲν γὰρ πυρὸς σφοδρότερον ὁ ποταμὸς, ἀλλ' οὐ καίει, ἀλλὰ βαπτίζει μόνον ὅπερ ἂν λάβῃ. Τοῦτο τὸ αἷμα ἄνωθεν προετυποῦτο ἀεὶ, ἐν θυσιαστηρίοις, ἐν δικαίων σφαγαῖς· τοῦτο ἡ τιμὴ τῆς οἰκουμένης, τούτῳ ἠγόρασε τὴν Ἐκκλησίαν ὁ Χριστὸς, τούτῳ κατεκόσμησεν αὐτὴν ἅπασαν. Καθάπερ γὰρ ἄνθρωπος οἰκέτας ὠνούμενος χρυσίον δίδωσι, καὶ καλλωπίσαι πάλιν αὐτοὺς βουλόμενος, χρυσῷ τοῦτο ποιεῖ· οὕτω καὶ ὁ Χριστὸς, καὶ ἠγόρασεν ἡμᾶς αἵματι, καὶ ἐκόσμησεν αἵματι. Οἱ τούτου μετέχοντες τοῦ αἵματος, μετὰ ἀγγέλων, καὶ ἀρχαγγέλων, καὶ τῶν ἄνω δυνάμεων ἑστήκασιν, αὐτὴν περικείμενοι τοῦ Χριστοῦ τὴν βασιλικὴν στολὴν, τὰ ὅπλα ἔχοντες τὰ πνευματικά. Ἀλλ' οὐδὲν εἶπον οὐδέπω μέγα· αὐτὸν γάρ εἰσιν ἐνδεδυμένοι τὸν βασιλέα. Ἀλλ' ὥσπερ ἐστὶ μέγα καὶ θαυμαστὸν, οὕτως ἂν μὲν μετὰ καθαρότητος προσέλθῃς, εἰς σωτηρίαν προσῆλθες· ἂν δὲ μετὰ πονηροῦ συνειδότος, εἰς κόλασιν καὶ τιμωρίαν. Ὁ γὰρ ἐσθίων, φησὶ, καὶ πίνων ἀναξίως τοῦ Κυρίου, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει. Εἰ τοίνυν οἱ ῥυποῦντες τὴν πορφύραν τὴν βασιλικὴν κολάζονται ὁμοίως, ὥσπερ οἱ διαῤῥηγνύντες· τί ἀπεικὸς καὶ τοὺς ἀκαθάρτῳ διανοίᾳ δεχομένους τὸ σῶμα, τὴν αὐτὴν ὑπομεῖναι τιμωρίαν τοῖς αὐτὸ διαῤῥήξασι διὰ τῶν ἥλων; Ὅρα γοῦν πῶς φοβερὰν ἔδειξεν ὁ Παῦλος τὴν κόλασιν, εἰπών· Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας, ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ᾧ ἡγιάσθη; Προσέχωμεν τοίνυν ἑαυτοῖς, ἀγαπητοὶ, τοιούτων ἀπολαύοντες ἀγαθῶν· καὶ ὅταν βουληθῶμεν αἰσχρόν τι εἰπεῖν, ἢ συναρπαζομένους ἑαυτοὺς ἴδωμεν ὑπὸ ὀργῆς, ἢ ἑτέρου τινὸς τοιούτου πάθους, λογισώμεθα τίνων κατηξιώθημεν, ὅσου Πνεύματος ἀπηλαύσαμεν· καὶ ἔσται σωφρονισμὸς ἡμῖν τῶν ἀλόγων παθῶν οὗτος ὁ λογισμός. Μέχρι γὰρ τίνος τοῖς παροῦσι προσηλώμεθα; μέχρι τίνος οὐ διεγειρόμεθα; μέχρι τίνος οὐ φροντίζομεν τῆς ἑαυτῶν σωτηρίας; Ἐννοήσωμεν τίνων ἡμᾶς κατηξίωσεν ὁ Θεὸς, εὐχαριστήσωμεν, δοξάσωμεν, μὴ διὰ πίστεως μόνον, ἀλλὰ καὶ διὰ τῶν ἔργων αὐτῶν· ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note