Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Joannem
John ChrysostomJoan 44 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
44.1.1
Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, καὶ εἶπεν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετε ση μεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορ τάσθητε. Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολ λυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον.» αʹ. Τὸ προσηνὲς καὶ λεῖον οὐ πανταχοῦ χρήσιμον, ἀλλ' ἔστιν ὅτε καὶ τοῦ πληκτικωτέρου δεῖ τῷ διδασκάλῳ. Ὅταν γὰρ νωθὴς ᾖ ὁ μαθητὴς καὶ παχὺς, κέντρῳ χρῆσθαι πρὸς αὐτὸν λοιπὸν χρὴ, ὥστε τῆς πολλῆς καθικέσθαι νωθείας. Τοῦτο καὶ ὁ Υἱὸς τοῦ Θεοῦ πεποίηκεν, ἀλλαχοῦ τε πολλαχοῦ, καὶ ἐν τῷ παρόντι τόπῳ. Ἐλθόντων γὰρ τῶν ὄχλων καὶ εὑρόντων τὸν Ἰησοῦν, καὶ κολακευόντων αὐτὸν, καὶ λεγόντων· Ῥαββὶ, πότε ὧδε γέγονας; δεικνὺς ὅτι τῆς παρὰ ἀνθρώπων οὐκ ἐφίεται τιμῆς, ἀλλ' ἓν μόνον ὁρᾷ, τὴν σωτηρίαν αὐτῶν, ἐπιπληκτικῶς αὐτοῖς ἀποκρίνεται· οὐ ταύτῃ μόνον διορθῶσαι βουλόμενος, ἀλλὰ καὶ τῷ τὴν διάνοιαν αὐτῶν ἐκκαλύψαι καὶ εἰς μέσον ἀγαγεῖν. Τί γάρ φησιν; Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· μετὰ διορισμοῦ καὶ βεβαιώσεως· ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορτάσθητε. Πλήττει μὲν τῷ λόγῳ καὶ ἐλέγχει, ἀλλ' οὐκ ἀποτόμως καὶ σφόδρα, ἀλλὰ μετὰ πολλῆς τῆς φειδοῦς τοῦτο ποιῶν. Οὐ γὰρ εἶπεν, Ὦ λαίμαργοι καὶ γαστρίδουλοι, τοσαῦτα ἐθαυματούργησα, καὶ οὐδαμοῦ οὔτε ἠκολουθήσατε, οὔτε ἐθαυμάσατε τὰ γεγε. 40 νημένα· ἀλλὰ προσηνῶς οὕτω πως καὶ ἠρέμα, Ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορτάσθητε· οὐ περὶ τῶν παρελθόντων μόνον, ἀλλὰ καὶ περὶ τοῦ παρόντος σημείου ἐμφαίνων. Μονονουχὶ γὰρ τοῦτο λέγει, δι' ὧν πρὸς αὐτοὺς ἀποτείνεται· Οὐ τὸ θαῦμα ὑμᾶς ἐξέπληξε τὸ ἐπὶ τοῖς ἄρτοις, ἀλλὰ τὸ ἐμπλησθῆναι. Καὶ ὅτι οὐ καταστοχαζόμενος αὐτῶν ἔλεγεν, εὐθέως ἔδειξαν ἐκεῖνοι. Καὶ γὰρ διὰ τοῦτο πάλιν ἦλθον, ὡς μέλλοντες τῶν αὐτῶν ἀπολαύσεσθαι. Διὰ τοῦτο καὶ ἔλεγον· Οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ· πάλιν ἐπὶ τροφὴν αὐτὸν ἕλκοντες σαρκικὴν, ὅπερ ἦν ἔγκλημα καὶ κατηγορία μεγίστη. Ἀλλ' αὐτὸς οὐχ ἵσταται μέχρι τῶν ἐλέγχων, ἀλλὰ καὶ διδασκαλίαν τούτοις προστίθησι, λέγων· Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ Υἱὸς τοῦ ἀνθρώπου δίδωσιν ὑμῖν. Τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Μηδεὶς ὑμῖν ἔστω λόγος ταύτης τῆς τροφῆς, ἀλλ' ἐκείνης τῆς πνευματικῆς. Ἀλλ' ἐπειδή τινες τῶν βουλομένων ἀργῶς τρέφεσθαι, ἀποκέχρηνται τούτῳ τῷ λόγῳ, ὡς τὴν ἐργασίαν ἐκκόπτοντος τοῦ Χριστοῦ, εὔκαιρον καὶ πρὸς αὐτοὺς εἰπεῖν. Ὅλον γὰρ, ὡς εἰπεῖν, διαβάλλουσι τὸν Χριστιανισμὸν, καὶ ἐπὶ ἀργίᾳκωμῳδεῖσθαι παρασκευάζουσι. Πρότερον δὲ εἰπεῖν ἀναγκαῖον τὸ τοῦ Παύλου. Τί δὲ ἐκεῖνός φησι; Μνημονεύετε τοῦ Κυρίου εἰρηκότος· Μακάριόν ἐστι διδόναι μᾶλλον ἢ λαμβάνειν. Καίτοι πόθεν ἂν γένοιτο διδόναι τῷ οὐκ ἔχοντι; Πῶς οὖν τῇ Μάρθᾳ ὁ Ἰησοῦς εἶπεν· Μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλὰ, ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο· καὶ πάλιν, Μὴ μεριμνήσητε εἰς τὴν αὔριον. Ἀναγκαῖον γὰρ πάντα νῦν ταῦτα ἐπιλῦσαι, οὐχ ἵνα μόνον παύσωμεν αὐτοὺς ἀργοῦντας, εἰ βούλοιντο, ἀλλ' ἵνα μὴ μάχην εἰσάγειν τινὰ δείξωμεν τὰ λόγια τοῦ Θεοῦ. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν ὁ Ἀπόστολος· Παρακαλοῦμεν δὲ ὑμᾶς περισσεύειν καὶ φιλοτιμεῖσθαι, ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια, ἵνα εὐσχημόνως περιπατῆτε πρὸς τοὺς ἔξω· καὶ πάλιν, Ὁ κλέπτων, μηκέτι κλεπτέτω· μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος ταῖς ἰδίαις χερσὶν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. Ἐνταῦθα γὰρ ὁ Παῦλος οὐδὲ ἁπλῶς ἐργάζεσθαι ἐκέλευσεν, ἀλλ' οὕτω μετὰ πόνου, ὡς ἔχειν ἐντεῦθεν καὶ ἑτέρῳ μεταδιδόναι. Καὶ ἑτέρωθι πάλιν ὁ αὐτὸς λέγει, Ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Καὶ Κορινθίοις δὲ ἐπιστέλλων ἔλεγε· Τίς οὖν μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ Εὐαγγέλιον. Καὶ ἐν τῇ πόλει δὲ ἐκείνῃ γενόμενος, Ἔμενε πρὸς Ἀκύλαν καὶ Πρίσκιλλαν, καὶ εἰργάζετο. Ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην. Ἀλλὰ ταῦτα τὴν μάχην δείκνυσι σφοδροτέραν κατὰ τὸ ῥητόν. Οὐκοῦν ἀνάγκη λοιπὸν τὴν λύσιν ἐπαγαγεῖν. Τί οὖν ἂν εἴποιμεν πρὸς ταῦτα; Ὅτι τὸ μὴ μεριμνᾷν οὐ τὸ μὴ ἐργάζεσθαί ἐστιν, ἀλλὰ τὸ μὴ προσηλῶσθαι τοῖς βιωτικοῖς πράγμασι· τουτέστι, τὸ μὴ ποιεῖσθαι φροντίδα περὶ τῆς εἰς αὔριον ἀναπαύσεως, ἀλλὰ πάρεργον αὐτὴν εἶναι νομίζειν. Ἔνεστι γὰρ καὶ ἐργαζόμενον, μηδὲν εἰς τὴν αὔριον θησαυρίζειν, καὶ ἔνεστιν ἐργαζόμενον, μηδὲν μεριμνᾷν. Οὐ γὰρ ταὐτόν ἐστι μέριμνα καὶ ἐργασία. Οὐδὲ γὰρ ὡς τῷ ἔργῳ θαῤῥῶν ἐργάζεταί τις, ἀλλ' ἵνα μεταδῷ τῷ χρείαν ἔχοντι. Καὶ τὸ πρὸς Μάρθαν δὲ εἰρημένον οὐ περὶ ἔργου καὶ ἐργασίας ἐστὶν, ἀλλὰ περὶ τοῦ δεῖν καιρὸν εἰδέναι, καὶ μὴ τὸν τῆς ἀκροάσεως χρόνον πρὸς τὰ σαρκικώτερα ἀναλίσκειν. Οὐ τοίνυν εἰς ἀργίαν αὐτὴν ἐμβάλλων, ταῦτα ἔλεγεν, ἀλλὰ προσηλῶν τῇ ἀκροάσει. Παρεγενόμην, φησὶν, διδάξων ὑμᾶς τὰ δέοντα· σὺ δὲ περὶ ἄριστον ἐσπούδακας; Ὑποδέξασθαί με βούλει, καὶ πολυτελῆ παρασκευάσαι τράπεζαν; Ἑτέραν παρασκεύασον ἑστίασιν, τὴν μετὰ προθυμίας ἀκρόασίν μοι παρεχομένη, καὶ τὸν τῆς ἀδελφῆς μιμουμένη πόθον. Οὔτε οὖν τὴν φιλοξενίαν κωλύων ταῦτα ἔλεγεν· ἄπαγε· πῶς γάρ; ἀλλὰ τὸ μὴ δεῖν ἐν ἀκροάσεως καιρῷ περὶ ἕτερα ἠσχολῆσθαι. Τὸ δὲ λέγειν, Μὴ ἐργάζεσθε τὴν βρῶσιν τὴν ἀπολλυμένην, οὐ τοῦτό ἐστιν αἰνιττομένου, ὥστε δεῖν ἀργεῖν· καὶ γὰρ καὶ τοῦτο μάλιστα ἀπολλυμένη βρῶσίς ἐστι· (Πᾶσαν γὰρ τὴν κακίαν ἐδίδαξεν ἡ ἀργία)· ἀλλ' ὥστε ἐργάζεσθαι καὶ μεταδιδόναι. Τοῦτο γὰρ οὐκ ἀπολλυμένη βρῶσίς ἐστι λοιπόν. Εἰ δέ τις ἀργῶν γαστρίζοιτο καὶ τρυφῆς ἐπιμελοῖτο, οὗτος τὴν βρῶσιν ἐργάζεται τὴν ἀπολλυμένην· ὥσπερ εἴ τις ἐργαζόμενος τὸν Χριστὸν τρέφοι, καὶ ποτίζοι, καὶ ἐνδύοι, οὐδεὶς οὕτως ἀναίσθητος καὶ ἀμαθὴς, ὡς εἰπεῖν, ἀπολλυμένην βρῶσιν ἐργάζεσθαι τὸν τοιοῦτον, δι' ἣν τῆς βασιλείας ἡ ἐπαγγελία τῆς μελλούσης καὶ τῶν ἀγαθῶν ἐκείνων. Αὕτη γὰρ μένει διηνεκῶς ἡ βρῶσις. Ἄλλως δὲ, καὶ τότε δὲ ἐπειδὴ τῆς μὲν πίστεως οὐδένα λόγον ἐποιοῦντο, οὐδὲ ἐσκόπουν μαθεῖν, τίς ὁ ταῦτα ἐργαζόμενος, καὶ ποίᾳ δυνάμει, ἓν δὲ μόνον ἐβούλοντο, γαστρίζεσθαι μηδὲν ποιοῦντες, τὴν τοιαύτην τροφὴν εἰκότως βρῶσιν ἀπολλυμένηνἐκάλεσεν. Ἔθρεψα ὑμῶν τὰ σώματα, φησὶν, ἵνα ἀπὸ τούτου τὴν ἑτέραν ἐπιζητήσητε τροφὴν, τὴν μένουσαν, τὴν τρέφουσαν ὑμῶν τὴν ψυχήν· ὑμεῖς δὲ πάλιν ἐπὶ τὴν γηΐνην τρέχετε. Διὰ τοῦτο οὐ συνίετε ὅτι οὐκ ἐπὶ ταύτην ὑμᾶς ἄγω τὴν ἀτελῆ, ἀλλ' ἐπ' ἐκείνην τὴν οὐ πρόσκαιρον παρέχουσαν ζωὴν, ἀλλ' αἰώνιον, τὴν οὐ σῶμα, ἀλλὰ ψυχὴν τρέφουσαν. Εἶτα ἐπειδὴ οὕτω μέγα περὶ ἑαυτοῦ ἐφθέγξατο, καὶ ἔφησεν αὐτὸς δώσειν αὐτὴν, ἵνα μὴ πάλιν αὐτοῖς προστῇ τὸ λεγόμενον, ἀξιόπιστον τὸν λόγον ποιῶν, ἐπὶ τὸν Πατέρα τὴν χορηγίαν αὐτῆς ἀνάγει. Εἰπὼν γὰρ, Ἣν ὁ Υἱὸς τοῦ ἀνθρώπου δώσει ὑμῖν, ἐπήγαγε, Τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός· τουτέστιν, ἐπὶ τούτῳ ἔπεμψε ταύτην ὑμῖν κομίζοντα τὴν τροφήν. Δηλοῖ δὲ καὶ ἑτέραν ἑρμηνείαν ἡ λέξις. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν ὁ Χριστός· Ὁ ἀκούων μου τοὺς λόγους, τοῦτον ἐσφράγισεν ὁ Πατὴρ, ὅτι ὁ Θεὸς ἀληθής ἐστι· τουτέστιν, ἀπέδειξεν ἀναντιῤῥήτως· ὃ δή μοι δοκεῖ καὶ ἐνταῦθα ἡ λέξις αἰνίττεσθαι. Οὐδὲν γάρ ἐστιν ἄλλο τὸ, Ἐσφράγισεν ὁ Πατὴρ, ἀλλ' ἢ ἀπέδειξεν, ἐξεκάλυψε διὰ τῆς αὐτοῦ μαρτυρίας. Ἔδειξε μὲν γὰρ καὶ αὐτὸς ἑαυτόν· ἐπειδὴ δὲ πρὸς Ἰουδαίους διελέγετο, τὴν τοῦ Πατρὸς μαρτυρίαν εἰς μέσον ἤγαγε.
44.2.1
Μάθωμεν τοίνυν, ἀγαπητοὶ, ταῦτα αἰτεῖν τὸν Θεὸν, ἃ ἄξιόν ἐστι παρ' αὐτοῦ αἰτεῖν. Ἐκεῖνα μὲν γὰρ, ὅπως ἂν τύχῃ, τὰ βιωτικὰ λέγω, βλάβην οὐδεμίαν φέρει. Ἄν τε γὰρ πλουτήσωμεν, ἐνταῦθα μόνον ἀπολαυσόμεθα τῆς τρυφῆς· ἄν τε εἰς πενίαν καταπέσωμεν, οὐδὲν πεισόμεθα δεινόν. Οὔτε γὰρ τὰ λαμπρὰ τοῦ παρόντος βίου, οὔτε τὰ λυπηρὰ εἰς ἀθυμίας καὶ ἡδονῆς λόγον ἔχει τὴν ἰσχὺν, ἀλλ' ἑκάτερα εὐκαταφρόνητα, καὶ μετὰ πολλῆς παραῤῥεῖ τῆς ταχυτῆτος. Διὸ καὶ ὁδὸς κέκληται εἰκότως ἅτε παροδεύοντα, καὶ ἐπὶ πλεῖστον μένειν οὐ πεφυκότα· τὰ δὲ μέλλοντα ἑκάτερα ἀθάνατα μένει, τά τε κολάσεως, τά τε τῆς βασιλείας. Ὑπὲρ ἐκείνων τοίνυν πολλὴν ποιώμεθα σπουδὴν, ὥστε τὰ μὲν φυγεῖν, τὰ δὲ ἑλέσθαι. Τί γὰρ τῆς ἐνταῦθα τρυφῆς ὄφελος; Σήμερόν ἐστι, καὶ αὔριον οὐκ ἔστι· σήμερον ἄνθος λαμπρὸν, καὶ αὔριον κόνις σκεδαννυμένη· σήμερον πῦρ καιόμενον, καὶ αὔριον τέφρα κατασβεννυμένη. Ἀλλ' οὐ τὰ πνευματικὰ τοιαῦτα, ἀλλ' ἀεὶ μένει λάμποντα, καὶ ἀνθοῦντα, καὶ φαιδρότερα γινόμενα καθημέραν. Ὁ πλοῦτος ἐκεῖνος οὐδέποτε ἀπόλλυται, οὐδέποτε μεθίσταται, οὐδέποτε λήγει, οὐδέποτε ἐπάγει φροντίδα καὶ φθόνον καὶ κατηγορίαν, οὐ σῶμα ἐξόλλυσιν, οὐ ψυχὴν διαφθείρει, οὐ φθόνον ἔχει, οὐ βασκανίαν ἐπισωρεύει, ἅπερ ἅπαντα ταῦτα τῷ πλούτῳ πρόσεστιν. Ἡ δόξα ἐκείνη οὐκ εἰς ἀπόνοιαν αἴρει, οὐ φλεγμαίνειν παρασκευάζει, οὐδέποτε παύεται, οὐδὲ ἀμαυροτέρα γίνεται. Ἡ ἄνεσις καὶ ἡ τρυφὴ ἐπὶ τοῖς οὐρανοῖς πάλιν μένει, καὶ αὕτη διηνεκὴς, ἀεὶ ἀκίνητος οὖσα καὶ ἀθάνατος· οὐκ ἔστι γὰρ πέρας αὐτῆς καὶ τέλος εὑρεῖν. Ταύτην, παρακαλῶ, ποθήσωμεν τὴν ζωήν. Ἂν γὰρ ποθήσωμεν αὐτὴν, οὐδένα τῶν παρόντων ποιησόμεθα λόγον, ἀλλὰ καταφρονήσομεν τούτων ἁπάντων καὶ καταγελασόμεθα, κἂν εἰς βασιλικὰς αὐλάς τις ἡμᾶς εἰσελθεῖν κελεύῃ, οὐχ αἱρησόμεθα ἐκείνην ἔχοντες τὴν ἐλπίδα· καίτοι τούτου οὐδὲν μακαριώτερον εἶναι δοκεῖ, ἀλλὰ τοῖς κατεχομένοις τῷ τῶν οὐρανῶν ἔρωτι καὶ τοῦτο μικρὸν καὶ εὐτελὲς καὶ οὐδενὸς ἄξιον λόγου. Πᾶν γὰρ ὃ τέλος ἔχει, οὐ σφόδρα περισπούδαστον· πᾶν ὃ παύεται, καὶ σήμερόν ἐστι, καὶ αὔριον οὐκ ἔστι, κἂν σφόδρα ᾖ μέγα, σφόδρα μικρὸν καὶ εὐκαταφρόνητον εἶναι δοκεῖ. Μὴ τοίνυν τῶν φευγόντων ἀντεχώμεθα, μηδὲ τῶν παραῤῥεόντων καὶ ἀπερχομένων, ἀλλὰ τῶν μενόντων καὶ ἀκινήτων, ἵνα καὶ αὐτῶν δυνηθῶμεν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note