Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Joannem
John ChrysostomJoan 4 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.0.1
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν.
4.1.1
Τοῖς ἄρτι τῶν παίδων εἰσαγομένοις πρὸς τὰ μαθήματα οὔτε πολλὰ ἐφεξῆς ἐπιτιθέασιν οἱ διδάσκαλοι τὰ φορτία, οὔτε εἰσάπαξ τοῦτο ποιοῦσιν, ἀλλὰ καὶ βραχέα, καὶ τὰ αὐτὰ πολλάκις ἐνηχοῦσιν αὐτοῖς, ὥστε αὐτῶν ῥᾳδίως ἐντεθῆναι τῇ διανοίᾳ τὰ λεγόμενα, ἀλλὰ μὴ ἐκ προοιμίων δυσχεράναντας αὐτοὺς πρὸς τὸ πλῆθος καὶ τὸ τῆς μνήμης δυσκάθεκτον, ὀκνηροτέρους γενέσθαι περὶ τὴν συλλογὴν τῶν δοθέντων, νάρκης τινὸς αὐτοῖς ἀπὸ τῆς δυσκολίας ἐγγινομένης. Τοῦτο δὴ καὶ αὐτὸς κατασκευάσαι βουλόμενος, καὶ τὸν πόνον ὑμῖν ποιῆσαι κοῦφον, κατὰ μικρὸν ἀπολαμβάνων τὰ ἐν τῇ θείᾳ ταύτῃ τραπέζῃ, εἰς τὰς ὑμετέρας οὕτως ἐνίημι ψυχάς. Διὸ καὶ 59. 46 τῶν αὐτῶν ἅψομαι πάλιν ῥημάτων, οὐχ ὥστε τὰ αὐτὰ πάλιν εἰπεῖν, ἀλλ' ὥστε τὰ λείποντα προσθεῖναι μόνον. Φέρε οὖν, τὸν λόγον ἐπὶ τὰ προοίμια πάλιν ἀγάγωμεν. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Τίνος ἕνεκεν, τῶν ἄλλων ἁπάντων εὐαγγελιστῶν ἀπὸ τῆς οἰκονομίας ἀρξαμένων (καὶ γὰρ ὁ Ματθαῖός φησι, Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυΐδ· καὶ ὁ Λουκᾶς τὰ κατὰ τὴν Μαρίαν ἡμῖν ἐν ἀρχῇ διηγεῖται· καὶ ὁ Μάρκος δὲ ὁμοίως τοῖς αὐτοῖς ἐνδιατρίβει λόγοις, τὴν κατὰ τὸν Βαπτιστὴν ἱστορίαν ἐντεῦθεν ὑφαίνων), ὁ Ἰωάννης τοῦτο μὲν ἐν βραχεῖ καὶ μετὰ ταῦτα ᾐνίξατο εἰπὼν, Καὶ ὁ Λόγος σὰρξ ἐγένετο· τὰ δὲ ἄλλα πάντα παραδραμὼν, τὴν σύλληψιν, τὸν τόκον, τὴν ἀνατροφὴν, τὴν αὔξησιν, εὐθέως περὶ τῆς ἀϊδίου γεννήσεως ἡμῖν διηγεῖται; Τί ποτ' οὖν ἐστι τὸ αἴτιον τούτων, 59. 47 ἤδη πρὸς ὑμᾶς ἐρῶ. Τῶν λοιπῶν εὐαγγελιστῶν τὸ πλέον ἐν τοῖς κατὰ σάρκα διατριψάντων λόγοις, δέος ἦν τοῦ μή τινας διὰ τοῦτο χαμαιπετεῖς ὄντας τούτοις ἐναπομεῖναι μόνοις τοῖς δόγμασιν· ὃ καὶ Παῦλος ἔπαθεν ὁ Σαμοσατεύς. Ἐκ ταύτης τοίνυν ἀνάγων τῆς χαμαιζηλίας τοὺς μέλλοντας ἐμπεσεῖσθαι, καὶ εἰς τὸν οὐρανὸν ἀνέλκων, εἰκότως ἄνωθεν καὶ ἐκ τῆς ὑπάρξεως τῆς ἀϊδίου ποιεῖται τῆς διηγήσεως τὴν ἀρχήν. Τοῦ μὲν γὰρ Ματθαίου ἀπὸ Ἡρώδου τοῦ βασιλέως, τοῦ Λουκᾶ δὲ ἀπὸ Τιβερίου τοῦ Καίσαρος, τοῦ δὲ Μάρκου ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου πρὸς τὴν διήγησιν εἰσβαλόντων, πάντα ταῦτα ἀφεὶς οὗτος, ἀνωτέρω παντὸς ἄνεισι χρόνου τε καὶ αἰῶνος, ἐκεῖ τὴν διάνοιαν τῶν ἀκροατῶν ἀκοντίζων πρὸς τὸ, Ἐν ἀρχῇ ἦν, καὶ οὐκ ἀφιεὶς στῆναί που, οὐδὲ ὅρον τιθεὶς, καθάπερ ἐκεῖνοι, τὸν Ἡρώδην καὶ τὸν Τιβέριον καὶ τὸν Ἰωάννην. Ὃ δὲ ἄξιον μετὰ τούτων θαυμάσαι, ἐκεῖνο μάλιστα εἰπεῖν ἔστιν, ὅτι οὔτε οὗτος πρὸς τὸν ὑψηλότερον ἑαυτὸν λόγον ἀφιεὶς τῆς οἰκονομίας ἠμέλησεν· οὔτε ἐκεῖνοι τὴν περὶ ταύτης ἐσπουδακότες διήγησιν, τὴν προαιώνιον ἐσίγησαν ὕπαρξιν· καὶ μάλα εἰκότως. Ἓν γὰρ ἦν τὸ Πνεῦμα τὸ κινοῦν τὰς ἁπάντων ψυχάς· διὸ καὶ πολλὴν περὶ τὴν ἀπαγγελίαν ἐπεδείξαντο τὴν ὁμόνοιαν. Σὺ δὲ, ἀγαπητὲ, Λόγον ἀκούσας, μηδέποτε ἀνάσχῃ τῶν λεγόντων ἔργον αὐτὸν εἶναι, ἀλλὰ μηδὲ τῶν ἁπλῶς λόγον αὐτὸν εἶναι νομιζόντων. Πολλοὶ μὲν γὰρ οἱ τοῦ Θεοῦ λόγοι, οὓς καὶ ἄγγελοι ποιοῦσιν, ἀλλ' οὐδεὶς ἐκείνων τῶν λόγων Θεὸς, ἀλλ' ἐκεῖνοι μὲν ἅπαντες προφητεῖαι καὶ προστάγματα (οὕτω γὰρ ἔθος τῇ Γραφῇ καλεῖν τοὺς νόμους τοῦ Θεοῦ, καὶ τὰ ἐπιτάγματα, καὶ τὰς προφητείας· διὸ καὶ ἐπάγει λέγων περὶ τῶν ἀγγέλων, Δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ)· οὗτος δὲ ὁ Λόγος οὐσία τίς ἐστιν ἐνυπόστατος, ἐξ αὐτοῦ προελθοῦσα ἀπαθῶς τοῦ Πατρός. Τοῦτο γὰρ, ὡς ἔφθην εἰπὼν, διὰ τῆς τοῦ Λόγου προσηγορίας ἐδήλωσεν. Ὥσπερ οὖν τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, τὸ ἀΐδιον δηλοῖ· οὕτω τὸ, Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, τὸ συναΐδιον ἡμῖν ἐνέφηνεν. Ἵνα γὰρ μὴ, ἀκούσας ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λόγος, ἀΐδιον μὲν νομίσῃς, πρεσβυτέραν δὲ διαστήματί τινι τοῦ Πατρὸς τὴν ζωὴν ὑποπτεύσῃς καὶ αἰῶνι πλείονι, καὶ τῷ Μονογενεῖ δῷς ἀρχὴν, ἐπήγαγε τὸ, ὅτι Ἐν ἀρχῇ πρὸς τὸν Θεὸν ἦν, οὕτως ἀΐδιος, ὡς αὐτὸς ὁ Πατήρ· οὐ γὰρ ἦν ἔρημος οὐδέποτε τοῦ Λόγου, ἀλλ' ἀεὶ Θεὸς πρὸς Θεὸν ἦν, ἐν ὑποστάσει μέντοι ἰδίᾳ. Πῶς οὖν, φησὶν, εἶπεν, ὅτι· Ἐν τῷ κόσμῳ ἦν, εἴ γε πρὸς τὸν Θεὸν ἦν; Ὅτι καὶ πρὸς τὸν Θεὸν ἦν, καὶ ἐν τῷ κόσμῳ ἦν. Οὐδαμοῦ γὰρ περατοῦται, οὔτε ὁ Πατὴρ, οὔτε ὁ Υἱός. Εἰ γὰρ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας, Καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός· οὐδὲ τῆς οὐσίας εὔδηλον ὅτι ἀρχή τις χρονική. Ἤκουσας, ὅτι Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν; Τί νοεῖς ἀπὸ τῆς ἀρχῆς ταύτης; Εὔδηλον ὅτι τὸ πρὸ πάντων γενέσθαι αὐτὰ τῶν ὁρατῶν. Οὕτω καὶ περὶ τοῦ Μονογενοῦς ἀκούων, ὅτι Ἐν ἀρχῇ ἦν, πρὸ πάντων αὐτὸν νόει τῶν νοητῶν καὶ πρὸ τῶν αἰώνων. Εἰ δὲ λέγοι τις· Καὶ πῶς ἐστιν, Υἱὸν ὄντα μὴ νεώτερον εἶναι τοῦ Πατρός; τὸ γὰρ ἔκ τινος ὂν, ἀνάγκη πᾶσα ὕστερον εἶναι τοῦ ἐξ οὗ ἐστιν, ἐροῦμεν, ὅτι μάλιστα μὲν ταῦτα λογισμῶν 59. 48 ἀνθρωπίνων ἐστί· καὶ ὁ τοῦτο ζητῶν, καὶ ἕτερα τούτων ἀτοπώτερα ζητήσει· καὶ οὐδὲ τῇ ἀκοῇ τὰ τοιαῦτα παραδέχεσθαι ἔδει. Περὶ Θεοῦ γὰρ νῦν ἡμῖν ὁ λόγος ἐστὶν, οὐ περὶ τῆς τῶν ἀνθρώπων φύσεως, ὑποκειμένης τῇ τῶν λογισμῶν τούτων ἀκολουθίᾳ τε καὶ ἀνάγκῃ. Πλὴν ἀλλ' ὑπὲρ πληροφορίας τῶν ἀσθενεστέρων, καὶ πρὸς ταῦτα ἐροῦμεν.
4.2.1
Εἰπὲ γάρ μοι, Τὸ ἀπαύγασμα τοῦ ἡλίου ἐξ αὐτῆς ἐκπηδᾷ τῆς τοῦ ἡλίου φύσεως, ἢ ἄλλοθέν ποθεν; Ἀνάγκη πᾶσα ὁμολογῆσαι τὸν μὴ καὶ τὰς αἰσθήσεις πεπηρωμένον, ὅτι ἐξ αὐτῆς. Ἀλλ' ὅμως καὶ ἐξ αὐτοῦ ὂν τοῦ ἡλίου τὸ ἀπαύγασμα, οὐκ ἄν ποτε ὕστερον εἶναι φαίημεν τῆς ἡλιακῆς φύσεως, ἐπειδὴ μηδὲ χωρὶς ἀπαυγάσματος ἥλιος ἐφάνη ποτέ. Εἰ δὲ ἐπὶ τῶν σωμάτων τούτων τῶν ὁρατῶν καὶ αἰσθητῶν, καὶ ἐκ τινὸς ὂν, καὶ οὐχ ὕστερον ἐξ οὗ ἐστιν ἐφάνη τι ὂν, τί ἀπιστεῖς ἐπὶ τῆς ἀοράτου καὶ ἀῤῥήτου φύσεως; Τὸ αὐτὸ δὴ τοῦτό ἐστιν οὕτως, ὡς ἐκείνῃ τῇ οὐσίᾳ πρέπον ἦν. Διὰ γάρ τοι τοῦτο καὶ ὁ Παῦλος αὐτὸν οὕτως ἐκάλεσε, καὶ τὸ ἐξ αὐτοῦ καὶ τὸ συναΐδιον παριστῶν. Τί δέ; εἰπέ μοι, οὐχ οἱ αἰῶνες δι' αὐτοῦ γεγόνασιν ἅπαντες καὶ διάστημα ἅπαν; Ἀνάγκη πᾶσα ὁμολογῆσαι τὸν μὴ παραπαίοντα. Οὐκοῦν οὐδὲν μέσον Υἱοῦ καὶ Πατρός. Εἰ δὲ οὐδὲν, οὐχ ὕστερος, ἀλλὰ συναΐδιος. Τὸ γὰρ πρὸ, καὶ τὸ μετὰ, χρόνων εἰσὶν ἔννοιαι δηλωτικαί. Χωρὶς γὰρ αἰῶνος ἢ χρόνου οὐκ ἂν δυνηθείη τις ταῦτα νοῆσαι τὰ ῥήματα. Χρόνων δὲ καὶ αἰώνων ἀνώτερος ὁ Θεός. Εἰ δὲ ὅλως τοῦ Υἱοῦ φῂς ἀρχὴν κατειληφέναι. ὅρα μὴ καὶ τὸν Πατέρα ὑπὸ ἀρχὴν ἀναγκασθῇς ἀγαγεῖν κατὰ τοῦτον τὸν λόγον καὶ τὸν λογισμὸν, πρεσβυτέραν μὲν, ἀρχὴν δὲ ὅμως. Εἰπὲ γάρ μοι, οὐχ ὅρον τινὰ καὶ ἀρχὴν προστιθεὶς τῷ Υἱῷ, καὶ οὕτω προϊὼν ἀπ' αὐτῆς ἐπὶ τὸ ἄνω, τὸν Πατέρα προεῖναι λέγεις; Εὔδηλον ὅτι. Εἰπὲ οὖν μοι, πόσον ὁ Πατὴρ προϋπάρχει; Ἄν τε γὰρ ὀλίγον, ἄν τε πολὺ διάστημα εἴπῃς, ὑπὸ τὴν ἀρχὴν τὸν Πατέρα ἤγαγες. Μετρήσας γὰρ εὔδηλον ὅτι τὸ μέσον, οὕτως ὀλίγον ἐρεῖς ἢ πολύ· μετρῆσαι δὲ οὐκ ἂν γένοιτο, μὴ ἑκατέρωθεν οὔσης ἀρχῆς. Ὥστε καὶ τῷ Πατρὶ δέδωκας ἀρχὴν, τό γε εἰς σὲ ἧκον· καὶ οὐκ ἔσται λοιπὸν οὐδὲ ὁ Πατὴρ ἄναρχος καθ' ὑμᾶς. Ὁρᾷς ὅτι τὸ παρὰ τοῦ Σωτῆρος λεχθὲν ἀληθές ἐστι, καὶ πανταχοῦ τὴν δύναμιν ἐνδείκνυται τὴν αὐτοῦ τὸ ῥῆμα; Ποῖον δὴ τοῦτο; Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐ τιμᾷ τὸν Πατέρα. Καὶ οἶδα μὲν πολλοῖς ἀκατάληπτον ὂν τὸ λεχθέν· διὸ πολλαχοῦ καὶ τὰ ἀπὸ τῶν λογισμῶν ἀναβαλλόμεθα κινεῖν, ὅτι οὔτε παρακολουθεῖν αὐτοῖς ὁ λοιπὸς δύναιτ' ἂν δῆμος· οὔτε, εἰ παρακολουθήσειεν, ἔχει τι βέβαιον καὶ ἀσφαλές. Λογισμοὶ γὰρ ἀνθρώπων δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν. Ἡδέως δ' ἂν κἀκεῖνο ἐροίμην τοὺς ἀντιλέγοντας ἡμῖν, τί ποτέ ἐστι τὸ παρὰ τῷ προφήτῃ λεγόμενον, τὸ, Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ' ἐμὲ οὐκ ἔστιν; Εἰ γὰρ νεώτερος τοῦ Πατρὸς ὁ Υἱὸς, πῶς φησι, Μετ' ἐμὲ οὐκ ἔστιν; Ἆρα οὖν ἀναιρήσετε καὶ αὐτοῦ τοῦ Μονογενοῦς τὴν οὐσίαν; Ἀνάγκη γὰρ ἢ τοῦτο τολμᾷν, ἢ μίαν παραδέξασθαι τὴν θεότητα ἐν ἰδίᾳ ὑποστάσει Πατρὸς καὶ Υἱοῦ. Ποῦ δὲ ὅλως τὸ, Πάντα δι' αὐτοῦ ἐγένετο, ἀληθές; Εἰ γάρ ἐστιν αἰὼν αὐτοῦ πρεσβύτερος, πῶς ἂν τὸ πρὸ αὐτοῦ, δι' αὐτοῦ γεγενημένον εἴη; Ὁρᾶτε εἰς ὅσην τόλμαν αὐτοὺς ἅπαξ παρακινηθείσης τῆς ἀληθείας ὁ λόγος ἐξήγαγε; Διατί γὰρ οὐκ εἶπεν ὁ εὐαγγελιστὴς, ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, καθάπερ περὶ πάντων ὁ Παῦλος ἀποφαίνεται, λέγων οὕτως, Ὁ καλέσας τὰ μὴ ὄντα ὡς 59. 49 ὄντα, ἀλλ', Ἐν ἀρχῇ ἦν, φησί; τοῦτο γὰρ ἐναντίον ἐκείνῳ· καὶ μάλα εἰκότως. Θεὸς γὰρ οὔτε γίνεται, οὔτε ἔχει τι πρεσβύτερον· ἀλλὰ ταῦτα Ἑλλήνων ῥήματα. Εἰπὲ δή μοι κἀκεῖνο· τὸν κτίστην τῶν ἔργων οὐχὶ ἀσυγκρίτως ὑπερέχειν εἴποις ἄν; Ὅταν οὖν αὐτοῖς ὅμοιον ᾖ τὸ ἐξ οὐκ ὄντων, ποῦ ἡ ἀσύγκριτος ὑπεροχή; Τί δέ ἐστιν ὅλως τὸ, Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ, Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός; Εἰ γὰρ ὁ Υἱὸς μὴ εἴη τῆς αὐτῆς οὐσίας, ἕτερός ἐστι Θεός· καὶ εἰ μὴ συναΐδιος, ἔστι μετ' αὐτόν· καὶ εἰ μὴ ἐκ τῆς οὐσίας προῆλθεν, εὔδηλον ὅτι ἐγένετο. Εἰ δὲ λέγοιεν, πρὸς ἀντιδιαστολὴν τῶν εἰδώλων ταῦτα εἰρῆσθαι, πῶς οὐ συγχωροῦσι πρὸς ἀντιδιαστολὴν τῶν εἰδώλων λέγειν τὸν μόνον ἀληθινὸν Θεόν; Εἰ δὲ καὶ πρὸς ἀντιδιαστολὴν τῶν εἰδώλων εἴρηται τοῦτο, πῶς ἑρμηνεύσεις τὴν ῥῆσιν ἅπασαν; Μετ' ἐμὲ γὰρ, φησὶν, οὐκ ἔστιν ἄλλος Θεός. Οὐκ ἐκβάλλων τὸν Υἱὸν τοῦτό φησιν, ἀλλ' ὅτι Θεὸς εἰδωλικὸς μετ' ἐμὲ οὐκ ἔστιν· οὐχ ὅτι Υἱὸς οὐκ ἔστι. Ναὶ, φησί. Τί οὖν; καὶ τὸ, Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, οὕτως ἐκλήψῃ, ὅτι εἰδωλικὸς μὲν οὐκ ἐγένετο, ἐγένετο δ' οὖν ὅμως Υἱὸς ἔμπροσθεν αὐτοῦ; Καὶ ποῖος ἂν τοῦτο δαίμων εἴποι; Οὐδὲ γὰρ αὐτὸν οἶμαι τὸν διάβολον τοῦτο ἐρεῖν. Ἄλλως δὲ, εἰ οὐκ ἔστι συναΐδιος τῷ Πατρὶ, πῶς ἄπειρον αὐτοῦ τὴν ζωὴν ἐρεῖς; Εἰ γὰρ ἀρχὴν ἄνωθεν ἔχει, κἂν ἀτελεύτητος ᾖ, ἄπειρος ὅμως οὐκ ἔστι· τὸ γὰρ ἄπειρον ἑκατέρωθεν ἄπειρον εἶναι χρή. Ὅπερ οὖν καὶ ὁ Παῦλος δηλῶν ἔλεγε· Μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, τό τε ἄναρχον καὶ ἀτελεύτητον δεικνὺς ταύτῃ. Ὥσπερ γὰρ τοῦτο οὐκ ἔχει πέρας, οὕτως οὐδὲ ἐκεῖνο· οὔτε γὰρ ἐνταῦθα τέλος, οὔτε ἐκεῖ ἀρχή.
4.3.1
Πῶς δὲ καὶ ζωὴ ὢν, ἦν ποτε ὅτε οὐκ ἦν; Τὴν γὰρ ζωὴν ἀεί τε εἶναι, καὶ ἀνάρχως εἶναι καὶ ἀτελευτήτως πάντες ἂν ὁμολογήσαιεν, εἴπερ ὄντως εἴη ζωὴ, ὥσπερ οὖν καὶ ἔστιν. Εἰ δὲ ἔστιν ὅτε οὐκ ἔστι, πῶς ἂν εἴη ζωὴ τῶν ἄλλων, αὐτή ποτε οὐκ οὖσα; Πῶς οὖν, φησὶν, ἀρχὴν ἔθηκεν ὁ Ἰωάννης εἰπὼν, Ἐν ἀρχῇ ἦν; Τῷ, Ἐν ἀρχῇ, προσέσχες, καὶ τῷ, Ἦν, εἰπέ μοι· καὶ τὸ, Ὁ Λόγος ἦν, οὐκ ἐννοεῖς; Τί δὲ, ὅταν περὶ τοῦ Πατρὸς ὁ Προφήτης λέγῃ· Ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ· ἆρα ὅρους αὐτῷ τιθεὶς οὕτω φησίν; Οὐδαμῶς, ἀλλὰ τὸ ἀΐδιον δηλῶν. Οὕτω τοίνυν καὶ ἐνταῦθα νόει. Οὐ γὰρ ὅρους τιθεὶς, τοῦτο εἴρηκεν. Οὐδὲ γὰρ εἶπεν, ἀρχὴν ἔσχεν, ἀλλ', Ἐν ἀρχῇ ἦν, διὰ τοῦ, Ἦν, παραπέμπων σε ἐπὶ τὸ ἄναρχον ἐννοεῖν τὸν Υἱόν. Ἀλλ' ἰδοὺ, φησὶν, ὁ Πατὴρ μετὰ τῆς τοῦ ἄρθρου προσθήκης εἴρηται, ὁ δὲ Υἱὸς χωρὶς ταύτης. Τί οὖν, ὅταν ὁ Ἀπόστολος λέγῃ. Τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ πάλιν, Ὁ ὢν ἐπὶ πάντων Θεός; ἰδοὺ γὰρ ἐνταῦθα χωρὶς τοῦ ἄρθρου τοῦ Υἱοῦ ἐμνημόνευσε. Ποιεῖ δὲ τοῦτο καὶ ἐπὶ τοῦ Πατρός. Τοῖς γοῦν Φιλιππησίοις ἐπιστέλλων, οὕτω φησίν· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐκ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· καὶ Ῥωμαίοις δὲ πάλιν· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἄλλως τε καὶ περιττὸν ἦν ἐνταῦθα αὐτὸ προστεθῆναι, ἄνω συνεχῶς προστεθὲν τῷ λόγῳ. Ὥσπερ γὰρ περὶ τοῦ Πατρὸς λέγων φησὶ, Πνεῦμα ὁ Θεός· καὶ οὐκ ἐπειδὴ τῷ Πνεύματι τὸ ἄρθρον οὐ πρόσκειται, οὐκ 59. 50 ἀθετοῦμεν διὰ τοῦτο τὸ ἀσώματον τοῦ Θεοῦ· οὕτω καὶ ἐνταῦθα, κἂν μὴ πρόσκειται τῷ Υἱῷ τὸ ἄρθρον, οὐ διὰ τοῦτο ἥττων Θεὸς ὁ Υἱός. Τί δήποτε; Θεὸν γὰρ καὶ Θεὸν εἰπὼν, οὐκ ἐμφαίνει τι μέσον ἡμῖν τῆς θεότητος ταύτης, ἀλλὰ καὶ τοὐναντίον. Προειπὼν γὰρ, Καὶ Θεὸς ἦν ὁ Λόγος, ἵνα μὴ νομίσῃ τις ἐλάττονα εἶναι τὴν θεότητα τοῦ Υἱοῦ, εὐθέως αὐτοῦ καὶ τὰ γνωριστικὰ τῆς γνησίας τίθησι θεότητος, τό τε ἀΐδιον ἀναλαβών. Οὗτος γὰρ ἦν, φησὶν, ἐν ἀρχῇ πρὸς τὸν Θεόν· καὶ τὸ δημιουργικὸν προστιθείς· Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ὃ γέγονεν· ὃ μάλιστα καὶ ὁ Πατὴρ αὐτοῦ διὰ τῶν προφητῶν ἁπανταχοῦ τῆς οὐσίας τῆς αὐτοῦ γνωριστικὸν εἶναί φησι. Καὶ συνεχῶς τοῦτο τῆς ἀποδείξεως τὸ εἶδος περιστρέφουσιν οἱ προφῆται· καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ πρὸς τὴν τῶν εἰδώλων ἀγωνιζόμενοι δόξαν. Θεοὶ γὰρ, φησὶν, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν· καὶ πάλιν· Ἐγὼ τῇ χειρί μου ἐξέτεινα τὸν οὐρανόν· καὶ δεικνὺς θεότητος εἶναι δηλωτικὸν, πανταχοῦ αὐτὸ τίθησιν. Αὐτὸς δὲ ὁ εὐαγγελιστὴς οὐδὲ τούτοις ἠρκέσθη τοῖς ῥήμασιν, ἀλλὰ καὶ ζωὴν αὐτὸν ἐκάλεσε καὶ φῶς. Εἰ τοίνυν ἀεὶ μετὰ τοῦ Πατρὸς ἦν, εἰ πάντα αὐτὸς ἐδημιούργησε, εἰ πάντα αὐτὸς παρήγαγε καὶ συγκροτεῖ (τοῦτο γὰρ διὰ τῆς ζωῆς ᾐνίξατο), εἰ πάντα φωτίζει· τίς οὕτως ἀνόητος, ὡς εἰπεῖν, τὸν εὐαγγελιστὴν διὰ τούτων ἐσπουδακέναι ἐλάττωσιν θεότητος εἰσηγήσασθαι, δι' ὧν μάλιστα ἰσότητα καὶ ἀπαραλλαξίαν ἐνδείξασθαι δυνατόν ἐστι; Μὴ δὴ συγχέωμεν τὴν κτίσιν μετὰ τοῦ κτίσαντος, ἵνα μὴ καὶ ἡμεῖς ἀκούσωμεν, ὅτι Ἐσεβάσθησαν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Εἰ γὰρ καὶ περὶ οὐρανῶν λέγοιεν τοῦτο εἰρῆσθαι, ἀλλ' ὅμως ἐν τῷ περὶ τούτων λόγῳ παντελῶς ἀπεῖπε τὸ μὴ δεῖν κτίσει λατρεύειν, ὡς Ἑλληνικὸν ὄν.
4.4.1
Μὴ τοίνυν ταύτῃ ὑποβάλωμεν αὐτοὺς τῇ ἀρᾷ. Διὰ τοῦτο ἦλθεν ὁ τοῦ Θεοῦ Υἱὸς, ἵνα ταύτης ἡμᾶς ἀπαλλάξῃ τῆς λατρείας· διὰ τοῦτο δούλου μορφὴν ἔλαβεν, ἵνα τῆς δουλείας ἐλευθερώσῃ ταύτης· διὰ τοῦτο ἐνεπτύσθη, διὰ τοῦτο ἐῤῥαπίσθη, διὰ τοῦτο θάνατον ὑπέμεινε τὸν ἐπονείδιστον. Μὴ δὴ ταῦτα πάντα ἀνόνητα ποιῶμεν, μηδὲ πάλιν ἐπὶ τὴν προτέραν ἐπανερχώμεθα ἀσέβειαν, μᾶλλον δὲ ἐπὶ πολλῷ χαλεπωτέραν. Οὐ γάρ ἐστιν ἴσον τῇ κτίσει λατρεύειν, καὶ αὐτὸν τὸν Δημιουργὸν εἰς κτίσεως κατάγειν εὐτέλειαν, τό γε εἰς ἡμᾶς ἧκον. Αὐτὸς γὰρ μένει τοιοῦτος ὢν οἷός ἐστι. Σὺ γὰρ ὁ αὐτὸς εἶ, φησὶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Δοξάζωμεν οὖν αὐτὸν, ὥσπερ παρελάβομεν παρὰ τῶν πατέρων· δοξάζωμεν αὐτὸν, καὶ διὰ πίστεως καὶ δι' ἔργων. Οὐδὲν γὰρ ὄφελος ἡμῖν εἰς σωτηρίαν δογμάτων ὑγιῶν, διεφθαρμένης ἡμῖν τῆς ζωῆς. Διὸ ῥυθμίσωμεν αὐτὴν πρὸς τὸ τῷ Θεῷ δοκοῦν, αἰσχρότητος ἁπάσης, ἀδικίας, πλεονεξίας πόῤῥω καθιστῶντες ἑαυτοὺς, ὡς ξένοι καὶ παρεπίδημοι, καὶ τῶν ἐνταῦθα ἀλλότριοι. Κἂν χρήματά τις ἔχῃ πολλὰ καὶ κτήματα, οὕτως αὐτοῖς κεχρήσθω, ὡς πάροικος καὶ μικρὸν ὕστερον αὐτῶν ἀποστησόμενος καὶ ἑκὼν καὶ ἄκων. Κἂν ἠδικημένος τις ᾖ παρά τινος, μὴ ἀθάνατα ὀργιζέσθω, μᾶλλον δὲ μηδὲ πρόσκαιρα. Μιᾶς γὰρ ἡμῖν πλέον οὐκ ἔδωκεν ὁ Ἀπόστολος ἡμέρας τῇ ὀργῇ καταχρήσασθαι· Ὁ ἥλιος γὰρ, φησὶ, μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Καὶ εἰκότως· ἀγαπητὸν γὰρ καὶ ἐν οὕτω βραχεῖ καιρῷ μηδὲν γενέσθαι ἀηδές. Εἰ δὲ καὶ ἡ νὺξ καταλάβοι, δεινότερα γίνεται τὰ γεγενημένα, μυρίου πυ 59. 51 ρὸς ἀπὸ τῆς μνήμης ἡμῖν συλλεγομένου, καὶ κατὰ σχολὴν πικρότερον ἡμῶν ἐξεταζόντων αὐτά. Πρὶν οὖν τῆς ὀλεθρίας ταύτης ἐπιλαβέσθαι σχολῆς, καὶ σφοδροτέραν ἀνάψαι τὴν πυρὰν, κελεύει προκαταλαμβάνειν καὶ σβεννύναι τὸ δεινόν. Ὀξὺ γὰρ τὸ πάθος ἐστὶ τῆς ὀργῆς, καὶ φλογὸς ἁπάσης ὀξύτερον. Διὸ πολλοῦ δεῖ τοῦ τάχους ἡμῖν εἰς τὸ προκαταλαβεῖν τὴν φλόγα, καὶ μὴ συγχωρῆσαι πρὸς ὕψος ἀρθῆναι. Καὶ γὰρ πολλῶν οὕτως αἴτιον γίνεται κακῶν τὸ νόσημα τοῦτο. Οἰκίας γοῦν ὁλοκλήρους ἀνέτρεψε, καὶ συνηθείας ἀρχαίας διέλυσε, καὶ τραγῳδίας ἀπαραμυθήτους εἰργάσατο ἐν βραχεῖ καὶ ἀκαριαίῳ χρόνῳ. Ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ, πτῶσις αὐτῷ, φησί. Μὴ τοίνυν ἀχαλίνωτον ἐῶμεν τὸ θηρίον, ἀλλὰ κημὸν αὐτῷ πάντοθεν σφοδρὸν, τοῦ δικαστηρίου τοῦ μέλλοντος τὸν φόβον, ἐμβάλλωμεν. Ὅταν σε λυπήσῃ φίλος ἢ καὶ παροξύνῃ τις τῶν οἰκείων, ἐννόησον τὰ ἡμαρτημένα σοι εἰς Θεὸν, καὶ ὅτι τῇ πρὸς ἐκεῖνον ἐπιεικείᾳ πραότερον σαυτῷ καθιστᾷς τὸ δικαστήριον ἐκεῖνο· Ἄφετε γὰρ, φησὶ, καὶ ἀφεθήσεται ὑμῖν· καὶ ταχέως δραπετεύσει τὸ πάθος Πρὸς τούτοις κἀκεῖνο σκόπησον, εἴποτε εἰς ἀγριότητα ἐξενεχθεὶς ἐκράτησας σαυτοῦ, καὶ εἴποτε παρεσύρης ὑπὸ τοῦ πάθους, καὶ ἀμφοτέρους παράβαλε τοὺς καιροὺς, καὶ ἐντεῦθεν πολλὴν λήψῃ διόρθωσιν. Εἰπὲ γάρ μοι· πότε σαυτὸν ἐπῄνεσας, ἡνίκα ἡττήθης, ἢ ὅτε ἐκράτησας; Οὐχὶ τότε σφοδρῶς μὲν ἐγκαλοῦμεν ἑαυτοῖς καὶ αἰσχυνόμεθα, καὶ μηδενὸς ἐλέγχοντος ἡμᾶς, καὶ πολὺ τὸ τῆς μετανοίας ἡμῖν ἐπεισέρχεται καὶ ῥημάτων ἕνεκεν καὶ πραγμάτων; ὅταν δὲ περιγενώμεθα, καὶ τρυφῶμεν καὶ γαυρούμεθα, ὡς νενικηκότες; Νίκη γὰρ ἐπὶ τῆς ὀργῆς, οὐ τὸ τοῖς ἴσοις ἀμύνασθαι (ἐσχάτη γὰρ αὕτη ἧττά ἐστιν), ἀλλὰ τὸ πράως ἐνεγκεῖν παθόντα κακῶς καὶ ἀκούσαντα. Τοῦτο γάρ ἐστι τὸ πλέον σχεῖν, οὐ τὸ ποιῆσαι, ἀλλὰ τὸ παθεῖν κακῶς. Μὴ τοίνυν λέγε ὀργιζόμενος, Πάντως ἀνταναιρῶ κἀγὼ, πάντως ἐπεξελεύσομαι· μηδὲ πρὸς τοὺς παραινοῦντας νικᾷν ἀντίτεινε λέγων, Οὐκ ἀνέξομαι, ἵνα μου καταγελάσας ὁ δεῖνα ἀπέλθῃ. Οὐ γὰρ δή ποτέ σου καταγελάσεται, ἀλλ' ὅταν ἐπεξέλθῃς· εἰ δὲ καὶ τότε καταγελάσεται, ὡς ἀνόητος τοῦτο πείσεται. Σὺ δὲ μὴ ζήτει νικῶν τὴν παρὰ τῶν ἀνοήτων δόξαν, ἀλλ' ἀποχρῶσαν νόμιζε αὐτὴν ἔχειν παρὰ τῶν νοῦν ἐχόντων. Ἀλλὰ γὰρ τί σοι μικρὸν καὶ ταπεινὸν καθίζω θέατρον, ἐξ ἀνθρώπων αὐτὸ συντιθείς; Πρὸς τὸν Θεὸν εὐθέως ἀνάβλεψον, κἀκεῖνός σε ἐπαινέσεται. Τὸν δὲ παρ' ἐκείνου θαυμαζόμενον οὐ δεῖ παρὰ τῶν ἀνθρώπων τιμὴν ἐπιζητεῖν. Ἡ μὲν γὰρ καὶ πρὸς χάριν πολλάκις, καὶ πρὸς ἀπέχθειαν ἑτέρων γίνεται, καὶ κέρδος ἤνεγκεν οὐδέν· ἡ δὲ παρὰ τοῦ Θεοῦ ψῆφος ταύτης ἀπήλλακται τῆς ἀνωμαλίας, καὶ πολλὴν φέρει τῷ θαυμαζομένῳ τὴν ὠφέλειαν. Τοῦτον οὖν τὸν ἔπαινον διώκωμεν.
4.5.1
Βούλει μαθεῖν πόσον τὸ ὀργίζεσθαι κακόν; Παράστηθι μαχομένοις ἐν ἀγορᾷ ἑτέροις. Ἐν γὰρ σαυτῷ τὴν ἀσχημοσύνην οὐ δυνήσῃ ῥᾳδίως ἰδεῖν, ἐσκοτωμένῳ καὶ μεθύοντι τῷ λογισμῷ· ἀλλ' ὅταν καθαρεύσῃς τοῦ πάθους, τότε ἐν ἄλλοις θεώρει τὰ σὰ, τῆς κρίσεώς σοι μὴ διεφθαρμένης. Θέα δέ μοι τοὺς περιῤῥέοντας ὄχλους, τοὺς θυμουμένους, καθάπερ μαινομένους εἰς τὸ μέσον ἀσχημονοῦντας. 59. 52 Ὅταν γὰρ περὶ τὸ στῆθος ὁ θυμὸς ζέσας διανιστῆται καὶ ἀγριαίνῃ, πῦρ πνέει τὸ στόμα, πῦρ ἀφιᾶσιν οἱ ὀφθαλμοὶ, οἰδεῖ πάντοθεν ἡ ὄψις, ἀτάκτως αἱ χεῖρες ἐκτείνονται, καταγελάστως πηδῶσιν οἱ πόδες καὶ ἐνάλλονται τοῖς κατέχουσι, καὶ μαινομένων οὐδὲν διεστήκασι πρὸς ταῦτα πάντα ἀναισθητοῦντες, ἀλλ' οὐδὲ τῶν ἀγρίων ὄνων, λακτίζοντες, δάκνοντες. Ὄντως ἀνὴρ θυμώδης οὐκ εὐσχήμων. Εἶτα, μετὰ τὸν πολὺν γέλωτα τοῦτον, ἀναχωρήσαντες οἴκαδε, καὶ πρὸς ἑαυτοὺς ἐπανελθόντες, μείζονα ἔχουσι τὴν ὀδύνην καὶ πολὺ τὸ δέος, ἐννοοῦντες ἄρα τίνες οἱ παρόντες ἦσαν ἡνίκα ὠργίζοντο. Καθάπερ γὰρ οἱ παραπαίοντες τοὺς παρόντας ἀγνοοῦντες, ὅταν σωφρονήσωσι, τότε ταῦτα λογίζονται, Ἆρα μὴ φίλοι, ἆρα μὴ πολέμιοι καὶ ἐχθροὶ οἱ θεασάμενοι; καὶ γὰρ ὁμοίως ὑπὲρ ἀμφοτέρων δεδοίκασι· τῶν μὲν, ὡς καταγνωσομένων καὶ μείζονα ποιησόντων τὴν αἰσχύνην· τῶν δὲ, ὡς ἐφησθησομένων. Ἂν δὲ καὶ πληγὰς τείναντες τύχωσιν ἀλλήλοις, χαλεπώτερον τὸ δέος, οἷον μή τι τῶν χαλεπωτάτων συμβαίη περὶ τὸν παθόντα, ἢ πυρετὸς ἀκολουθήσας ἐπενέγκοι θάνατον, ἢ οἴδημα ἀναστὰν δυσίατον εἰς τὸν περὶ τῶν ἐσχάτων καταστήσῃ κίνδυνον. Καὶ, τί γάρ μοι μάχης ἔδει; τί δὲ ὕβρεων καὶ φιλονεικίας; ἀπόλοιτο τὰ καὶ τά. Καὶ πᾶσι καταρῶνται τοῖς πράγμασι λοιπὸν τοῖς ἐπικήροις τούτοις, καὶ παρασχοῦσιν αὐτοῖς τὴν ἀρχήν. Οἱ δὲ ἀλογώτεροι καὶ δαίμονας πονηροὺς καὶ ὥραν αἰτιῶνται κακὴν τῶν γεγενημένων. Ἀλλ' οὐκ ἔστιν ὥρας κακῆς· οὐδὲ γάρ ἐστιν ὥρα κακή ποτε· οὐδὲ δαίμονος ταῦτα πονηροῦ, ἀλλὰ τῆς πονηρίας τῶν ἑαλωκότων. Οὗτοι γὰρ καὶ τοὺς δαίμονας ἐπισπῶνται, καὶ πάντα ἑαυτοῖς ἐπάγουσι τὰ δεινά. Ἀλλ' οἰδαίνει, φησὶν, ἡ καρδία, καὶ ταῖς ὕβρεσι δάκνεται; Οἶδα κἀγώ· διὰ γὰρ τοῦτο τοὺς κρατοῦντας τοῦ δεινοῦ τούτου θηρίου θαυμάζω. Ἂν γὰρ θέλωμεν, δυνατὸν διακρούσασθαι τὸ πάθος. Διατί γὰρ, ἀρχόντων ἡμᾶς ὑβριζόντων, τοῦτο μὴ πάσχομεν; ἆρ' οὐχ ὅτι φόβος ἀντίῤῥοπος ἕστηκε τοῦ πάθους, ἡμᾶς ἐκδειματῶν, καὶ οὐδὲ φῦναι τὴν ἀρχὴν συγχωρῶν; Διὰ τί δὲ καὶ οἱ οἰκέται παρ' ἡμῶν ὑβριζόμενοι μυρία, σιγῇ πάντα φέρουσιν; ἆρ' οὐχ ὅτι καὶ αὐτοὶ τὸν αὐτὸν αὐτοῖς ἐπικείμενον ἔχουσι δεσμόν; Σὺ δὲ μὴ μόνον ἐννοήσῃς τὸν παρὰ τοῦ Θεοῦ φόβον, ἀλλ' ὅτι σε καὶ αὐτὸς ὁ Θεὸς ὑβρίζει τότε, ὁ κελεύων σιγᾷν, καὶ πάντα οἴσεις πράως. Καὶ εἰπὲ πρὸς τὸν ἐπιόντα· Τί σοι πάθω; ἄλλος μου κατέχει καὶ τὴν δεξιὰν καὶ τὴν γλῶτταν· καὶ γενήσεται καὶ σοὶ κἀκείνῳ φιλοσοφίας ὑπόθεσις τὸ ῥῆμα. Νῦν δὲ ἀνθρώπων μὲν ἕνεκεν καὶ τὰ ἀφόρητα φέρομεν, καὶ πρὸς τοὺς ὑβρικότας λέγομεν πολλάκις· Ὁ δεῖνά με ὕβρισεν, οὐ σύ· ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲ ταύτην ἕξομεν τὴν εὐλάβειαν; Καὶ ποία ἡμῖν ἔσται συγγνώμη; Εἴπωμεν καὶ πρὸς τὴν ἡμετέραν ψυχήν· Ὁ Θεὸς ἡμᾶς ὑβρίζει νῦν, ὁ κατέχων ἡμῶν τὰς χεῖρας· μὴ σκιρτῶμεν, μηδὲ ἔστω ὁ Θεὸς ἀνθρώπων ἀτιμότερος ἡμῖν. Ἐφρίξατε πρὸς τὸ ῥῆμα; Ἀλλ' οὐχὶ πρὸς τὰ ῥήματα βούλομαι μόνον, ἀλλὰ καὶ πρὸς τὴν πρᾶξιν φρίττειν ὑμᾶς. Ἐκέλευσε γὰρ ὁ Θεὸς ῥαπιζομένους μὴ μόνον φέρειν, ἀλλὰ καὶ παρέχειν ἑαυτοὺς πρὸς τὸ χεῖρόν τι παθεῖν. Ἡμεῖς δὲ μετὰ τοσαύτης σφοδρότητος ἐναντιούμεθα, ὡς μὴ μόνον μὴ παρέχειν ἑαυτοὺς εἰς τὸ κακῶς παθεῖν, ἀλλὰ καὶ ἀμύνασθαι, πολλάκις δὲ καὶ ἄρχειν χειρῶν ἀδίκων, καὶ ἐλαττοῦσθαι νομίζειν, ἂν μὴ πράξωμεν τὰ αὐτά. Καὶ γὰρ τὸ δεινὸν τοῦτο 59. 53 ἐστιν, ὅτι καὶ νικᾷν οἰόμεθα, τὴν ἐσχάτην ἧτταν ἡττώμενοι καὶ κείμενοι κάτω, καὶ μυρίας δεχόμενοι πληγὰς παρὰ τοῦ διαβόλου, κρατεῖν αὐτοῦ νομίζομεν. Διὸ, παρακαλῶ, μάθωμεν τίς τῆς νίκης ταύτης ὁ τρόπος, καὶ τοῦτο μετίωμεν τοῦ τρόπου τὸ εἶδος. Τὸ γὰρ παθεῖν κακῶς, τοῦτό ἐστι τὸ στεφανοῦσθαι. Εἰ τοίνυν βουλόμεθα καὶ ἡμεῖς ἀναῤῥηθῆναι παρὰ τοῦ Θεοῦ, μὴ τὸν τῶν ἔξωθεν ἀγώνων, ἀλλὰ τὸν παρὰ τοῦ Θεοῦ νόμον φυλάττωμεν ἐν τοῖς παλαί 59. 54 σμασι τούτοις, καὶ τὸ πάντα φέρειν μετὰ μακροθυμίας. Οὕτω γὰρ καὶ τῶν παλαιόντων περιγινώμεθα, καὶ τῶν ἐνταῦθα, καὶ τῶν ἐπηγγελμένων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note