In Joannem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
50.0.1
Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· «Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; Καὶ ἴδε παῤῥησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. Μή τι ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός; Ἀλλὰ τοῦτον οἴδα μεν πόθεν ἐστίν.»
50.1.1
Οὐδὲν ἁπλῶς ἐν ταῖς θείαις Γραφαῖς κεῖται· Πνεύματι γὰρ εἰρημέναι εἰσὶν ἁγίῳ. Διὸ πάντα μετὰ ἀκριβείας ἐξετάζωμεν. Καὶ γὰρ ἀπὸ μιᾶς λέξεως ἔνεστιν ὁλόκληρον εὑρεῖν νοῦν, οἷον δὴ καὶ νῦν ἡμῖν ἐστι προκείμενον. Πολλοὶ γὰρ ἐκ τῶν Ἱεροσολυμιτῶν ἔλεγον· Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; Καὶ ἴδε παῤῥησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. Τί δήποτε πρόσκειται, Τῶν Ἱεροσολυμιτῶν; Δείκνυσιν ὁ εὐαγγελιστὴς, ὅτι οἱ μάλιστα τῶν μεγάλων ἀπολελαυκότες σημείων, οὗτοι πάντων ἦσανἐλεεινότεροι, οἳ τῆς θεότητος αὐτοῦ σημεῖον ἑωρακότες μέγιστον, τὸ πᾶν τῇ κρίσει τῶν ἀρχόντων ἐπέτρεπον τῶν διεφθαρμένων. Ἢ γὰρ οὐ μέγα σημεῖον, μαινομένους, καὶ φονῶντας, καὶ περιιόντας, καὶ ζητοῦντας ἀνελεῖν, καὶ κατέχοντας ἐν χερσὶν, ἡσυχάζειν ἐξαίφνης; τίς γὰρ ἂν τοῦτο ἐποίησε; τίς ὁλόκληρον μανίαν οὕτως ἔσβεσεν; Ἀλλ' ὅμως μετὰ τοσαῦτα σημεῖα, ὅρα τὴν ἄνοιαν καὶ τὴν μανίαν. Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; Ὅρα πῶς ἑαυτῶν κατηγοροῦσι. Ὃν ζητοῦσι, φησὶν, ἀποκτεῖναι, καὶ οὐδὲν αὐτῷ λέγουσι. Καὶ οὐχ ἁπλῶς οὐδὲν αὐτῷ λέγουσιν, ἀλλὰ καὶ παῤῥησιαζομένῳ· ὁ γὰρ παῤῥησίᾳ λαλῶν, καὶ μετ' ἐλευθερίας ἁπάσης, μᾶλλον ἂν αὐτοὺς παρώξυνεν· ἀλλ' οὐδὲν ἐποίουν. Μήποτε ἀληθῶς ἔγνωσαν, ὅτι οὗτός ἐστιν ὁ Χριστός; Ὑμῖν δὲ τί δοκεῖ; ποίαν περὶ αὐτοῦ φέρετεψῆφον; Τὴν ἐναντίαν, φησί. Διὰ τοῦτο ἔλεγον· Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν. Ὢ τῆς πονηρίας! ὢ τῆς ἐναντιολογίας! οὐδὲ ταῖς τῶν ἀρχόντων ἕπονται ψήφοις, ἀλλ' ἑτέραν ἐκφέρουσι διεφθαρμένην, καὶ τῆς οἰκείας ἀνοίας ἀξίαν. Οἴδαμεν αὐτὸν, φησὶ, πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστί. Καὶ μὴν οἱ ἄρχοντες ὑμῶν ἐρωτώμενοι ἔλεγον, ὅτι ἐν Βηθλεὲμ γεννᾶται. Καὶ πάλιν ἄλλοι τινὲς, Ἡμεῖς οἴδαμεν ὅτι Μωϋσῇ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. Ὅρα μεθυόντων ῥήματα. Καὶ πάλιν· Μὴ ἐκ τῆς Γαλιλαίας ἔρχεται ὁ Χριστός; οὐκ ἀπὸ Βηθλεὲμ τῆς κώμης; Εἶδες μαινομένων ψῆφον; Οἴδαμεν, καὶ οὐκ οἴδαμεν· ἀπὸ Βηθλεὲμ ἔρχεται ὁ Χριστός· Ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστί. Τί ταύτης τῆς μάχης σαφέστερον; Πρὸς γὰρ ἓν μόνον ἑώρων, τὸ μὴ πεισθῆναι. Τί οὖν πρὸς ταῦτα ὁ Χριστός; Καὶ ἐμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ' ἔστιν ἀληθὴς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε. Καὶ πάλιν· Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ᾔδειτε ἄν. Πῶς οὖν φησιν αὐτοὺς καὶ εἰδέναι αὐτὸν, καὶ πόθεν ἐστί· καὶ πάλιν, μήτε αὐτὸν εἰδέναι αὐτοὺς, μήτε τὸν Πατέρα; Οὐκ ἐναντιολογῶν· ἄπαγε, ἀλλὰ καὶ σφόδρα ἑαυτῷ ἀκολουθῶν. Ἑτέραν δὲ λέγει γνῶσιν, ὅταν λέγῃ, Οὐκ οἴδατε, ὥσπερ ὅταν λέγῃ· Υἱοὶ Ἠλεὶ, υἱοὶ λοιμοὶ, καὶ οὐκ εἰδότες τὸν Κύριον· καὶ πάλιν, Ἰσραὴλ δέ με οὐκ ἔγνω. Ὡς καὶ Παῦλός φησι, Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Ἔστιν ἄρα μὴ εἰδέναι εἰδότα. Τοῦτο οὖν φησιν· Εἰ ἐμὲ οἴδατε, οἴδατε ὅτι τοῦ Θεοῦ Υἱός εἰμι. Τὸ γὰρ, Πόθεν εἰμὶ, οὐ τὸν τόπον ἐνταῦθά φησι· καὶ δῆλον ἐκ τῆς ἐπαγωγῆς· Καὶ ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ' ἔστιν ἀληθὴς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε· ἄγνοιαν ἐνταῦθα λέγων, τὴν διὰ τῶν ἔργων· καθὼς Παῦλός φησι· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Οὐδὲ γὰρ ἀγνοίας ἦν τὸ ἁμάρτημα, ἀλλὰ κακίας καὶ πονηρᾶς γνώμης. Καὶ τοῦτο εἰδότες, ἀγνοεῖν βούλονται. Πλὴν ποία ἀκολουθία ταῦτα; πῶς γὰρ ἐλέγχων αὐτοὺς, τὰ αὐτῶν φθέγγεται; Εἰπόντων γὰρ ἐκείνων, Τοῦτον δὲ οἴδαμεν πόθεν ἐστὶν, ἐπήγαγε, Καὶ ἐμὲ οἴδατε. Τί γὰρ εἶπον ἐκεῖνοι, ὅτι Οὐκ οἴδαμεν; Καὶ αὐτοὶ μὲν οὖν τοῦτο ἔλεγον, ὅτι Οἴδαμεν. Ἀλλ' ἐκεῖνοι μὲν τὸ, Οἴδαμεν πόθεν ἐστὶ, λέγοντες, οὐδὲν ἄλλο ἐνέφαινον, ἀλλ' ἢ ὅτι ἐκ τῆς γῆς ἐστι, καὶ ὅτι τοῦ τέκτονός ἐστιν υἱός· αὐτὸς δὲ αὐτοὺς ἀνῆγεν εἰς τὸν οὐρανὸν, λέγων· Οἴδατε πόθεν εἰμί· τουτέστιν, οὐκ ἐντεῦθεν ὅθεν ὑποπτεύετε, ἀλλ' ὅθεν ὁ πέμψας με. Τὸ γὰρ εἰπεῖν, ὅτι Ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, τοῦτο αἰνίττεται, ὅτι ᾔδεσαν ὅτι παρὰ τοῦ Πατρὸς ἀπέσταλτο, εἰ καὶ μὴ ἐξεκάλυπτον. Διπλῇ γοῦν αὐτοὺς ἐλέγχει. Καὶ πρῶτον μὲν ἃ κατ' ἰδίαν ἐλάλουν, ταῦτα εἰς μέσον ἤγαγε κράζων, ὥστε αὐτοὺς ἐντρέψαι· ἔπειτα καὶ τὰ κατὰ διάνοιαν ἐξεκάλυπτεν· ὡσανεὶ ἔλεγεν· Οὐκ εἰμὶ τῶν ἀπεῤῥιμμένων, οὐδὲ τῶν ἁπλῶς ἐλθόντων. Ἀλλ' ἔστιν ἀληθὴς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε. Τί ἐστιν, Ἀληθὴς ὁ πέμψας με; Εἰ ἀληθής ἐστιν, ἐπ' ἀληθείᾳ ἔπεμψεν· εἰ ἀληθής ἐστι, καὶ τὸν ἀπεσταλμένον εἰκὸς ἀληθῆ εἶναι.
50.2.1
Καὶ ἑτέρως δὲ τοῦτο κατασκευάζει, ἀπὸ τῶν οἰκείων αὐτοὺς χειρούμενος λόγων. Ἐπειδὴ γὰρ ἔλεγον, Ὁ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθενἐστὶ, δείκνυσι καὶ ἐντεῦθεν ἑαυτὸν εἶναι τὸν Χριστόν. Καὶ γὰρ ἐκεῖνοι τὸ, Οὐδεὶς γινώσκει, πρὸς ἀντιδιαστολὴν τοπικοῦ τινος ἔλεγον διορισμοῦ· καὶ ἐντεῦθεν δείκνυσιν ἑαυτὸν ὄντα τὸν Χριστὸν, ὅτι παρὰ τοῦ Πατρὸς ἦλθε· καὶ πανταχοῦ τὴν γνῶσιν ἑαυτῷ μαρτυρεῖ μόνῳ τοῦ Πατρὸς, λέγων· Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Πατρός. Καὶ παρώξυνεν αὐτοὺς τὰ λεγόμενα. Τὸ γὰρ εἰπεῖν, ὅτι Οὐκ οἴδατε αὐτὸν, καὶ τὸ ἐλέγξαι ὅτι εἰδότες προσποιοῦνται ἀγνοεῖν, ἱκανὸν δακεῖν καὶ καθάψασθαι. Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. Ὁρᾷς αὐτοὺς ἀοράτως κατεχομένους, καὶ τὸν θυμὸν αὐτῶν χαλινούμενον; Διὰ τί δὲ μὴ εἶπεν, ὅτι κατεῖχεν αὐτοὺς ἀοράτως, ἀλλ' Ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ; Ἀνθρωπινώτερον ἠβουλήθη φθέγξασθαι καὶ ταπεινότερον ὁ εὐαγγελιστὴς, ὥστε αὐτὸν καὶ ἄνθρωπον ὑποπτευθῆναι. Ἐπειδὴ γὰρ πανταχοῦ ὑψηλὰ λέγει, τούτου ἕνεκεν ταῦτα παρασπείρει. Ὅταν δὲ λέγῃ, ὅτι Παρ' αὐτοῦ εἰμι· οὐχ ὡς προφήτης μανθάνων λέγει, ἀλλ' ὡς ὁρῶν αὐτὸν, καὶ μετ' αὐτοῦ ὤν. Οἶδα γὰρ αὐτὸν, φησὶν, ὅτι ἐγὼ παρ' αὐτοῦ εἰμι. Ὁρᾷς πῶς ἄνω καὶ κάτω κατασκευάζει τὸ, Ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, καὶ, Ὁ πέμψας με ἀληθής ἐστι, πρὸς ἐκεῖνο μαχόμενος, τὸ μὴ νομισθῆναι ἀλλότριον τοῦ Θεοῦ; Καὶ σκόπει πόσον τῆς ταπεινότητος τῶν ῥημάτων τὸ κέρδος. Μετὰ γὰρ ταῦτα πολλοὶ, φησὶν, ἔλεγον· Ὁ Χριστὸς ὅταν ἔλθῃ, μὴ πλείονα σημεῖα ποιήσει ὧν οὗτος ἐποίησε; Πόσα σημεῖα; Καὶ μὴν τρία ἦν σημεῖα, τὸ τοῦ οἴνου, καὶ τὸ τοῦ παραλυτικοῦ, καὶ τὸ τοῦ υἱοῦ τοῦ βασιλικοῦ· καὶ οὐδὲν διηγήσατο πλέον ὁ εὐαγγελιστής. Ὅθεν δῆλον, ὃ πολλάκις εἶπον, ὅτι τὰ πολλὰ παρατρέχουσι, καὶ ὑπὲρ τούτων ἡμῖν διαλέγονται, ὑπὲρ ὧν οἱ ἄρχοντες ἐκακούργουν. Ἐζήτουν οὖν αὐτὸν πιάσαι καὶ ἀνελεῖν. Τίνες; Οὐ τὸ πλῆθος τὸ τῆς ἀρχῆς οὐκ ἐφιέμενον, οὐδὲ βασκανίᾳ ἁλῶναι δυνάμενον· ἀλλ' οἱ ἱερεῖς. Οἱ γὰρ τοῦ πλήθους ἔλεγον· Ὁ Χριστὸς ὅταν ἔλθῃ, μὴ πλείονα σημεῖα ποιήσει; Πλὴν ἀλλ' οὐδὲ αὕτη ἦν ὑγιὴς ἡ πίστις, ἀλλ' ὡς πλήθους χυδαίου. Τὸ γὰρ λέγειν, Ὅταν ἔλθῃ, οὐ σφόδρα πεπεισμένων ἦν τοῦτον εἶναι τὸν Χριστόν. Ἢ τοῦτο οὖν ἔστιν εἰπεῖν, ἢ ὅτι κατὰ συνδρομὴν εἴρηται παρὰ τῶν ὄχλων· ὡς γὰρ τῶν ἀρχόντων ἄνω καὶ κάτω σπουδαζόντων δεῖξαι οὐκ ὄντα αὐτὸν τὸν Χριστὸν, θῶμεν μηδὲ εἶναι αὐτὸν τὸν Χριστόν· μὴ τούτου βελτίων ἔσται ἐκεῖνος; Ὅπερ ἀεὶ λέγω, ὅτι οἱ παχύτεροι, οὐκ ἀπὸ διδασκαλίας, οὐδὲ ἀπὸ δημηγορίας, ἀλλ' ἀπὸ σημείων ἐνάγονται. Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος, καὶ ἔπεμψαν ὑπηρέτας, ἵνα πιάσωσιν αὐτόν. Ὁρᾷς ὅτι τοῦ σαββάτου ἡ λύσις πρόσχημα ἦν; Ὃ δὲ μάλιστα αὐτοὺς ἔδακνε, τοῦτο ἦν. Ἐνταῦθα γὰρ οὐδὲν ἔχοντες ἐγκαλεῖν, οὔτε τοῖς εἰρημένοις, οὔτε τοῖς πεπραγμένοις, διὰ τὸν ὄχλον ἐβούλοντο πιάσαι αὐτόν. Καὶ αὐτοὶ μὲν οὐκ ἐτόλμων, τὸν κίνδυνον ὑφορώμενοι, τοὺς δὲ διακόνους ἀπέστελλον ἐκδότους. Ὢ τῆς τυραννίδος καὶ τῆς μανίας! μᾶλλον δὲ ὢ τῆς ἀνοίας! Αὐτοὶ πολλάκις ἐπιχειρήσαντες, καὶ οὐκ ἰσχύσαντες, τοῖς ὑπηρέταις τὸ πρᾶγμα ἐπέτρεψαν, ἁπλῶς τὸν θυμὸν αὐτῶν διαναπαύοντες· καίτοι πολλὰ διελέχθη καὶ ἐν τῇ κολυμβήθρᾳ, καὶ οὐδὲν τοιοῦτον ἐποίησαν, ἀλλ' ἐζήτησαν μὲν, οὐκ ἐπεχείρησαν δέ. Ἐνταῦθα δὲ οὐκ ἔτι φέρουσι, τοῦ ὄχλου μέλλοντος αὐτῷ προστρέχειν. Τί οὖν ὁ Χριστός; Ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι. Δυνάμενος καὶ ἐπικάμψαι καὶ φοβῆσαι τοὺςἀκούοντας, ῥήματα φθέγγεται ταπεινοφροσύνης γέμοντα, ὡσανεὶ ἔλεγεν· Τί σπουδάζετέ με ἀνελεῖν καὶ διῶξαι; Μικρὸν ἀναμείνατε χρόνον, καὶ οὐδὲ σπουδαζόντων με κατέχειν ἀνέξομαι. Εἶτα ἵνα μή τις θάνατον κοινὸν νομίσῃ, τὸ Ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι (καὶ γὰρ τοῦτο ἐνόμισαν)· ἵν' οὖν τοῦτο μή τις νομίσῃ, καὶ ὅτι οὐδὲν ἐνήργει μετὰ τελευτὴν, ἐπήγαγε· Καὶ ὅπου εἰμὶ ἐγὼ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. Εἰ δὲ ἔμελλεν ἐναπομένειν τῷ θανάτῳ, ἠδύναντο ἀπελθεῖν· ἐκεῖ γὰρ πάντες ἄπιμεν. Τὸ μὲν οὖν ἀφελέστερον πλῆθος, ἐπέκαμπτε τὰ λεγόμενα· τὸ δὲ θρασύτερον, ἐφόβει· τὸ δὲ φιλομαθέστερον, σπεύδειν ἐποίει πρὸς τὴν ἀκρόασιν, ὡς ὀλίγου λοιπὸν ὑπολειπομένου χρόνου, καὶ οὐκ ἐνὸν ἀεὶ ταύτης ἀπολαῦσαι τῆς διδασκαλίας. Καὶ οὐκ εἶπεν ἁπλῶς, Ἐνταῦθά εἰμι, ἀλλὰ, Μεθ' ὑμῶν εἰμι· τουτέστι, Κἂν διώκητε, κἂν ἐλαύνητε, μικρὸν χρόνον οὐ παύσομαι τὰ ὑπὲρ ὑμῶν οἰκονομῶν, καὶ τὰ πρὸς σωτηρίαν λέγων καὶ παραινῶν ὑμῖν. Καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. Φοβῆσαι τοῦτο ἱκανὸν ἦν, καὶ εἰς ἀγωνίαν ἐμβαλεῖν. Καὶ γὰρ ὅτι ἐν χρείᾳ αὐτοῦ καταστήσονται δηλοῖ. Ζητήσετε γάρ με, φησὶν, οὐ μόνον οὐκ ἐπιλήσεσθε, ἀλλὰ καὶ Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε. Καὶ ποῦ ἐζήτησαν αὐτὸν οἱ Ἰουδαῖοι; Λέγει ὁ Λουκᾶς, ὅτι ἐκόπτοντο γυναῖκες ἐπ' αὐτῷ. Εἰκὸς δὲ καὶ ἄλλους πολλοὺς, καὶ εὐθέως, καὶ τῆς πόλεως ἁλισκομένης, μεμνῆσθαι τοῦ Χριστοῦ καὶ τῶν θαυμάτων αὐτοῦ, καὶ τὴν παρουσίαν ζητεῖν τὴν αὐτοῦ. Ταῦτα δὴ πάντα ἐπήγαγε, βουλόμενος αὐτοὺς ἐφελκύσασθαι. Καὶ γὰρ τὸ μικρὸν χρόνον εἶναι τὸν λειπόμενον, καὶ τὸ μετὰ τὴν ἀναχώρησιν ποθεινὸν ἔσεσθαι, καὶ τὸ μὴ δύνασθαι λοιπὸν αὐτὸν εὑρεῖν, ἱκανὰ πάντα πεῖσαι προσελθεῖν. Εἰ μὲν γὰρ μὴ ἔμελλε ποθεινὴ εἶναι ἡ παρουσία, οὐδὲν μέγα αὐτοῖς ἐδόκει λέγειν. Πάλιν δὲ εἰ ἔμελλε ποθεινὴ εἶναι, δυνατὸν δὲ ἦν εὑρεῖν, οὐδ' ἂν οὕτως αὐτοὺς ἐθορύβησε.
50.4.1
Πάλιν, εἰ πολὺν ἔμελλε χρόνον παρεῖναι, καὶ οὕτως ὕπτιοι ἂν ἐγένοντο Νῦν δὲ πάντοθεν αὐτοὺς συνελαύνει καὶ φοβεῖ. Τὸ δὲ, Ὑπάγω πρὸς τὸν πέμψαντά με, δεικνύντος ἐστὶν οὐδεμίαν αὐτῷ γενησομένην βλάβην ἀπὸ τῆς ἐπιβουλῆς τῆς αὐτῶν, καὶ τὸ πάθος ἑκούσιον. Δύο τοίνυν προεῖπε προῤῥήσεις, ὅτι μετὰ μικρὸν ἀπελεύσεται χρόνον, καὶ ὅτι οὐχ ἥξουσι πρὸς αὐτόν· ὅπερ οὐκ ἦν ἀνθρωπίνης διανοίας, τὴν ἑαυτοῦ τελευτὴν προειπεῖν. Ὅρα γοῦν καὶ τὸν Δαυῒδ λέγοντα Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου, καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ. Καὶ ὅλως οὐδείς ἐστιν ὁ μαθὼν τοῦτο. Ἐκ δὲ τοῦ ἑνὸς καὶ τὸ ἕτερον πιστοῦται. Ἐγὼ δὲ οἶμαι, καὶ πρὸς τοὺς ὑπηρέτας τοῦτο αἰνίττεσθαι, καὶ πρὸς αὐτοὺς τὸν λόγον ἀποτείνειν, ᾧ μάλιστα αὐτοὺς ἐπεσπάσατο, δείξας ἑαυτὸν εἰδότα τῆς ἀφίξεως τὴν αἰτίαν, ὡσανεὶ ἔλεγε· περιμείνατε μικρὸν, καὶ ἀπελεύσομαι. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· Ποῦ οὗτος μέλλει πορεύεσθαι; Καὶ μὴν τοὺς ἐπιθυμοῦντας ἀπαλλαγῆναι, τοὺς πάντα πράττοντας ὥστε μὴ βλέπειν αὐτὸν, οὐκ ἐχρῆν τοῦτο ζητεῖν, ἀλλ' εἰπεῖν, ὅτι Καὶ ἀσμενίζομεν, καὶ πότε γὰρ τοῦτο ἔσται; Ἀλλ' ἔπαθόν τι πρὸς τὰ λεχθέντα, καὶ ζητοῦσι πρὸς ἑαυτοὺς ἀνοήτως ὑποπτεύοντες, ποῦ μέλλει πορεύεσθαι. Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων; Τί ἐστιν, Εἰς διασπορὰν τῶν Ἑλλήνων; Οὕτω τὰ ἔθνη ἐκάλουν οἱ Ἰουδαῖοι, διὰ τὸ πανταχοῦ διεσπάρθαι, καὶ ἀδεῶς ἀλλήλοις ἐπιμίγνυσθαι. Τοῦτο δὲ καὶ αὐτοὶ λοιπὸν τὸ ὄνειδος ὑπέμειναν· διασπορὰ γὰρ ἦσαν καὶ αὐτοί. Τὸ γὰρ παλαιὸν ἅπαν τὸ ἔθνος εἰς ἓν συνείλεκτο, καὶ οὐκ ἦν ἀλλαχοῦ Ἰουδαῖονεὑρεῖν, ἀλλ' ἢ ἐν Παλαιστίνῃ μόνῃ. Πρὸς δὲ τοῦτο διασπορὰν τοὺς Ἕλληνας ἐκάλουν, ὀνειδίζοντες καὶ μεγαλαυχοῦντες ἐφ' ἑαυτοῖς. Τί οὖν ἐστιν, Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; Ἐκείνοις δὲ πάντες ἐπεμίγνυντο τότε, καὶ πανταχοῦ τῆς οἰκουμένης ἦσαν Ἰουδαῖοι. Οὐκ ἂν οὖν, εἰ τοὺς Ἕλληνας ἐδήλου, εἶπεν, Ὅπου οὐ δύνασθε ἐλθεῖν. Εἰπόντες δὲ, Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι; οὐκ εἶπον, Καὶ λυμαίνεσθαι αὐτοὺς, ἀλλὰ, Διδάσκειν. Οὕτως ἤδη καθυφῆκαν τῆς ὀργῆς, καὶ τοῖς λεχθεῖσιν ἐπίστευσαν. Οὐκ ἂν δὲ, εἰ μὴ ἐπίστευσαν, ἐζήτησαν πρὸς ἑαυτοὺς τίς ἐστιν ὁ λόγος. Ἀλλὰ ταῦτα μὲν εἴρητο πρὸς ἐκείνους· δέος δὲ, μὴ καὶ πρὸς ἡμᾶς καιρὸν ἔχῃ τὰ λεγόμενα, ὅτι Ὅπου ἐστὶν, οὐ δυνάμεθα ἀπελθεῖν, διὰ τὸν βίον ἡμῶν τὸν ἁμαρτημάτων γέμοντα. Περὶ μὲν γὰρ τῶν μαθητῶν φησι, Θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ, κἀκεῖνοι ὦσι μετ' ἐμοῦ· περὶ δὲ ἡμῶν δέδοικα μὴ τοὐναντίον λεχθῇ, ὅτι Ὅπου εἰμὶ ἐγὼ, οὐ δύνασθε ἐλθεῖν. Ὅταν γὰρ ἐναντία τῶν προσταγμάτων πράττωμεν, πῶς δυνησόμεθα ἀπελθεῖν ἐκεῖ; Καὶ γὰρ καὶ κατὰ τὸν παρόντα βίον, εἴ τις τῶν στρατευομένων ἀνάξια πράττοι τοῦ βασιλέως, οὐ δυνήσεται τὸν βασιλέα ἰδεῖν, ἀλλὰ, τῆς ἀρχῆς παραλυθείσης, τὴν ἐσχάτην ὑποστήσεται κόλασιν. Ὅταν οὖν ἁρπάζωμεν, πλεονεκτῶμεν· ὅταν ἀδικῶμεν, πλήττωμεν· ὅταν μὴ ἐλεημοσύνην ἐργασώμεθα, οὐ δυνησόμεθα ἀπελθεῖν ἐκεῖσε, ἀλλὰ καὶ πεισόμεθα ὃ γέγονε ταῖς παρθένοις. Ὅπου γὰρ ἦν, οὐκ ἐδυνήθησαν εἰσελθεῖν, ἀλλ' ἀνεχώρησαν, σβεσθεισῶν αὐτῶν τῶν λαμπάδων· τουτέστι, τοῦ χαρίσματος αὐτὰς καταλιπόντος. Τὴν γὰρ φλόγα ἐκείνην ἣν εὐθέως ἐδεξάμεθα τῇ τοῦ Πνεύματος χάριτι, ἂν μὲν βουλώμεθα, σφοδροτέραν ἐργασόμεθα αὐτήν· ἂν δὲ μὴ βουλώμεθα, ταχέως αὐτὴν ἀπολέσομεν. Σβεσθείσης δὲ ἐκείνης, οὐδὲν ἕτερον, ἀλλ' ἢ σκότος ἐν ταῖς ἡμετέραις ἔσται ψυχαῖς. Ὥσπερ γὰρ καιομένης τῆς λαμπάδος πολὺ τὸ φῶς· οὕτω διαλυθείσης οὐδὲν ἕτερον, ἀλλ' ἢ γνόφος ἔσται. Διό φησι, Τὸ πνεῦμα μὴ σβέννυτε. Σβέννυται δὲ, ὅταν ἔλαιον μὴ ἔχῃ, ὅταν ἀνέμου σφοδροτέρα τις ἐμβολὴ γένηται, ὅταν συνέχηται καὶ στενοχωρῆται (καὶ γὰρ οὕτω σβέννυται πῦρ)· συνέχεται δὲ ὑπὸ φροντίδων βιωτικῶν, καὶ σβέννυται ὑπὸ ἐπιθυμίας πονηρᾶς. Οὐδὲν δὲ αὐτὴν πρὸς τοῖς εἰρημένοις οὕτω σβέννυσιν, ὡς ἀπανθρωπία, καὶ ὠμότης, καὶ ἁρπαγή. Ὅταν γὰρ τῷ ἔλαιον μὴ ἔχειν, καὶ ὕδωρ ἐπεμβάλωμεν ψυχρόν· τοῦτο γάρ ἐστιν ἡ πλεονεξία, ἀποψύχουσα διὰ τῆς ἀθυμίας τῶν ἀδικουμένων τὰς ψυχάς· πόθεν δυνήσεται ἀναφθῆναι λοιπόν; Ἀπελευσόμεθα τοίνυν τέφραν τε καὶ κόνιν φέροντες, καὶ πολὺν ἔχοντες τὸν καπνὸν κατηγοροῦντα ἡμῶν, ὅτι λαμπάδας ἔχοντες ἀπεσβέσαμεν. Ἔνθα γὰρ ἂν ᾖ καπνὸς, ἀνάγκη πῦρ εἶναι τὸ σβεσθέν. Ἀλλὰ μὴ γένοιτό τινα ταύτην ἀκοῦσαι τὴν φωνὴν τὴν, Οὐκ οἶδα ὑμᾶς. Πόθεν δὲ ταύτην ἔστιν ἀκοῦσαι τὴν φωνὴν, ἢ ὅταν πένητα ἰδόντες, ὡς οὐκ ἰδόντες αὐτὸν διακεώμεθα; Ὅταν ἡμεῖς ἀγνοῶμεν τὸν πεινῶντα Χριστὸν, ἀγνοήσει ἡμᾶς καὶ αὐτὸς ἐλέου δεομένους· καὶ δικαίως. Ὁ γὰρ περιιδὼν τὸν θλιβόμενον, καὶ μὴ δοὺς ἐκ τῶν αὐτοῦ, πῶς ζητήσει λαβεῖν ἐκ τῶν οὐκ αὐτοῦ; Διὸ, παρακαλῶ, πάντα ποιῶμεν, καὶ πραγματευώμεθα, ὥστε μὴ ἐκλιπεῖν ἡμᾶς τὸ ἔλαιον, ἀλλὰ κοσμῆσαι τὰς λαμπάδας, καὶ συνεισελθεῖν τῷ νυμφίῳ εἰς τὸν νυμφῶνα· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
50.0.2
Καὶ παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες· «Ῥαββὶ, τίς ἥμαρτεν, οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;»
50.1.2
Καὶ παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Σφόδρα φιλάνθρωπος ὢν, καὶ τῆς ἡμετέρας σωτηρίας κηδόμενος, καὶ τῶν ἀγνωμόνων τὰ στόματα ἐμφράξαι θέλων, οὐδὲν τῶν εἰς αὐτὸν ἡκόντων παραλιμπάνει, κἂν μηδεὶς ὁ προσέχων ᾖ. Τοῦτο γοῦν καὶ ὁ Προφήτης εἰδὼς ἔλεγεν· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Διὰ δὴ τοῦτο καὶ ἐνταῦθα, ἐπειδὴ τὸ τῶν λόγων ὑψηλὸν οὐκ ἐδέξαντο, ἀλλὰ καὶ δαιμονῶντα ἐκάλεσαν, καὶ ἀνελεῖν ἐπεχείρουν, ἐξελθὼν ἐκ τοῦ ἱεροῦ, θεραπεύει τυφλὸν, τῇ τε ἀπουσίᾳ τὸν θυμὸν παραμυθούμενος, καὶ διὰ τῆς ἐργασίας τοῦ σημείου τὸ σκληρὸν αὐτῶν καὶ ἀπηνὲς καταμαλάσσων, καὶ τὰ εἰρημένα πιστούμενος· καὶ ποιεῖ σημεῖον, οὐ τὸ τυχὸν, ἀλλὰ τότε πρῶτον συμβάν. Ἀπὸ γὰρ τοῦ αἰῶνος, φησὶν, οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. Τυφλοῦ μὲν γὰρ ἴσως ἤνοιξέ τις· γεγεννημένου δὲ, οὐκ ἔτι. Καὶ ὅτι ἐξελθὼν ἐκ τοῦ ἱεροῦ, ἐπὶ τὸ ἔργον ἦλθεν ἐπίτηδες, δῆλον ἐκεῖθεν· αὐτὸς γὰρ εἶδε τὸν τυφλὸν, οὐχ ὁ τυφλὸς αὐτῷ προσῆλθε· καὶ οὕτω σπουδαίως ἀνέβλεψεν, ὡς καὶ τοῖς μαθηταῖς αἴσθησιν παρασχεῖν. Ἀπὸ τούτου γοῦν καὶ ἐπὶ τὴν ἐρώτησιν ἦλθον. Ὁρῶντες γὰρ αὐτὸν σπουδαίως προσέχοντα, ἐπυνθάνοντο λέγοντες· Τίς ἥμαρτεν, οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ; Ἐσφαλμένη ἡ ἐρώτησις. Πῶς γὰρ ἂν ἥμαρτε, πρὶν ἢ γεννηθῆναι; πῶς δὲ, τῶν γονέων ἁμαρτόντων, αὐτὸς ἂν ἐκολάσθη; Πόθεν οὖν ἦλθον ἐπὶ τὴν ἐρώτησιν ταύτην; Πρὸ τούτου τὸν παραλελυμένον θεραπεύων, ἔλεγεν· Ἰδοὺ ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε. Οὗτοι τοίνυν ἐννοήσαντες, ὅτι ἐκεῖνος δι' ἁμαρτίας παρελύθη, λέγουσιν· Ἔστω, ἐκεῖνος δι' ἁμαρτήματα παρελύθη· περὶ τούτου δὲ τί ἂν εἴποις; οὗτος ἥμαρτεν; Ἀλλ'. 30 οὐκ ἔστιν εἰπεῖν· ἐκ γενετῆς γάρ ἐστι τυφλός. Ἀλλ' οἱ γονεῖς αὐτοῦ; Ἀλλ' οὐδὲ τοῦτο. Παῖς γὰρ ὑπὲρ πατρὸς οὐ δίδωσι δίκην. Ὥσπερ οὖν παιδίον κακούμενον ὁρῶντες λέγομεν· Τί ἄν τις εἴποι περὶ τούτου; τί ἐποίησε τὸ παιδίον; οὐκ ἐρωτῶντες, ἀλλὰ διαποροῦντες· οὕτω δὴ καὶ οἱ μαθηταὶ οὐ τοσοῦτον ἐρωτῶντες τοῦτο ἔλεγον, ἀλλ' ἀποροῦντες. Τί οὖν ὁ Χριστός; Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ. Τοῦτο δὲ οὐχ ἁμαρτημάτων ἀπαλλάττων αὐτούς φησιν (οὐ γὰρ ἁπλῶς εἶπεν, Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ· ἀλλ' ἐπήγαγεν· Ἵνα τυφλὸς γεννηθῇ), ἀλλ' ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ. Ἥμαρτε μὲν γὰρ καὶ οὗτος, καὶ οἱ γονεῖς αὐτοῦ· ἀλλ' οὐκ ἐντεῦθεν, φησὶν, ἡ πήρωσις. Ταῦτα δὲ ἔλεγεν, οὐ τοῦτο ἐμφαίνων, ὅτι οὗτος μὲν οὐχ οὕτως, ἄλλοι δέ τινες ἐκ τούτων ἐτυφλώθησαν τῶν αἰτιῶν, διὰ τὰς τῶν γονέων ἁμαρτίας. Οὐδὲ γὰρ ἔνι, ἁμαρτάνοντος ἑτέρου, κολάζεσθαι ἕτερον. Ἐπεὶ εἰ τοῦτο δώσομεν, κἀκεῖνο δώσομεν, ὅτι πρὸ γενέσεως ἥμαρτεν. Ὥσπερ οὖν εἰπὼν, ὅτι Οὔτε οὗτος ἥμαρτεν, οὐ τοῦτο λέγει, ὅτι ἔνι ἐκ γενετῆς ἁμαρτεῖν καὶ κολασθῆναι· οὕτως εἰπὼν, Οὔτε οἱ γονεῖς αὐτοῦ, οὐ τοῦτο εἶπεν, ὅτι ἔνι διὰ γονέας κολασθῆναι. Καὶ γὰρ διὰ τοῦ Ἰεζεκιὴλ ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν· Ζῶ ἐγὼ, λέγει Κύριος, εἰ ἔσται ἡ παραβολὴ αὕτη ἡ λεγομένη· Οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ὠμοδίασαν. Καὶ ὁ Μωϋσῆς δέ φησιν· Οὐκ ἀποθανεῖται πατὴρ ὑπὲρ τέκνου. Καὶ περί τινος βασιλέως φησὶν, ὅτι διὰ τοῦτο τοῦτο οὐκ ἐποίησε, φυλάττων τὸν Μωϋσέως νόμον. Εἰ δὲ λέγει τις, Πῶς οὖν εἴρηται, Ὁ ἀποδιδοὺς ἁμαρτίας γονέων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεάν; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι οὐκ ἔστι καθολικὴ ἡ ἀπόφασις, ἀλλ' ἐπί τινων εἴρηται τῶν ἐξ Αἰγύπτου ἐξελθόντων. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐπειδὴ οἱ ἐξ Αἰγύπτου ἐξελθόντες, μετὰ τὰ σημεῖακαὶ τὰ θαύματα τῶν προγόνων, γεγόνασι χείρους τῶν οὐδὲν τούτων θεασαμένων, τὰ αὐτὰ πείσονται, φησὶν, ἅπερ ἔπαθον ἐκεῖνοι, ἐπειδὴ τὰ αὐτὰ τετολμήκασι. Καὶ ὅτι περὶ ἐκείνων εἴρηται, τῷ τόπῳ τις ἐπιστήσας ἀκριβέστερον εἴσεται. Τίνος οὖν ἕνεκεν τυφλὸς ἐγεννήθη; Ἵνα φανερωθῇ ἡ δόξα τοῦ Θεοῦ, φησίν. Ἰδοὺ πάλιν ἄπορον ἄλλο, εἰ χωρὶς τῆς τούτου κολάσεως οὐκ ἐνῆν φανῆναι τοῦ Θεοῦ τὴν δόξαν. Μάλιστα μὲν οὐ τοῦτο εἴρηται, ὅτι οὐκ ἐνῆν· ἐνῆν γάρ· ἀλλὰ καὶ ἐν τούτῳ ἵνα φανερωθῇ. Τί οὖν, φησίν; ἠδικήθη διὰ τὴν τοῦ Θεοῦ δόξαν; Ποίαν ἀδικίαν; εἰπέ μοι· εἰ γὰρ μηδὲ ὅλως παραγαγεῖν αὐτὸν ἐβούλετο. Ἐγὼ δὲ καὶ εὐηργετῆσθαι αὐτόν φημι ἀπὸ τῆς πηρώσεως. Τοὺς γὰρ ἔνδον ἀνέβλεψεν ὀφθαλμούς. Τί γὰρ ὄφελός ἐστι τοῖς Ἰουδαίοις τῶν ὀμμάτων; Μείζονα γὰρ κόλασιν ἔσχον, πηρωθέντες ἐν τῷ βλέπειν. Τί δὲ τούτῳ βλάβος ἀπὸ τῆς πηρώσεως; Διὰ γὰρ ταύτης ἀνέβλεψεν. Ὥσπερ οὖν τὰ κακὰ οὐκ ἔστι κακὰ τὰ κατὰ τὸν παρόντα βίον· οὕτως οὐδὲ τὰ ἀγαθὰ ἀγαθά· ἀλλ' ἁμαρτία μόνη κακὸν, πήρωσις δὲ οὐ κακόν. Ὁ δὲ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, ἐξουσίαν εἶχε καὶ οὕτως αὐτὸν ἀφεῖναι. Φασὶ δέ τινες. ὅτι τοῦτο οὐδὲ αἰτιολογικόν ἐστι τὸ ἐπίῤῥημα, ἀλλὰ τῆς ἐκβάσεως· οἷον ὡς ὅταν λέγῃ, Εἰς κρίμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Καὶ μὴν οὐ διὰ τοῦτο ἦλθεν, ἵνα οἱ βλέποντες τυφλοὶ γένωνται. Καὶ πάλιν ὁ Παῦλος· Τὸ γὰρ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. Καίτοι οὐ διὰ τοῦτο αὐτοῖς ἔδειξεν, ἵνα ἀποστερηθῶσιν ἀπολογίας, ἀλλ' ἵνα τύχωσι, ἀπολογίας. Καὶ πάλιν ἀλλαχοῦ· Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα. Καίτοι οὐ διὰ τοῦτο παρεισῆλθεν, ἀλλ' ἵνα κωλυθῇ ἡ ἁμαρτία.
50.2.2
Ὁρᾷς πανταχοῦ τὸ ἐπίῤῥημα τῆς ἐκβάσεως ὄν; Καθάπερ γάρ τις οἰκοδόμος ἄριστος, τῆς οἰκίας τὸ μὲν εἰργάσατο, τὸ δὲ ἀφῆκεν ἀτέλεστον, ὥστε τοῖς ἀπιστοῦσι διὰ τοῦ λειψάνου καὶ περὶ τοῦ παντὸς ἀπολογήσασθαι· οὕτω καὶ ὁ Θεὸς, καθάπερ οἰκίαν τινὰ σεσαθρωμένην, τὸ σῶμα τὸ ἡμέτερον συγκολλᾷ καὶ ἀναπληροῖ, τήν τε χεῖρα τὴν ξηρὰν θεραπεύων, τὰ παραλελυμένα μέλη σφίγγων, τοὺς χωλοὺς διορθούμενος, τοὺς λεπροὺς καθαίρων, τοὺς νοσοῦντας ἐγείρων, τοὺς τὰ σκέλη πεπηρωμένους ἀρτίους ποιῶν, τοὺς νεκροὺς ἀπὸ θανάτου καλῶν, μεμυκότας ὀφθαλμοὺς διανοίγων, οὐκ ὄντας ἐπιτιθείς· ἅπερ ἅπαντα τῆς κατὰ φύσιν ἀσθενείας ὄντα πηρώματα, εἶτα διορθούμενος, ἐδείκνυ αὐτοῦ τὴν δύναμιν. Εἰπὼν δὲ, Ἵνα φανερωθῇ ἡ δόξα τοῦ Θεοῦ, περὶ ἑαυτοῦ φησιν, οὐ περὶ τοῦ Πατρός. Ἐκείνου γὰρ ἡ δόξα ἦν φανερά. Ἐπειδὴ γὰρ ἤκουον, ὅτι τὸν ἄνθρωπον ὁ Θεὸς ἐποίησε λαβὼν χοῦν ἀπὸ τῆς γῆς, διὰ τοῦτο οὕτω καὶ αὐτὸς ἔπλασε. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι Ἐγώ εἰμι ὁ λαβὼν χοῦν ἀπὸ τῆς γῆς, καὶ πλάσας τὸν ἄνθρωπον, πρόσαντες ἐδόκει εἶναι τοῖς ἀκούουσι· διὰ δὲ τοῦ ἔργου τοῦτο δεικνύμενον, οὐκ ἔτι λοιπὸν προσίστατο. Διὸ δὴ καὶ αὐτὸς χοῦν λαβὼν, καὶ φύρων τῷ πτύσματι, οὕτω τὴν κεκρυμμένην αὐτοῦ δόξαν ἐφανέρωσεν. Οὐ μικρὰ γὰρ δόξα, τὸ δημιουργὸν αὐτὸν νομισθῆναι τῆς κτίσεως. Ἀπὸ γὰρ τούτου καὶ τὰ ἄλλα συνεισήρχετο, ἀπὸ τοῦ μέρους καὶ τὸ ὅλον ἐπιστοῦτο. Ἡ γὰρ περὶ τοῦ μείζονος πίστις καὶ τὸ ἔλαττον ἐβεβαίου. Τῆς κτίσεως γὰρ ἁπάσης τιμιώτερον ἄνθρωπος, καὶ τῶν ἐν ἡμῖν μελῶν τιμιώτερος ὀφθαλμός. Διὰ τοῦτο οὐχ ἁπλῶς, ἀλλ' ἐκείνῳ τῷ τρόπῳ τὰ ὄμματα ἐδημιούργησεν. Εἰ γὰρ καὶ μικρὸν τῷ μεγέθει τὸ μέλος, ἀλλ' ὅλου τοῦ σώματός ἐστιν ἀναγκαιότερον. Καὶ τοῦτο Παῦλος δηλῶν ἔλεγεν· Ἐὰν εἴπῃ ἡ ἀκοὴ, ὅτι Οὐκ εἰμὶ ὀφθαλμὸς, οὐκ εἰμὶ ἐκ τοῦ σώματος; οὐ διὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; Πάντα μὲν γὰρ τὰ ἐν ἡμῖν τῆς τοῦ Θεοῦ σοφίας ἐστὶν ἀπόδειξις· πολλῷ δὲ μᾶλλον ὀφθαλμός. Τοῦτο γοῦν τὸ πᾶν διακυβερνᾷ σῶμα, τοῦτο τῷ παντὶ σώματι τὸ κάλλος ἐργάζεται, τοῦτο κοσμεῖ τὴν ὄψιν, τοῦτο λύχνος ἐστὶν ἁπάντων τῶν μελῶν. Ὅπερ γὰρ ἥλιος κατὰ τὴν οἰκουμένην, τοῦτο ὀφθαλμὸς ἐν τῷ σώματι. Ἂν σβέσῃς τὸν ἥλιον, πάντα ἀπώλεσας καὶ συνετάραξας· ἂν σβέσῃς τοὺς ὀφθαλμοὺς, καὶ πόδες ἄχρηστοι, καὶ χεῖρες καὶ ψυχή. Οἴχεται γὰρ ἡ γνῶσις, πηρωθέντων τούτων· διὰ γὰρ τούτων τὸν Θεὸν ἐγνώκαμεν. Τὰ γὰρ ἀόρατα αὐτοῦ, ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται. Οὐκ ἄρα τῷ σώματι λύχνος ὁ ὀφθαλμὸς μόνον, ἀλλὰ καὶ πρὸ τοῦ σώματος τῇ ψυχῇ. Διόπερ ὥσπερ ἔν τινι βασιλικῷ χωρίῳ ἵδρυται, τὴν ἄνω λῆξιν λαχὼν, καὶ τῶν ἄλλων αἰσθήσεων προκαθήμενος. Τοῦτον οὖν διαπλάττει. Εἶτα, ἵνα μὴ νομίσῃς ὅτι ὕλης δεῖται ὅταν ποιῇ, καὶ ἵνα μάθῃς ὅτι οὐδὲ παρὰ τὴν ἀρχὴν πηλοῦ χρείαν εἶχεν (ὁ γὰρ οὐκ οὔσας οὐσίας τὰς μείζους παραγαγὼν, πολλῷ μᾶλλον ταύτην χωρὶς ὕλης ἐποίησεν)· ἵνα οὖν μάθῃς ὅτι οὐ χρείας ἕνεκεν τοῦτο ποιεῖ, ἀλλὰ διδάσκων ἑαυτὸν εἶναι δημιουργὸν τὸν ἐν ἀρχῇ, χρίσας τὸν πηλόν φησιν· Ἄπελθε, νίψαι· ἵνα εἰδῇς ὅτι οὐ πηλοῦ δέομαι πρὸς τὸ ποιῆσαι ὀφθαλμοὺς, ἀλλ' ἵνα φανερωθῇ ἐν αὐτῷ ἡ δόξα ἡ ἐμή. Ὅτι γὰρ περὶ ἑαυτοῦ φησιν, εἰπὼν, Ἵνα φανερωθῇ ἡ δόξα τοῦ Θεοῦ, ἐπήγαγεν· Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με· τουτέστιν, Ἐμὲ δεῖ φανερῶσαι ἐμαυτὸν, καὶ ποιῆσαι τὰ δυνάμενά με δεῖξαι τὰ αὐτὰ τῷ Πατρὶ ποιοῦντα, οὐ τοιαῦτα, ἀλλὰ τὰ αὐτὰ, ὃ μείζονός ἐστιν ἀπαραλλαξίας, καὶ ὅπερ ἐπὶ τῶν οὐδὲ κατὰ μικρὸν διεστηκότων λέγεται. Τίς οὖν ἀντιβλέψει λοιπὸν, ὁρῶν αὐτὸν τὰ αὐτὰ δυνάμενον τῷ Πατρί; Οὐ γὰρ ἔπλασε μόνον ὀφθαλμοὺς, οὐδὲ ἀνέῳξεν, ἀλλὰ καὶ τὸ ὁρᾷν ἐχαρίσατο· ὅπερ τεκμήριόν ἐστι τοῦ καὶ ψυχὴν ἐμφυσῆσαι. Ἐκείνης γὰρ μὴ ἐνεργούσης, ὀφθαλμὸς κἂν ἀπηρτισμένος ᾖ, οὐκ ἂν ἴδοι ποτὲ οὐδέν. Ὥστε καὶ τὴν ἀπὸ τῆς ψυχῆς ἐνέργειαν ἐχαρίσατο, καὶ τὸ μέλος ἔδωκε πάντα ἔχον, καὶ ἀρτηρίας, καὶ νεῦρα, καὶ φλέβας, καὶ αἷμα, καὶ τὰ ἄλλα πάντα, ἐξ ὧν σύγκειται ἡμῖν τὸ σῶμα. Ἐμὲ δεῖ ἐργάζεσθαι ἕως ἡμέρα ἐστί. Τί ταῦτα βούλεται τὰ ῥήματα; ποίαν δὲ ἀκολουθίαν ἔχει; Πολλήν. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· Ἕως ἡμέραἐστὶν, ἕως ἔξεστι τοῖς ἀνθρώποις πιστεύειν εἰς ἐμὲ, ἕως ὁ βίος οὗτος ἐνέστηκε, δεῖ με ἐργάζεσθαι. Ἔρχεται νὺξ, τουτέστιν, ὁ μέλλων καιρός· ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. Οὐκ εἶπεν, Ὅτε ἐγὼ οὐ δύναμαι ἐργάζεσθαι· ἀλλ' Ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι, τουτέστιν, ὅτε οὐκ ἔτι πίστις ἐστὶν, οὔτε πόνοι, οὔτε μετάνοια. Ὅτι γὰρ ἔργον τὴν πίστιν λέγει, λέγουσιν αὐτῷ· Τί ποιήσομεν, ἵνα ἐργασώμεθα τὰ ἔργα τοῦ Θεοῦ; Λέγει· Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. Πῶς οὖν τοῦτο τὸ ἔργον οὐδεὶς δύναται ἐργάζεσθαι τότε; Ὅτι οὔτε πίστις ἐστὶν, ἀλλὰ καὶ ἑκόντες καὶ ἄκοντες ὑπακούσονται. Ἵνα γὰρ μή τις εἴπῃ, ὅτι φιλοτιμούμενος τοῦτο ποιεῖ, δείκνυσιν ὅτι φειδόμενος αὐτῶν πάντα ἐργάζεται, ἐνταῦθα μόνον ἐξουσίαν ἐχόντων πιστεύειν, καὶ μηκέτι δυναμένων ἐκεῖ καρποῦσθαί τι. Διὰ τοῦτο οὐδὲ προσελθόντος τοῦ τυφλοῦ ἐποίησεν ὅπερ ἐποίησεν. Ὅτι μὲν γὰρ ἄξιος ἦν θεραπευθῆναι, καὶ εἰ ἔβλεπεν, ἐπίστευσεν ἂν καὶ προσῆλθεν, καὶ εἰ παρά τινος ἤκουσε παρόντα, οὐδ' ἂν οὕτως ἠμέλησεν, ἐκτῶν ἑξῆς δῆλον, ἐκ τῆς ἀνδρείας, ἐκ τῆς πίστεως αὐτῆς. Καὶ γὰρ ἦν εἰκὸς αὐτὸν ἐννοῆσαι καὶ εἰπεῖν· Τί ποτε τοῦτό ἐστι; πηλὸν ἐποίησε, καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι, Ὕπαγε, νίψαι. Οὐκ ἠδύνατο θεραπεῦσαι, καὶ τότε πέμψαι εἰς τὸ Σιλωάμ; Πολλάκις ἐνιψάμην ἐκεῖ μετὰ ἑτέρων πολλῶν, καὶ οὐδενὸς ἀπήλαυσα χρηστοῦ. Εἴ τινα δύναμιν εἶχε, παρὼν ἂν ἐθεράπευσεν· ὅπερ καὶ ὁ Νεεμὰν πρὸς τὸν Ἑλισσαῖον ἔλεγε. Καὶ γὰρ ἐκεῖνος κελευσθεὶς ἀπελθεῖν λούσασθαι εἰς τὸν Ἰορδάνην, ἠπίστει, καὶ ταῦτα φήμης τοσαύτης οὔσης περὶ τοῦ Ἑλισσαίου. Ἀλλ' οὐχ ὁ τυφλὸς ἠπίστησεν, οὐδὲ ἀντεῖπεν, οὐδὲ ἐλογίσατο πρὸς ἑαυτὸν, Τί ποτε τοῦτό ἐστι; πηλὸν ἐχρῆν ἐπιθεῖναι; τοῦτο πηρῶσαι μᾶλλόν ἐστι· τίς οὕτως ἀνέβλεψέ ποτε; Ἀλλ' οὐδὲν τούτων ἐλογίσατο. Εἶδες πίστιν στεῤῥὰν καὶ προθυμίαν; Ἔρχεται νύξ. Δείκνυσιν ἐκ τούτου, ὅτι καὶ μετὰ τὸν σταυρὸν μέλλει προνοεῖν τῶν ἀσεβῶν, καὶ ἐπάγεσθαι πολλούς. Ἔτι γὰρ ἡμέρα ἐστί. Μετὰ δὲ τοῦτο τέλεον αὐτοὺς ἀποσχίζει. Καὶ τοῦτο δηλῶν ἔλεγεν· Ὅταν ὦ ἐν τῷ κόσμῳ, φῶς εἰμι τοῦ κόσμου· ὃ καὶ ἑτέροις ἔλεγε· Πιστεύετε, ἕως τὸ φῶς μεθ' ὑμῶν ἐστι.
50.3.1
Τί δήποτε ὁ Παῦλος νύκτα μὲν τὸν παρόντα βίον ἐκάλεσεν, ἐκεῖνον δὲ ἡμέραν; Οὐκ ἐναντιούμενος τῷ Χριστῷ, ἀλλὰ τὰ αὐτὰ λέγων, εἰ καὶ μὴ τοῖς ῥήμασιν, ἀλλὰ ταῖς ἐννοίαις. Καὶ γὰρ, φησὶν, Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικε. Νύκτα γὰρ τὸν παρόντα καλεῖ καιρὸν, διὰ τοὺς ἐν σκότῳ καθημένους, ἢ διὰ τὸ παραλαβεῖν αὐτὴν τῇ ἡμέρᾳ ἐκείνῃ· ὁ δὲ Χριστὸς νύκτα τὸ μέλλον καλεῖ, διὰ τὸ τῶν ἁμαρτημάτων ἀνενέργητον. Ὁ δὲ Παῦλος νύκτα τὸν παρόντα βίον καλεῖ, διὰ τὸ ἐν σκότῳ εἶναι τοὺς ἐν κακίᾳ διατρίβοντας καὶ ἀπιστίᾳ. Πιστοῖς τοίνυν διαλεγόμενος ἔλεγεν· Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν, ὡς μελλόντων ἀπολαύσεσθαι τοῦ φωτὸς ἐκείνου· καὶ νύκτα τὸν παλαιὸν βίον καλεῖ. Ἀποθώμεθα γὰρ, φησὶ, τὰ ἔργα τοῦ σκότους. Ὁρᾷς ὅτι ἐκείνοις εἶναι νύκτα φησί; Διὸ λέγει· Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, ἵνα τοῦ φωτὸς ἀπολαύσωμεν ἐκείνου. Εἰ γὰρ τοῦτο οὕτω καλὸν τὸ φῶς, ἐννόησον ἡλίκον ἔσται ἐκεῖνο. Ὅσον γὰρ τοῦ λυχνιαίου φωτὸς τὸ ἡλιακὸν κρεῖττον, τοσοῦτον, καὶ πολλῷ πλέον ἐκεῖνο βέλτιον τούτου. Καὶ τοῦτο δηλῶν ἔλεγεν, ὅτι Ὁ ἥλιος σκοτισθήσεται, τουτέστι, διὰ τὴν περιουσίαν ἐκείνης τῆς μαρμαρυγῆς, οὔτε οὗτος φανεῖται. Εἰ δὲ νῦν ὑπὲρ τοῦ φωτεινὰς ἔχειν οἰκίας, καὶ εὐαερεῖς, μυρία δαπανῶμεν χρήματα, οἰκοδομοῦντες, ταλαιπωρούμενοι· ἐννόησον πῶς χρὴ καὶ τὰ σώματα αὐτὰ δαπανᾷν, ὑπὲρ τοῦ λαμπρὰς ἡμῖν οἰκίας ἐν οὐρανοῖς οἰκοδομηθῆναι, ἔνθα τὸ φῶς ἐκεῖνο τὸ ἀπόῤῥητον. Ἐνταῦθα μὲν γὰρ καὶ μάχαι καὶ φιλονεικίαι περὶ ὅρων καὶ τοίχων· ἐκεῖ δὲ οὐδὲν τοιοῦτόν ἐστιν· οὐ φθόνος, οὐ βασκανία· οὐδὲ φιλονεικήσει τις ἡμῖν περὶ ὁροθεσίων. Καὶ ταύτην μὲν ἀπολιπεῖν ἀνάγκη πάντως, ἐκείνη δὲσυμπαραμένει διηνεκῶς· καὶ ταύτην μὲν ἀνάγκη σαθροῦσθαι τῷ χρόνῳ, καὶ μυρίαις ὑποκεῖσθαι βλάβαις, ἐκείνην δὲ μένειν ἀγήρω διηνεκῶς· καὶ ταύτην μὲν ὁ πένης οὐ δύναται οἰκοδομεῖν, ἐκείνην δὲ ἔστι καὶ διὰ δύο ὀβολῶν οἰκοδομῆσαι, καθάπερ ἡ χήρα. Διὰ ταῦτα ἀποπνίγομαι, ὅτι, τοσούτων ἡμῖν προκειμένων ἀγαθῶν, ῥᾳθυμοῦμεν, ὀλιγωροῦμεν, καὶ ὅπως μὲν ἐνταῦθα λαμπρὰς σχοίημεν οἰκίας, ἅπαντα πράττομεν· ὅπως δὲ ἐν τοῖς οὐρανοῖς κἂν μικρὸν κτησώμεθα καταγώγιον, οὐ μεριμνῶμεν, οὐ φροντίζομεν. Εἰπὲ γάρ μοι· ποῦ ἐβούλου οἰκίαν ἔχειν ἐνταῦθα; ἆρα ἢ ἐν ἐρημίᾳ, ἢ ἐν μιᾷ τῶν πόλεων τῶν μικρῶν; Οὐκ ἔγωγε οἶμαι· ἀλλ' ἐν ταῖς βασιλικωτάταις καὶ μεγάλαις, ἔνθα πλείων ἡ ἐμπορία, ἔνθα μείζων ἡ περιφάνεια. Ἐγὼ δέ σε εἰς πόλιν ἄγω τοιαύτην, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἐκεῖ παρακαλῶ κτίζειν τε καὶ οἰκοδομεῖν, δι' ἐλαττόνων χρημάτων, δι' ἐλάττονος πόνου. Ἐκείνην τὴν οἰκίαν τῶν πενήτων οἰκοδομοῦσιν αἱ χεῖρες, καὶ τοῦτο μάλιστά ἐστιν οἰκοδομή· ὡς τά γε νῦν γινόμενα, ἐσχάτης ἀνοίας. Καὶ γὰρ εἴ τις σε εἰς Περσικὴν ἤγαγε γῆν, ὀψόμενον τὰ ἐκεῖ, καὶ ἐπανήξοντα· εἶτα ἐκέλευσεν οἰκίας δείμασθαι· ἆρα οὐκ ἂν αὐτοῦ κατέγνως ἄνοιαν τὴν ἐσχάτην, ὡς ἀκαίρως δαπανᾷν κελεύοντος; Πῶς οὖν ἐπὶ τῆς γῆς τὸ αὐτὸ τοῦτο ποιεῖς, ἣν μικρὸν ὕστερον ἀπολείψῃ; Ἀλλὰ τοῖς παιδίοις καταλείψω, φησίν. Ἀλλὰ καὶ ἐκεῖνοι μικρὸν ὕστερον καταλείψουσι μετὰ σέ· πολλάκις δὲ καὶ πρὸ σοῦ· καὶ οἱ μετ' ἐκείνους πάλιν. Καὶ γίνεταί σοι καὶ ἐνταῦθα τὸ πρᾶγμα ἀθυμίας ὑπόθεσις, ὅταν τοὺς κληρονόμους κατέχοντας μὴ ἴδῃς. Ἐκεῖ δὲ οὐδὲν τοιοῦτόν ἐστιν ὑποπτεῦσαι· ἀλλ' ἀκίνητος ἡ κτῆσις μένει, καὶ σοὶ, καὶ τοῖς παιδίοις καὶ τοῖς ἐγγόνοις, ἂν τὴν αὐτὴν ἀρετὴν μιμήσωνται. Ἐκείνης τῆς οἰκοδομῆς ὁ Χριστὸς ἐφάπτεται· ἐκείνην οἰκοδομοῦντα, οὐκ ἀνάγκη ἐπιμελητὰς ἐφιστᾷν, οὐδὲ φροντίζειν, οὐδὲ μεριμνᾷν. Ὅταν γὰρ ὁ Θεὸς τὸ ἔργον ἀναδέξηται, τίς χρεία φροντίδος; Ἐκεῖνος πάντα συνάγει, καὶ ἀνίστησι τὴν οἰκίαν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ἀλλ' ὅτι οὕτως αὐτὴν οἰκοδομεῖ, ὥς σοι ἀρεστόν ἐστιν· μᾶλλον δὲ καὶ ὑπὲρ τὸ ἀρεστὸν, καὶ ὑπὲρ ὃ βούλει. Τεχνίτης γάρ ἐστιν ἄριστος, καὶ σφόδρα σου κήδεται τῶν συμφερόντων. Κἂν πένης ᾖς, καὶ βουληθῇς οἰκοδομῆσαι τὴν οἰκίαν ταύτην, οὐ φέρει σοι φθόνον, οὐδὲ τίκτει σοι βασκανίαν· Οὐδεὶς γὰρ αὐτὴν ὁρᾷ τῶν ἐπισταμένων φθονεῖν, ἀλλ' οἱ ἐπιστάμενοι χαίρειν ἄγγελοι τοῖς ἀγαθοῖς τοῖς σοῖς· οὐδεὶς αὐτὴν παρορίσαι δυνήσεται· οὐδεὶς γὰρ αὐτὴν παροικεῖ τῶν τὰ τοιαῦτα νοσούντων. Γείτονας ἔχεις ἐκεῖ, τοὺς ἁγίους, τοὺς περὶ Παῦλον καὶ Πέτρον, τοὺς προφήτας ἅπαντας, τοὺς μάρτυρας, τὸν δῆμον τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων. Διὰ δὴ ταῦτα πάντα, τὰ ὄντα εἰς τοὺς πένητας κενώσωμεν, ἵνα ἐκείνων ἐπιτύχωμεν τῶν σκηνῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.