In Joannem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
520.0.1
Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι· καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν.
520.1.1
Μεγάλων ἡμᾶς μυστηρίων κατηξίωσεν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ· μεγάλων, καὶ οἵων ἡμεῖς οὐκ ἦμεν ἄξιοι, ἀλλ' οἵων αὐτῷ παρέχειν πρέπον ἦν. Ἂν μὲν γὰρ τὴν ἀξίαν τὴν ἡμετέραν λογίσηταί τις, οὐ μόνον τῆς δωρεᾶς ἦμεν ἀνάξιοι, ἀλλὰ καὶ κολάσεως ὑπεύθυνοι καὶ τιμωρίας. Ἐπειδὴ δὲ οὐ πρὸς τοῦτο εἶδεν, οὐ μόνον κολάσεως ἀπήλλαξεν, ἀλλὰ καὶ ζωὴν ἐχαρίσατο πολλῷ τῆς προτέρας λαμπροτέραν, εἰς ἄλλον ἡμᾶς εἰσήγαγε κόσμον, ἑτέραν ἐδημιούργησε κτίσιν· Εἴ τις γὰρ ἐν Χριστῷ καινὴ κτίσις, φησί. Ποία καινὴ κτίσις; Ἄκουσον αὐτοῦ λέγοντος· Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Παράδεισον ἐπιστεύθημεν, καὶ οὐδὲ τῆς ἐν αὐτῷ διαγωγῆς ἐφάνημεν ἄξιοι, καὶ εἰς τοὺς οὐρανοὺς ἡμᾶς ἀνήγαγεν. Ἐν τοῖς πρώτοις οὐχ εὑρέθημεν πιστοὶ, καὶ μείζονα ἐνεχείρισεν· ἑνὸς ἀποσχέσθαι ξύλου οὐκ ἰσχύσαμεν, καὶ τὴν ἄνω παρέσχε τρυφήν· ἐν παραδείσῳ οὐκ ἐκαρτερήσαμεν, καὶ τοὺς οὐρανοὺς ἡμῖν ἀνεπέτασεν. Εἰκότως ἔλεγεν ὁ Παῦλος· Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ. Οὐκ ἔτι μήτηρ, οὐκ ἔτι ὠδῖνες, οὔτε ὕπνοι, καὶ συνουσίαι καὶ περιπλοκαὶ σωμάτων· ἄνω λοιπὸν ὑφαίνεται τῆς ὑμετέρας φύσεως ἡ κατασκευὴ, ἀπὸ Πνεύματος ἁγίου καὶ ὕδατος. Τὸ δὲ ὕδωρ παρείληπται, τόκος τῷ τικτομένῳ γινόμενον. Ὅπερ γάρ ἐστιν ἡ μήτρα τῷ ἐμβρύῳ, τοῦτο τῷ πιστῷ τὸ ὕδωρ· ἐν γὰρ τῷ ὕδατι διαπλάττεται καὶ μορφοῦται. Τὸ μὲν γὰρ πρῶτον ἐλέγετο· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· ἐξ οὗ δὲ ἐπέβη τῶν Ἰορδάνου ῥείθρων ὁ Δεσπότης, οὐκ ἔτι ἑρπετὰ ψυχῶν ζωσῶν, ἀλλὰ ψυχὰς λογικὰς καὶ πνευματοφόρους τὸ ὕδωρ ἀναδίδωσι. Καὶ ὃ περὶ τοῦ ἡλίου εἴρηται, ὅτι Ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, τοῦτο περὶ τῶν πιστῶν καιρὸς ἂν εἴη μᾶλλον εἰπεῖν. Πολλῷ γὰρ φαιδροτέρας ἀφιᾶσι τὰς ἀκτῖνας ἐκείνου. Ἀλλὰ τὸ μὲν ἐν τῇ μήτρᾳ διαπλαττόμενον, χρόνου δεῖται· ἐν τῷ ὕδατι δὲ οὐχ οὕτως, ἀλλ' ἐν μιᾶ ῥοπῇ πάντα γίνεται. Ἔνθα μὲν γὰρ ἐπίκηρος ἡ ζωὴ καὶ ἀπὸ σωματικῆς φθορᾶς ἔχει τὴν ἀρχὴν, βραδύνει τὸ τικτόμενον, (τοιαύτη γὰρ τῶν σωμάτων ἡ φύσις· χρόνῳ προσλαμβάνει τὸ τέλειον)· ἐπὶ δὲ τῶν πνευματικῶν οὐχ οὕτω. Τί δήποτε; Ὅτι τέλεια ἐξ ἀρχῆς κατασκευάζεται τὰ γινόμενα. Ἀλλ' ἐπειδὴ ὁ Νικόδημος ἀκούων ταῦτα συνεχῶς ἐταράττετο, ὅρα πῶς αὐτῷ παρανοίγει τὸ ἀπόῤῥητον τοῦ μυστηρίου τούτου, καὶ σαφὲς ἐργάζεται τὸ ἀσαφὲς ἐκείνῳ τέως, Τὸ γεγεννημένον, λέγων, ἐκ τῆς σαρκὸς, σάρξ ἐστι· τὸ δὲ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν. Ἀπάγει τῶν αἰσθητῶν αὐτὸν ἁπάντων, καὶ οὐκ ἀφίησι τοῖς ὀφθαλμοῖς τούτοις περιεργάσασθαι τὴν μυσταγωγίαν. Οὐ γὰρ περὶ σαρκὸς διαλεγόμεθα, φησὶν, ἀλλὰ περὶ Πνεύματος, ὦ Νικόδημε. Τέως αὐτὸν τῷ λόγῳ τούτῳ πρὸς τὸ ἄνω παρέπεμψε. Μηδὲν τοίνυν τῶν αἰσθητῶν ἐπιζήτει· τὸ γὰρ Πνεῦμα οὐκ ἂν φανείη τοῖς ὀφθαλμοῖς τούτοις· μηδὲ νόμιζε, ὅτι σάρκα τίκτει τὸ Πνεῦμα. Πῶς οὖν, ἴσως εἴποι ἄν τις, ἡ τοῦ Κυρίου σὰρξ ἐτέχθη; Οὐκ ἀπὸ Πνεύματος μόνον, ἀλλὰ καὶ ἀπὸσαρκός. Διὸ καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγε· Γενόμενος ἐκ γυναικὸς, γενόμενος ὑπὸ νόμον. Τὸ μὲν γὰρ Πνεῦμα αὐτὸν διέπλασεν οὕτως, οὐ μὴν ἐξ οὐκ ὄντων· ἐπεὶ τί ἔδει τῆς μήτρας; ἀλλ' ἐκ τῆς σαρκὸς τῆς παρθενικῆς· τὸ δὲ, πῶς, οὐ δύναμαι ἑρμηνεύειν. Τοῦτο δὲ γέγονεν, ἵνα μή τις ἀλλότριον τῆς ἡμετέρας εἶναι νομίσῃ φύσεως τὸ τικτόμενον. Εἰ γὰρ τούτου γενομένου εἰσί τινες οἳ διαπιστοῦσι τῇ τοιαύτῃ γεννήσει, εἰ μὴ τῆς σαρκὸς ἐκοινώνησε τῆς παρθενικῆς, ποῦ οὐκ ἂν ἐξέπεσαν ἀσεβείας οὗτοι; Τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν. Ὁρᾷς Πνεύματος ἀξίαν; Τὸ γὰρ τοῦ Θεοῦ ἔργον φαίνεται ποιοῦν. Ἀνωτέρω μὲν οὖν ἔλεγεν, ὅτι Ἐκ τοῦ Θεοῦ ἐγεννήθησαν· ἐνταῦθα δὲ, ὅτι τὸ Πνεῦμα αὐτοὺς γεννᾷ. Τὸ γεγεννημένον, φησὶν, ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος, πνευματικός ἐστι. Γέννησιν γὰρ ἐνταῦθα οὐ τὴν κατ' οὐσίαν λέγει, ἀλλὰ τὴν κατὰ τιμὴν καὶ χάριν. Εἰ τοίνυν καὶ ὁ Υἱὸς οὕτω γεγέννηται, τί πλέον ἕξει τῶν ἀνθρώπων τῶν οὕτω γεγεννημένων; πῶς δὲ μονογενής ἐστι; Καὶ γὰρ καὶ ἐγὼ ἐκ Θεοῦ γεγέννημαι, ἀλλ' οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ. Εἰ τοίνυν μηδὲ αὐτὸς ἐκ τῆς οὐσίας, τί κατὰ τοῦτο διενήνοχεν ἡμῶν; Εὑρεθήσεται δὲ ἄρα καὶ τοῦ Πνεύματος οὕτως ἐλάττων. Ἡ γὰρ τοιαύτη γέννησις ἐκ τῆς τοῦ Πνεύματος γίνεται χάριτος. Ἆρ' οὖν ἵνα μένῃ Υἱὸς, τῆς παρὰ τοῦ Πνεύματος δεῖται βοηθείας; Καὶ τί ταῦτα Ἰουδαϊκῶν διέστηκε δογμάτων; Εἰπὼν τοίνυν ὁ Χριστὸς, ὅτι ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν· ἐπειδὴ θορυβούμενον πάλιν εἶδεν, ἐπὶ αἰσθητὸν παράδειγμα ἄγει τὸν λόγον. Μὴ θαυμάσῃς γὰρ, φησὶν, ὅτι εἶπόν σοι, ὅτι δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. Τὸ πνεῦμα ὅπου θέλει πνέει. Τῷ γὰρ εἰπεῖν, Μὴ θαυμάσῃς, δείκνυσιν αὐτοῦ τὸν θόρυβον τῆς ψυχῆς, καὶ ἐπὶ τὸ λεπτότερον αὐτὸν ἄγει τῶν σωμάτων. Τῶν μὲν γὰρ σαρκικῶν ἀπήγαγεν εἰπὼν, Τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν. Ἐπειδὴ δὲ οὐκ ᾔδει τί ποτε ἐστὶν ὅ φησιν, Τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν, λοιπὸν αὐτὸν πρὸς ἑτέραν μεταφέρει εἰκόνα, οὔτε εἰς τὴν τῶν σωμάτων ἄγων παχύτητα, οὔτε περὶ ἀσωμάτων καθαρῶς διαλεγόμενος (οὐδὲ γὰρ ἐδύνατο ἀκούων χωρεῖν ἐκεῖνος), ἀλλ' εὑρών τι μέσον σώματός τε καὶ ἀσωμάτου, τὴν τοῦ ἀνέμου φορὰν, ἐντεῦθεν αὐτὸν ἀνάγει. Περὶ γὰρ αὐτοῦ φησὶν, ὅτι Τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Εἰ δὲ λέγει, Ὅπου θέλει πνεῖ, οὐχ ὡς προαίρεσίν τινα τοῦ ἀνέμου ἔχοντος λέγει τοῦτο, ἀλλὰ τὴν ἀπὸ φύσεως φορὰν τὴν ἀκώλυτον καὶ μετ' ἐξουσίας γινομένην δηλῶν. Οἶδε γὰρ ἡ Γραφὴ καὶ περὶ τῶν ἀψύχων οὕτω διαλέγεσθαι, ὡς ὅταν λέγῃ· Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα. Τὸ οὖν, Ὅπου θέλει πνεῖ, τὸ ἀκάθεκτόν ἐστι δηλοῦντος, καὶ ὅτι διαχεῖται πανταχοῦ, καὶ ὁ κωλύων οὐδεὶς τῇδε κἀκεῖσε φέρεσθαι· ἀλλὰ μετὰ πολλῆς τῆς ἐξουσίας σκεδάννυται, καὶ οὐδεὶς ὁ ἰσχύων παρατρέψαι τὴν ῥύμην αὐτοῦ.
520.2.1
Καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις· τουτέστι, τὸν πάταγον, τὸν κτύπον· ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος. Ἐνταῦθά ἐστι τὸ συμπέρασμαἅπαν. Εἰ γὰρ τούτου, φησὶ, τοῦ πνεύματος, οὗ τὴν αἴσθησιν δέχῃ τῇ ἀκοῇ καὶ τῇ ἁφῇ, τὴν ὁρμὴν ἑρμηνεῦσαι οὐκ οἶδας, οὐδὲ τὴν ὁδόν· πῶς τὴν ἀπὸ τοῦ θείου Πνεύματος ἐνέργειαν περιεργάζῃ, τὴν τοῦ ἀνέμου οὐκ ἐπιστάμενος, καίτοι φωνὴν ἀκούων; Τὸ τοίνυν, Ὅπου θέλει πνεῖ, καὶ πρὸς παράστασιν τῆς τοῦ Παρακλήτου εἴρηται ἐξουσίας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ γὰρ τοῦτο οὐδεὶς κατέχει, ἀλλ' ὅπου θέλει φέρεται· πολλῷ μᾶλλον τὴν τοῦ Πνεύματος ἐνέργειαν οὐ φύσεως δυνήσονται νόμοι κατασχεῖν, οὐχ ὅροι σωματικῆς γεννήσεως, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Ὅτι δὲ περὶ ἀνέμου εἴρηται τὸ Τὴν φωνὴν αὐτοῦ ἀκούεις, δῆλον ἐκεῖθεν. Οὐ γὰρ ἂν ἀπίστῳ διαλεγόμενος, καὶ οὐκ εἰδότι τοῦ Πνεύματος τὴν ἐνέργειαν εἶπε, Τὴν φωνὴν αὐτοῦ ἀκούεις. Ὥσπερ οὖν ὁ ἄνεμος οὐ φαίνεται, καίτοι γε φωνὴν διδούς· οὕτως οὐδὲ ἡ τοῦ πνευματικοῦ φαίνεται γέννησις ὀφθαλμοῖς σώματος, καίτοι γε σῶμα ὁ ἄνεμος, εἰ καὶ λεπτότατον τὸ γὰρ αἰσθήσει ὑποβαλλόμενον, σῶμα. Εἰ τοίνυν τὸ σῶμα οὐκ ἀσχάλλεις ὅτι μὴ ὁρᾷς, οὐδὲ ἀπιστεῖς διὰ τοῦτο, τί δήποτε περὶ τοῦ Πνεύματος ἀκούων ἰλιγγιᾷς, καὶ τοσαύτας ἀπαιτεῖς εὐθύνας, ἐπὶ σώματος τοῦτο οὐ ποιῶν; Τί οὖν ὁ Νικόδημος; Ἔτι ἐπὶ τῆς Ἰουδαϊκῆς εὐτελείας μένει, καὶ ταῦτα παραδείγματος οὕτω σαφῶς λεχθέντος αὐτῷ. Ὧ καὶ ἀπορητικῶς πάλιν εἰπόντι, Πῶς δύναται ταῦτα γενέσθαι; λοιπὸν πληκτικώτερον πρὸς αὐτὸν ὁ Χριστὸς διαλέγεται, Σὺ εἶ ὁ διδάσκαλος, λέγων, τοῦ Ἰσραὴλ, καὶ ταῦτα οὐ γινώσκεις; Ὅρα πῶς οὐδαμοῦ πονηρίαν κατηγορεῖ τοῦ ἀνδρὸς, ἀλλ' εὐήθειαν καὶ ἀφέλειαν μᾶλλον. Καὶ τί κοινὸν αὕτη πρὸς τὰ Ἰουδαϊκὰ ἡ γέννησις ἔχει; εἴποι τις ἄν. Τί γὰρ οὐ κοινὸν, εἰπέ μοι; Ὅ τε γὰρ πρῶτος γενόμενος ἄνθρωπος, ἥ τε ἀπὸ τῆς πλευρᾶς γενομένη γυνὴ, καὶ αἱ στεῖραι, καὶ τὰ διὰ τῶν ὑδάτων ἐπιτελεσθέντα, λέγω δὲ τὰ κατὰ τὴν πηγὴν ἐξ ἧς ὁ Ἑλισσαῖος τὸ σιδήριον ἐμετεώρισε, τὰ κατὰ τὴν Ἐρυθρὰν θάλασσαν ἣν διέβησαν οἱ Ἰουδαῖοι, τὰ κατὰ τὴν κολυμβήθραν ἣν ὁ ἄγγελος ἐκίνει, τὰ κατὰ τὸν Σύρον Νεεμὰν τὸν ἐν τῷ Ἰορδάνῃ καθαρθέντα· ταῦτα πάντα τὴν γέννησιν καὶ τὸν καθαρμὸν τὸν μέλλοντα ἔσεσθαι, ὡς ἐν τύπῳ προανεφώνει. Καὶ τὰ παρὰ τῶν προφητῶν εἰρημένα τοῦτον αἰνίττεται τῆς γεννήσεως τὸν τρόπον· οἷον τὸ Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος· τὸ Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου· τὸ Φωτίζου Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται· τὸ Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι. Καὶ ὁ Ἰσαὰκ δὲ τύπος ἦν τῆς γεννήσεως ταύτης. Εἰπὲ γὰρ, ὦ Νικόδημε, πῶς ἐκεῖνος ἐτέχθη; ἆρα νόμῳ φύσεως; Οὐδαμῶς. Οὕτω μέσος ὁ τρόπος ταύτης κἀκείνης τῆς γεννήσεως οὗτος ἦν· ἐκείνης μὲν, ὅτι ἐκ συνουσίας· ταύτης δὲ, ὅτι οὐκ ἐξ αἱμάτων ἐτέχθη. Ἐγὼ δὲ δείκνυμι ὅτι οὐ ταύτην μόνον τὴν γέννησιν, ἀλλὰ καὶ τὴν ἐκ παρθένου προανεφώνουν οὗτοι οἱ τρόποι. Ἐπειδὴ γὰρ οὐκ ἄν τις ῥᾳδίως ἐπίστευσεν ὅτι παρθένος τίκτει, στεῖραι προέλαβον, εἶτα οὐ στεῖραι μόνον, ἀλλὰ καὶ γεγηρακυῖαι. Καίτοι τῆς στείρας πολὺ θαυμαστότερον τὸ ἀπὸ πλευρᾶς γενέσθαι γυναῖκα· ἀλλ' ἐπειδὴ ἐκεῖνο ἀρχαῖον ἦν καὶ παλαιὸν, πάλιν ἄλλος γίνεται τρόπος νέος καὶ πρόσφατος, ὁ τῶν στειρῶν, προοδοποιῶν τῇ πίστει τῆς παρθενικῆς ὠδῖνος. Τούτων οὖν αὐτὸν ἀναμιμνήσκων, ἔλεγε· Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ, καὶ ταῦτα οὐ γινώσκεις; Ὃ οἴδαμεν, λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν, μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐδεὶς λαμβάνει. Ταῦτα ἐπήγαγε, καὶ ἑτέρωθεν πάλιν ἀξιόπιστον τὸν λόγον ποιῶν, καὶ πρὸς τὴν ἀσθένειαν τὴν ἐκείνου συγκαταβαίνων τῇ λέξει.
520.3.1
Τί δέ ἐστιν ὅ φησιν· Ὃ οἴδαμεν, λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν, μαρτυροῦμεν; Ἐπειδὴ καὶ παρ' ἡμῖν ἡ ὄψις ἐστὶ τῶν ἄλλων αἰσθήσεων πιστοτέρα, κἂν βουληθῶμέν τινα πιστώσασθαι, οὕτω λέγομεν, ὅτι τοῖς ὀφθαλμοῖς ἡμῶν ἑωράκαμεν, οὐκ ἐξ ἀκοῆς οἴδαμεν· διὰ τοῦτο καὶ ὁ Χριστὸς ἀνθρωπινώτερον πρὸς αὐτὸν διαλέγεται, τὸν λόγον κἀντεῦθεν πιστούμενος. Καὶ ὅτι τοῦτό ἐστι, καὶ οὐδὲν ἄλλο παραστῆσαι βούλεται, οὐδὲ ὄψιν αἰσθητὴν ἐμφαίνει, δῆλον ἐκεῖθεν. Εἰπὼν γὰρ, Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι καὶ, Τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν, ἐπήγαγεν· Ὃ οἴδαμεν, λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν, μαρτυροῦμεν. Τοῦτο δὲ οὐδέπω γεγεννημένον ἦν. Πῶς οὖν λέγει, Ὃ ἑωράκαμεν; Οὐκ εὔδηλον ὅτι λέγει περὶ τῆς ἀκριβοῦς γνώσεως, καὶ οὐκ ἄλλως ἐχούσης; Καὶ τὴν μαρτυρίαν ἡμῶν οὐδεὶς λαμβάνει. Τὸ μὲν οὖν, Ὃ οἴδαμεν, ἤτοι περὶ ἑαυτοῦ καὶ τοῦ Πατρός φησιν, ἢ περὶ ἑαυτοῦ μόνου· τὸ δὲ, Οὐδεὶς λαμβάνει, οὐ δυσχεραίνοντός ἐστι τὸ ῥῆμα νῦν, ἀλλὰ τὸ γινόμενον ἀπαγγέλλοντος. Οὐ γὰρ εἶπε· Τί δὲ ὑμῶν ἀναισθητότερον γένοιτ' ἂν, οἳ τὰ παρ' ἡμῶν οὕτως ἀκριβῶς ἀπαγγελθέντα οὐ προσίεσθε; ἀλλὰ καὶ διὰ τῶν ἔργων καὶ διὰ τῶν ῥημάτων πᾶσαν ἐπιείκειαν ἐνδεικνύμενος, τούτων μὲν οὐδὲν ἐφθέγξατο, πράως δὲ καὶ ἡμέρως τὸ συμβησόμενον προανεφώνησεν, ἐντεῦθεν εἰς πᾶσαν καὶ ἡμᾶς ἐνάγων πραότητα, καὶ παιδεύων ἡμᾶς, ὅταν πρός τινας διαλεγώμεθα, καὶ μὴ πείθωμεν, μὴ δυσχεραίνειν, μηδὲ ἐκθηριοῦσθαι. Οὐ γὰρ ἔστιν ἀνύσαι τὸν χαλεπαίνοντα, ἀλλὰ καὶ ἀπειθέστερον ἐργάσασθαι μᾶλλον. Διὰ τοῦτο χρὴ τῆς μὲν ὀργῆς ἀπέχεσθαι, πάντοθεν δὲ ἀξιόπιστον ποιεῖν τὸν λόγον, οὐ τῷ μὴ ὀργίζεσθαι μόνον, ἀλλὰ καὶ τῷ μηδὲ κράζειν. Ὕλη γὰρ ὀργῆς ἡ κραυγή. Συμποδίσωμεν τοίνυν τὸν ἵππον, ἵνα καταστρέψωμεν τὸν ἀναβάτην· περικόψωμεν τὰ πτερὰ τοῦ θυμοῦ, καὶ οὐκ ἔτι πρὸς ὕψος ἀρθήσεται τὸ κακόν. Ὀξὺ γὰρ ἡ ὀργὴ πάθος, ὀξὺ, καὶ δεινὸν κλέψαι τὰς ἡμετέρας ψυχάς. Διὰ τοῦτο χρὴ πάντοθεν ἀποφράττειν αὐτῷ τὴν εἴσοδον. Καὶ γὰρ ἄτοπον θηρία μὲν δύνασθαι ἡμεροῦν, τὴν δὲ ἡμετέραν διάνοιαν ἀγριαίνουσαν περιορᾷν. Πῦρ ἐστι σφοδρὸν ὁ θυμὸς πάντα διατρώγων· καὶ γὰρ καὶ σῶμα λυμαίνεται, καὶ ψυχὴν διαφθείρει, καὶ ἀηδῆ κατασκευάζει καὶ αἰσχρὸν ἰδεῖν· καὶ εἰ τὸν ὀργιζόμενον ἦν δυνατὸν ἑαυτῷ δῆλον εἶναι κατὰ τὸν καιρὸν τῆς ὀργῆς, οὐκ ἂν ἑτέρας ἐδεήθη παραινέσεως. Οὐδὲν γὰρ ἀτερπέστερον ὄψεως ὀργιζομένης. Μέθη τις ἐστὶν ἡ ὀργὴ, μᾶλλον δὲ μέθης χαλεπωτέρα, καὶ δαίμονος ἐλεεινοτέρα. Ἀλλ' ἂν μελετήσωμεν μὴ κράζειν, ἀρίστην ὁδὸν φιλοσοφίας εὑρήσομεν. Διὰ τοῦτο ὁ Παῦλος μετὰ τῆς ὀργῆς καὶ τὴν κραυγὴν ἀναιρεῖν γράφει, λέγων· Πᾶσα ὀργὴ καὶ κραυγὴ ἀρθήτω ἀφ' ὑμῶν. Οὐκοῦν πειθώμεθα τῷ πάσης φιλοσοφίας διδασκάλῳ· καὶ ὅταν ὀργιζώμεθα πρὸς τοὺς οἰκέτας, τὰ ἁμαρτήματα τὰ ἑαυτῶν ἐννοῶμεν, καὶ τὴν ἐπιείκειαν αἰσχυνώμεθα τὴν ἐκείνων. Ὅταν γὰρ σὺ ὑβρίζῃς, ἐκεῖνος δὲ σιγῇ φέρῃ τὴν ὕβριν, καὶ σὺ μὲν ἀσχημονῇς, ἐκεῖνος δὲ φιλοσοφῇ, τοῦτο ἀντὶ πάσης δέχου νουθεσίας. Εἰ γὰρ καὶ οἰκέτης ἐστὶν, ἀλλ' ἄνθρωπος καὶ ψυχὴν ἔχων ἀθάνατον, καὶ τοῖς αὐτοῖς παρὰ τοῦ κοινοῦ Δεσπότου τιμηθεὶς δώροις. Εἰ δὲ ὁ ἐν τοῖς μείζοσι καὶ πνευματικωτέροις ὁμότιμος ἡμῖν ὢν, δι' ἀνθρωπίνην τινὰ εὐτελῆ καὶ μικρὰν ὑπεροχὴν οὕτω πράως φέρει τὰ παρ' ἡμῶν, τίνος ἂν εἴημεν συγγνώμης ἄξιοι ἢ ποίας ἀπολογίας ἡμεῖς, οἱ διὰ τὸν τοῦ Θεοῦ φόβον μὴ δυνάμενοι φιλοσοφεῖν, μᾶλλον δὲ οὐ βουλόμενοι, ὥσπερ ἐκεῖνος διὰ τὸν ἡμέτερον; Ταῦτα οὖν ἅπαντα λογιζόμενοι, καὶ τὰ ἁμαρτήματα ἡμῶν ἐννοοῦντες, καὶ τὸ κοινὸν τῆς ἀνθρωπίνης φύσεως, μελετῶμεν ἠρέμα πανταχοῦ φθέγγεσθαι, ἵνα ταπεινοὶ τῇ καρδίᾳ γενόμενοι, ταῖς ψυχαῖς ἡμῶν ἀνάπαυσιν εὕρωμεν, τήν τε παροῦσαν, τήν τε μέλλουσαν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.. 10 ΟΜΙΛΙΑ ΚΖʹ. Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε; Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐ ρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ.
520.4.1
Ὃ πολλάκις εἶπον, τοῦτο καὶ νῦν ἐρῶ, καὶ οὐ παύσομαι λέγων. Τί δὲ τοῦτό ἐστιν; Ὅτι μέλλων ὁ Ἰησοῦς ὑψηλῶν ἅπτεσθαι δογμάτων, διὰ τὴν τῶν ἀκουόντων ἀσθένειαν ἑαυτὸν κατέχει πολλάκις, καὶ οὐ συνεχῶς τοῖς ἀξίοις τῆς μεγαλωσύνης αὐτοῦ λόγοις ἐνδιατρίβει, ἀλλὰ μᾶλλον τοῖς συγκατάβασιν ἔχουσι. Τὸ μὲν γὰρ ὑψηλὸν καὶ μέγα, καὶ ἅπαξ λεχθὲν, ἱκανὸν παραστῆσαι τὴν ἀξίαν ἐκείνην, καθόσον ἡμῖν ἀκοῦσαι δυνατόν· τὰ δὲ ταπεινότερα καὶ ἐγγὺς τῆς τῶν ἀκροωμένων διανοίας, εἰ μὴ διηνεκῶς ἐλέγετο, οὐ ταχέως κατέσχε τὰ ὑψηλὰ τὸν χαμαίζηλον ἀκροατήν. Διὰ δὴ τοῦτό ἐστι καὶ τὰ πλείονα ταπεινότερα τῶν ὑψηλῶν εἰρημένα παρ' αὐτοῦ. Ἀλλ' ἵνα μὴ τοῦτο ἑτέραν τινὰ ἐργάσηται βλάβην πάλιν, κατέχον κάτω τὸν μαθητὴν, οὐχ ἁπλῶς τὰ καταδεέστερα τίθησιν, ἂν μὴ πρότερον εἴπῃ καὶ τὴν αἰτίαν δι' ἣν ταῦτα λέγει· ὃ δὴ καὶ ἐνταῦθα πεποίηκεν. Ἐπειδὴ γὰρ εἶπε περὶ τοῦ βαπτίσματος ἅπερ εἶπε, καὶ τῆς κατὰ χάριν γεννήσεως τῆς ἐν τῇ γῇ γινομένης, βουλόμενος καὶ εἰς τὴν γέννησιν καθεῖναι τὴν ἑαυτοῦ τὴν ἀπόῤῥητον ἐκείνην καὶ ἄφραστον, τέως διαβαστάζει, καὶ οὐ καθίησιν· εἶτα καὶ τὴν αἰτίαν λέγει, δι' ἣν οὐ καθίησι. Τίς δέ ἐστιν αὕτη; Ἡ παχύτης καὶ ἡ ἀσθένεια τῶν ἀκουόντων. Καὶ ταύτην αἰνιττόμενος ἐπήγαγε λέγων· Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε; Ὥστε ὅπουπερ ἂν εἴπῃ μέτριόν τι καὶ ταπεινὸν, τῇ τῶν ἀκουόντων ἀσθενείᾳ λογιστέον αὐτό. Τὰ δὲ ἐπίγεια ἐνταῦθα τινὲς μὲν περὶ τοῦ ἀνέμου φασὶν εἰρῆσθαι· τουτέστιν, εἰ καὶ ὑπόδειγμα ἀπὸ τῶν ἐπιγείων ἔδωκα, καὶ οὐδὲ οὕτως ἐπείσθητε, πῶς δυνήσεσθε τὰ ὑψηλότερα μαθεῖν; Εἰ δὲ τὸ βάπτισμα ἐπίγειον ἐνταῦθα λέγοι, μὴ θαυμάσῃς. Ἢ γὰρ διὰ τὸ ἐν τῇ γῇ τελεῖσθαι, ἢ πρὸς σύγκρισιν τῆς ἑαυτοῦ γεννήσεως τῆς φρικωδεστάτης ἐκείνης ὀνομάζων οὕτως αὐτὸ καλεῖ. Εἰ γὰρ καὶ ἐπουράνιος αὕτη ἡ γέννησις, ἀλλὰ πρὸς ἐκείνην παραβαλλομένη τὴν ἀληθῆ, καὶ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας οὖσαν, ἐπίγειός ἐστι. Καὶ καλῶς οὐκ εἶπεν, Οὐχὶ νοεῖτε, ἀλλ', Οὐ πιστεύετε. Ὅταν μὲν γὰρ πρὸς ἐκεῖνά τις δυσκολαίνῃ, ἃ διὰ τοῦ νοῦ λαβεῖν ἔστι, καὶ μὴ ῥᾳδίως καταδέχηται, εἰκότως ἂν ἄνοιαν ἐγκαλοῖτο· ὅταν δὲ ταῦτα μὴ δέχηται, ἃ λογισμῷ μὲν οὐκ ἔστι λαβεῖν, πίστει δὲ μόνῃ, οὐκ ἔτι ἀνοίας, ἀλλ' ἀπιστίας ἐστὶ τὸ ἔγκλημα. Ἀπάγων οὖν αὐτὸν τοῦ μὴ ζητεῖν λογισμοῖς τὸ λεχθὲν, σφοδρότερον αὐτοῦ καθικνεῖται, ἀπιστίαν ἐγκαλῶν. Εἰ δὲ τὴν ἡμετέραν πίστει χρὴδέχεσθαι γέννησιν, τίνος ἂν εἶεν ἄξιοι οἱ τὴν τοῦ Μονογενοῦς λογισμοῖς περιεργαζόμενοι; Ἀλλ' ἴσως εἴποι τις ἂν, καὶ τίνος ἕνεκεν ἐλέγετο ταῦτα, εἰ μὴ ἔμελλον πιστεύειν οἱ ἀκούοντες; Ὅτι εἰ καὶ ἐκεῖνοι μὴ ἐπίστευον, ἀλλ' οἱ μετ' αὐτοὺς ἔμελλον αὐτὰ δέχεσθαι καὶ κερδαίνειν. Καθικνούμενος τοίνυν αὐτοῦ σφοδρότατα, δείκνυσι λοιπὸν ὅτι οὐ ταῦτα οἶδε μόνον, ἀλλὰ καὶ ἕτερα πολλῷ πλείω τούτων καὶ μείζω Ὅθεν καὶ τοῦτο διὰ τῆς ἐπαγωγῆς ἐδήλωσεν, οὕτως εἰπών· Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ. Καὶ ποία αὕτη ἡ ἀκολουθία, φησί; Μεγίστη μὲν οὖν, καὶ σφόδρα τοῖς ἔμπροσθεν συνᾴδουσα. Ἐπειδὴ γὰρ ἐκεῖνος εἶπεν, ὅτι Οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος, τοῦτο αὐτὸ διορθοῦται, μονονουχὶ λέγων· μὴ νομίσῃς με οὕτως εἶναι διδάσκαλον ὡς τοὺς πολλοὺς τῶν προφητῶν ἀπὸ γῆς ὄντας. Ἐξ οὐρανοῦ γὰρ πάρειμι νῦν. Τῶν μὲν γὰρ προφητῶν οὐδεὶς ἀναβέβηκεν ἐκεῖ· ἐγὼ δὲ ἐκεῖ διατρίβω. Εἶδες πῶς καὶ τὸ σφόδρα δοκοῦν ὑψηλὸν εἶναι, σφόδρα ἀνάξιον αὐτοῦ τῆς μεγαλωσύνης ἐστίν; Οὐ γὰρ ἐν οὐρανῷ μόνον ἐστὶν, ἀλλὰ καὶ πανταχοῦ, καὶ πάντα πληροῖ. Ἀλλ' ἔτι πρὸς τὴν ἀσθένειαν τοῦ ἀκροατοῦ διαλέγεται, κατὰ μικρὸν αὐτὸν ἀνάγειν βουλόμενος. Υἱὸν δὲ ἀνθρώπου ἐνταῦθα οὐ τὴν σάρκα ἐκάλεσεν, ἀλλ' ἀπὸ τῆς ἐλάττονος οὐσίας ὅλον ἑαυτὸν, ἵν' οὕτως εἴπω, ὠνόμασε νῦν. Καὶ γὰρ τοῦτο ἔθος αὐτῷ, πολλάκις μὲν ἀπὸ τῆς θεότητος, πολλάκις δὲ ἀπὸ τῆς ἀνθρωπότητος τὸ πᾶν καλεῖν. Καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, φησὶν, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου. Πάλιν καὶ τοῦτο δοκεῖ ἀπηρτῆσθαι τῶν ἔμπροσθεν, πολλὴν δὲ καὶ αὐτὸ τὴν συνάφειαν ἔχει. Εἰπὼν γὰρ τὴν μεγίστην εἰς ἀνθρώπους γεγεννημένην εὐεργεσίαν διὰ τοῦ βαπτίσματος, ἐπάγει καὶ τὴν ταύτης αἰτίαν, καὶ ἐκείνης οὐκ ἐλάττονα, τὴν διὰ τοῦ σταυροῦ. Ὥσπερ οὖν καὶ Παῦλος Κορινθίοις διαλεγόμενος, ταύτας ὁμοῦ τίθησι τὰς εὐεργεσίας, οὕτω λέγων· Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; Μάλιστα γὰρ πάντων τὰ δύο ταῦτα τὴν ἄφατον αὐτοῦ δείκνυσιν ἀγάπην, ὅτι τε ὑπὲρ ἐχθρῶν ἔπαθε, καὶ ὅτι ἀποθανὼν ὑπὲρ ἐχθρῶν, διὰ τοῦ βαπτίσματος ὁλόκληρον τῶν ἁμαρτημάτων τὴν συγχώρησιν ἐδωρήσατο.
520.5.1
Τίνος δὲ ἕνεκεν οὐκ εἶπε σαφῶς, ὅτι μέλλω σταυροῦσθαι, ἀλλ' ἐπὶ τὸν παλαιὸν παρέπεμψε τύπον τοὺς ἀκροατάς; Πρῶτον μὲν, ἵνα μάθωσιν ὅτι συγγενῆ τὰ παλαιὰ τοῖς καινοῖς, καὶ οὐκ ἀλλότρια τούτων ἐκεῖνα· ἔπειτα ἵνα γνῷς, ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἤρχετο· καὶ ἔτι πρὸς τούτοις ἵνα μάθῃς, ὅτι οὔτε αὐτῷ τις ἀπὸ τοῦ πράγματος γίνεται βλάβη, καὶ πολλοῖς ἐντεῦθεν τίκτεται σωτηρία. Ἵνα γὰρ μή τις λέγῃ, καὶ πῶς ἔνι εἰς τὸν σταυρωθέντα πιστεύσαντας σωθῆναι, ὅταν καὶ αὐτὸς ὑπὸ θανάτου κατεσχημένοςᾖ; ἐπὶ τὴν παλαιὰν ἡμᾶς ἱστορίαν ἄγει. Εἰ γὰρ πρὸς εἰκόνα χαλκῆν ὄφεως ἰδόντες Ἰουδαῖοι διέφυγον θάνατον· πολλῷ μᾶλλον οἱ εἰς τὸν ἐσταυρωμένον πιστεύοντες, εἰκότως καὶ πολλῷ μείζονος ἀπολαύσονται τῆς εὐεργεσίας. Οὐ γὰρ διὰ τὴν ἀσθένειαν τοῦ σταυρουμένου, οὐδὲ διὰ τὸ περιγενέσθαι Ἰουδαίους τοῦτο γίνεται, ἀλλ' ἐπειδὴ Ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, διὰ τοῦτο ὁ ἔμψυχος αὐτοῦ ναὸς σταυροῦται. Ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν, μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Ὁρᾷς τὴν τοῦ σταυροῦ αἰτίαν, καὶ τὴν ἐξ αὐτοῦ σωτηρίαν; ὁρᾷς τοῦ τύπου πρὸς τὴν ἀλήθειαν τὴν συγγένειαν; Ἐκεῖ θάνατον διέφυγον Ἰουδαῖοι, ἀλλὰ τὸν πρόσκαιρον· ἐνταῦθα τὸν αἰώνιον οἱ πιστεύοντες. Ἐκεῖ δήγματα ὄφεων ἰᾶτο ὁ κρεμάμενος ὄφις, ἐνταῦθα τοῦ νοητοῦ δράκοντος ἐθεράπευσε τὰς πληγὰς ὁ σταυρωθεὶς Ἰησοῦς· ἐκεῖ ὁ τοῖς ὀφθαλμοῖς τούτοις βλέπων ἐθεραπεύετο, ἐνταῦθα ὁ τοῖς τῆς διανοίας ὀφθαλμοῖς ὁρῶν, πάντα ἀποτίθεται τὰ ἁμαρτήματα· ἐκεῖ χαλκὸς τὸ κρεμάμενον ἦν εἰς σχῆμα ὄφεως διατυπωθεὶς, ἐνταῦθα σῶμα δεσποτικὸν ὑπὸ Πνεύματος κατασκευασθέν. Ὄφις ἔδακνεν ἐκεῖ, καὶ ὄφις ἰᾶτο· οὕτω καὶ ἐνταῦθα θάνατος ἀπώλεσε, καὶ θάνατος ἔσωσεν. Ἀλλ' ὁ μὲν ἀπολλὺς ὄφις, ἰὸν εἶχεν· ὁ δὲ σώζων, ἰοῦ καθαρὸς ἦν. Καὶ ἐνταῦθα τὸ αὐτὸ πάλιν· ὁ μὲν γὰρ ἀπολλὺς θάνατος ἁμαρτίαν εἶχεν, ὥσπερ τὸν ἰὸν ὁ ὄφις· ὁ δὲ τοῦ Δεσπότου, ἁμαρτίας πάσης ἀπήλλακτο, ὥσπερ οὖν ὁ χαλκοῦς ὄφις, ἰοῦ. Ἁμαρτίαν γὰρ, φησὶν, οὐκ ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ. Καὶ τοῦτό ἐστιν, ὅ φησι Παῦλος· Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παῤῥησίᾳ θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. Καθάπερ γάρ τις ἀθλητὴς γενναῖος, ὅταν ἐπὶ μετεώρου τὸν ἀνταγωνιστὴν ἄρας καὶ καταῤῥάξας, λαμπροτέραν ἀποφαίνῃ τὴν νίκην· οὕτω καὶ ὁ Χριστὸς, τῆς οἰκουμένης ἁπάσης ὁρώσης, τὰς ἀντικειμένας δυνάμεις κατέβαλε, καὶ τοὺς ἐπὶ τῆς ἐρημίας πληττομένους ἰασάμενος, πάντων τῶν θηρίων ἀπήλλαξε κρεμασθεὶς ἐπὶ τοῦ σταυροῦ. Ἀλλ' οὐκ εἶπε, κρεμασθῆναι δεῖ, ἀλλ', Ὑψωθῆναι. Ὅπερ γὰρ εὐφημότερον εἶναι ἐδόκει διὰ τὸν ἀκροώμενον, καὶ ἐγγὺς τοῦ τύπου, τοῦτο τέθεικεν. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὅτι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Μὴ θαυμάσῃς ὅτι ἐγὼ μέλλω ὑψοῦσθαι, ἵνα σωθῆτε ὑμεῖς. Καὶ γὰρ καὶ τῷ Πατρὶ τοῦτο δοκεῖ, καὶ αὐτὸς οὕτως ὑμᾶς ἠγάπησεν, ὡς ὑπὲρ τῶν δούλων δοῦναι τὸν Υἱὸν, καὶ δούλων ἀγνωμόνων. Καίτοι οὐκ ἄν τις οὐδὲ ὑπὲρ φίλου τοῦτο ποιήσειεν, [οὐδὲ ὑπὲρ δικαίου ταχέως, ὅπερ καὶ ὁ Παῦλος δηλῶν ἔλεγε·] Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται. Ἀλλ' ἐκεῖνος μὲν πλατύτερον, ἐπειδὴ πρὸς πιστοὺς διελέγετο· ἐνταῦθα δὲ συνεσταλμένως μὲν ὁ Χριστὸς, ἐπειδὴ πρὸς Νικόδημον ἦν ὁ λόγος, ἐμφαντικώτερον δέ. Καὶ γὰρ ἑκάστη λέξις πολλὴν ἔχει τὴν ἔμφασιν. Τῷ τε γὰρ εἰπεῖν, Οὕτως ἠγάπησε, καὶ τῷ, Ὁ Θεὸς τὸν κόσμον, πολλὴν δείκνυσι τῆς ἀγάπης τὴν ἐπίτασιν. Πολὺ γὰρ τὸ μέσον καὶ ἄπειρον ἦν. Ὁ γὰρ ἀθάνατος, ὁ ἄναρχος, ἡ μεγαλωσύνη ἡ ἀπέραντος, τοὺς ἀπὸ γῆς καὶ σποδοῦ, τοὺς μυρίων γέμοντας ἁμαρτημάτων, τοὺς διὰ παντὸς προσκεκρουκότας τοῦ χρόνου, τοὺς ἀγνώμονας, τούτους ἠγάπησε. Καὶ τὰ μετὰ ταῦτα δὲ πάλινὁμοίως ἐμφαντικὰ, ἅπερ ἐπήγαγε λέγων· Ὅτι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν· οὐ δοῦλον, οὐκ ἄγγελον, οὐκ ἀρχάγγελόν φησι. Καίτοι γε οὐδ' ἂν περὶ παῖδά τις τοσαύτην ἐπεδείξατο σπουδὴν, ὅσην περὶ τοὺς οἰκέτας τοὺς ἀγνώμονας ὁ Θεός. Τὸ μὲν οὖν πάθος οὐ σφόδρα γυμνῶς τίθησιν, ἀλλὰ συνεσκιασμένως· τὸ δὲ ἀπὸ τοῦ πάθους κέρδος, σαφῶς καὶ ἀνακεκαλυμμένως, λέγων οὕτως· Ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν, μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Ἐπειδὴ γὰρ εἶπεν, Ὑψωθῆναι δεῖ, καὶ τὸν θάνατον ᾐνίξατο, ἵνα μὴ κατηφὴς ὁ ἀκροατὴς ἀπὸ τούτων γένηται τῶν ῥημάτων, ἀνθρώπινόν τι περὶ αὐτοῦ ὑποπτεύων, καὶ τὸν θάνατον αὐτοῦ νομίζων ἀνυπαρξίαν εἶναι, σκόπει πῶς αὐτὸ διορθοῦται, Υἱόν τε Θεοῦ λέγων εἶναι τὸν διδόμενον, καὶ ζωῆς αἴτιον εἶναι, καὶ ζωῆς αἰωνίου. Οὐκ ἂν δὲ ὁ τοῖς ἄλλοις ζωὴν παρέχων διὰ τοῦ θανάτου, αὐτὸς ἔμελλεν εἶναι ἐν τῷ θανάτῳ διηνεκῶς. Εἰ γὰρ οἱ πιστεύοντες εἰς τὸν ἐσταυρωμένον οὐκ ἀπόλλυνται, πολλῷ μᾶλλον αὐτὸς σταυρωθεὶς οὐκ ἀπολεῖται. Ὁ γὰρ τῶν ἄλλων τὴν ἀπώλειαν ἀναιρῶν, πολλῷ μᾶλλον αὐτὸς ταύτης ἀπήλλακται· ὁ τοῖς ἄλλοις παρέχων ζωὴν, πολλῷ μᾶλλον ἑαυτῷ πηγάζει ζωήν. Ὁρᾷς ὅτι πανταχοῦ πίστεως χρεία; Τὸν γὰρ σταυρὸν πηγὴν ζωῆς εἶναί φησιν, ὃ λογισμὸς μὲν οὐκ ἂν ῥᾳδίως παραδέξαιτο· καὶ μαρτυροῦσιν ἔτι καὶ νῦν Ἕλληνες καταγελῶντες· ἡ δὲ τὴν τῶν λογισμῶν ἀσθένειαν ὑπερβαίνουσα πίστις, ῥᾳδίως ἂν αὐτὸ καὶ δέξαιτο καὶ κατάσχοι. Πόθεν δὲ οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον; Ἄλλοθεν μὲν οὐδαμόθεν, ἐξ ἀγαθότητος δὲ μόνης.
520.6.1
Ἐντραπῶμεν τοίνυν αὐτοῦ τὴν ἀγάπην· αἰσχυνθῶμεν τῆς φιλανθρωπίας τὴν ὑπερβολήν. Αὐτὸς μὲν γὰρ οὐδὲ τοῦ Μονογενοῦς ἐφείσατο δι' ἡμᾶς· ἡμεῖς δὲ καὶ χρημάτων φειδόμεθα καθ' ἑαυτῶν. Αὐτὸς καὶ τὸν γνήσιον Υἱὸν ἔδωκεν ὑπὲρ ἡμῶν· ἡμεῖς δὲ οὐδὲ ἀργυρίου καταφρονοῦμεν ὑπὲρ αὐτοῦ, ἀλλ' οὐδὲ ὑπὲρ ἡμῶν. Καὶ πῶς ἂν εἴη ταῦτα συγγνώμης ἄξια; Κἂν μὲν ἄνθρωπον ἴδωμεν κινδύνους καὶ θανάτους ὑπὲρ ἡμῶν καταδεξάμενον, πάντων προτίθεμεν, καὶ ἐν τοῖς πρώτοις ἀριθμοῦμεν τῶν φίλων, καὶ πάντα αὐτῷ τὰ ἡμέτερα ἐγχειρίζομεν, καὶ αὐτοῦ μᾶλλον ἢ ἡμέτερα εἶναί φαμεν· καὶ οὐδὲ οὕτως ἡγούμεθα ἀντίδοσιν ἀξίαν αὐτῷ διδόναι. Ἐπὶ δὲ τοῦ Χριστοῦ οὐδὲ τοῦτο τὸ μέτρον τῆς εὐγνωμοσύνης φυλάττομεν· ἀλλ' ἐκεῖνος μὲν τὴν ψυχὴν ἔθηκεν ὑπὲρ ἡμῶν, καὶ τὸ αἷμα τὸ τίμιον ἐξέχεε δι' ἡμᾶς, τοὺς οὐκ εὔνους οὐδὲ ἀγαθοὺς γεγενημένους· ἡμεῖς δὲ οὐδὲ χρήματα χέομεν δι' ἑαυτοὺς, ἀλλὰ περιορῶμεν αὐτὸν γυμνὸν καὶ ξένον ὑπὲρ ἡμῶν ἀποθανόντα. Καὶ τίς ἡμᾶς τῆς μελλούσης ἐξαιρήσεται κολάσεως; Εἰ γὰρ μὴ ὁ Θεὸς, ἀλλ' ἡμεῖς ἑαυτοὺς ἐκολάζομεν, ἆρα οὐκ ἂν καθ' ἑαυτῶν τὴν ψῆφον ἐξηνέγκαμεν; ἆρα οὐκ ἂν τὸ τῆς γεέννης ἑαυτοὺς κατεδικάσαμεν πῦρ, τὸν ὑπὲρ ἡμῶν τὴν ψυχὴν θέντα λιμῷ τηκόμενον περιορῶντες; Καὶ τί λέγω χρήματα; Εἰ γὰρ μυρίας εἴχομεν ψυχὰς, οὐχ ἁπάσας ὑπὲρ αὐτοῦ θεῖναι ἐχρῆν; Καίτοι γε οὐδὲ οὕτως ἄξιόν τι τῆς εὐεργεσίας ἐποιήσαμεν ἄν. Ὁ μὲν γὰρ πρώτως εὐεργετῶν, φανερὰν ἐπιδείκνυται τὴν χρηστότητα· ὁ δὲ εὐεργετηθεὶς, ὅ τι ἂν ἀντιδῷ, ὀφειλὴν ἀποδίδωσιν, οὐ χάριν κατατίθεται· καὶ μάλιστα ὅταν ὁ κατάρξας ἐχθροὺς εὐεργετῶν εἴη, καὶ ὁ ἀντιδιδοὺς καὶ εἰς εὐεργέτην κατατιθῆται τὰ γινόμενα, καὶ αὐτὸς αὐτῶν ἀπολαύῃ πάλιν. Ἀλλ' ἡμᾶς οὐδὲταῦτα ἐφέλκεται· ἀλλ' οὕτως ἐσμὲν ἀγνώμονες, ὡς οἰκέταις μὲν καὶ ἡμιόνοις καὶ ἵπποις περιδέραια χρυσᾶ περιτιθέναι, τὸν δὲ Δεσπότην γυμνὸν περιϊόντα, καὶ θύρας ἐκ θυρῶν ἀμείβοντα, καὶ ἀεὶ πρὸς ταῖς ἐξόδοις ἱστάμενον καὶ χεῖρας ἐκτείνοντα περιορᾷν, πολλάκις δὲ καὶ ἀπηνεῖ βλέπειν αὐτὸν ὀφθαλμῷ· καίτοι γε καὶ τοῦτο αὐτὸ δι' ἡμᾶς ὑπομένει. Ἡδέως γὰρ πεινᾷ, ἵνα σὺ τραφῇς· καὶ γυμνὸς περίεισιν, ἵνα σοι παράσχῃ τοῦ τῆς ἀφθαρσίας ἐνδύματος τὴν ὑπόθεσιν. Ἀλλ' οὐδὲ οὕτω προΐεσθε τῶν ὑμετέρων οὐδέν· ἀλλὰ τῶν ἱματίων τὰ μέν ἐστι σητόβρωτα, τὰ δὲ ἄχθος τῷ κιβωτίῳ, καὶ περιττὴ φροντὶς τοῖς κεκτημένοις· ὁ δὲ καὶ ταῦτα καὶ τὰ ἄλλα πάντα δεδωκὼς, γυμνὸς περίεισιν. Ἀλλ' οὐκ ἐν τῷ κιβωτίῳ αὐτὰ ἀποτίθεσθε, ἀλλ' αὐτοὶ περιβεβλημένοι καλλωπίζεσθε; Εἰπὲ, τί τὸ πλέον ὑμῖν ἀπὸ τούτων; Ἵνα τὸ τῶν ἀγοραίων ἴδῃ πλῆθος ὑμᾶς; Καὶ τί τοῦτο; Οὐ γὰρ τὸν περικείμενόν σε ταῦτα θαυμάσονται, ἀλλὰ τὸν τοῖς δεομένοις παρέχοντα. Ὥστε εἰ βούλει θαυμάζεσθαι, ἑτέρους περιβάλλων, μᾶλλον μυρίων ἀπολαύσῃ κρότων. Τότε σε καὶ ὁ Θεὸς ἐπαινέσεται μετὰ τῶν ἀνθρώπων. Νυνὶ δὲ ἐπαινέσεται μὲν οὐδεὶς, φθονήσουσι δὲ ἅπαντες, τὸμὲν σῶμα κοσμούμενον ὁρῶντες, τὴν δὲ ψυχὴν ἠμελημένην ἔχοντα. Οὗτος καὶ γυναιξὶ πόρναις πρόσεστιν ὁ κόσμος· πολλάκις δὲ καὶ πολυτελέστερα καὶ φαιδρότερα παρ' ἐκείναις τὰ ἱμάτια· ὁ δὲ τῆς ψυχῆς κόσμος παρὰ τοῖς ἐν ἀρετῇ ζῶσι μόνον ἐστί. Ταῦτα συνεχῶς λέγω, καὶ λέγων οὐ παύσομαι, οὐ πενήτων οὕτω κηδόμενος, ὡς τῶν ὑμετέρων ψυχῶν. Ἐκείνοις μὲν γὰρ, κἂν μὴ παρ' ἡμῶν, ἀλλ' ὅμως ἑτέρωθεν ἔσται τις παραμυθία· κἂν μὴ γένηται παραμυθία, ἀλλὰ λιμῷ διαφθαρῶσιν, οὐδὲν μέγα τὸ τῆς ζημίας αὐτοῖς. Τί γὰρ ἔβλαψε τὸν Λάζαρον ἡ πενία καὶ τὸ λιμῷ τήκεσθαι; Ὑμᾶς δὲ οὐδεὶς ἐξαιρήσεται τῆς γεέννης, ἂν μὴ τῆς παρὰ τῶν πενήτων τύχητε βοηθείας. Ἀλλ' ἐροῦμεν τὰ αὐτὰ τῷ πλουσίῳ, τῷ διηνεκῶς μὲν τηγανιζομένῳ, παραμυθίας δὲ μηδεμιᾶς τυγχάνοντι. Ἀλλὰ μὴ γένοιτο, μηδένα ταῦτα ἀκοῦσαί ποτε τὰ ῥήματα, ἀλλ' εἰς τοὺς κόλπους Ἀβραὰμ ἀπελθεῖν· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.