In Joannem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1.1
Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης. Διαλεχθεὶς περὶ τοῦ Θεοῦ Λόγου τὰ κατεπείγοντα ἐν προοιμίοις ἡμῖν, ὁδῷ καὶ τάξει προβαίνων, καὶ ἐπὶ τὸν τοῦ Λόγου κήρυκα τὸν ὁμώνυμον αὐτοῦ τὸν Ἰωάννην ἔρχεται λοιπόν. Σὺ δὲ ἀκούων, ὅτι παρὰ Θεοῦ ἀπεστάλη, μηδὲν λοιπὸν ἀνθρώπινον εἶναι νόμιζε τῶν λεγομένων παρ' ἐκείνου. Οὐ γὰρ τὰ αὐτοῦ, ἀλλὰ τὰ τοῦ πέμψαντος ἅπαντα φθέγγεται. Διὸ καὶ ἄγγελος προσηγόρευται· ἀγγέλου δὲ ἀρετὴ, τὸ μηδὲν ἴδιον εἰπεῖν Τὸ δὲ, Ἐγένετο, ἐνταῦθα οὐ τῆς εἰς τὸ εἶναι παρόδου δηλωτικὸν, ἀλλὰ τῆς ἀποστολῆς ἐστιν αὐτῆς. Τὸ γὰρ, Ἐγένετο ἀπεσταλμένος παρὰ Θεοῦ, ἀντὶ τοῦ, ἀπεστάλη παρὰ Θεοῦ. Πῶς οὖν τὸ, Ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐ περὶ τῆς πρὸς τὸν Πατέρα ἀπαραλλαξίας εἰρῆσθαί φασι διὰ τὸ μὴ προσκεῖσθαι τὸ ἄρθρον; Ἰδοὺ γὰρ καὶ ἐνταῦθα οὐδαμοῦ τὸ ἄρθρον πρόσκειται. Ἆρ' οὖν οὐ περὶ τοῦ Πατρὸς εἴρηται; Τί οὖν ἐροῦμεν τῷ Προφήτῃ λέγοντι, ὅτι Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου; Τὸ μὲν ἐμοῦ καὶ σοῦ, δύο προσώπων ἐστὶ δηλωτικόν. Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Τί τοῦτο; ὁ δοῦλος τῷ δεσπότῃ μαρτυρεῖ, ἴσως εἴποι τις ἄν; Ὅταν οὖν μὴ μόνον ὑπὸ τοῦ δούλου μαρτυρούμενον αὐτὸν, 59. 60 ἀλλὰ καὶ παραγινόμενον ἴδῃς πρὸς αὐτὸν, καὶ μετὰ Ἰουδαίων βαπτιζόμενον ὑπ' αὐτοῦ· ἆρ' οὐ μᾶλλον ἐκστήσῃ καὶ διαπορήσεις; Ἀλλ' οὐ χρὴ ταράττεσθαι οὐδὲ θορυβεῖσθαι, ἀλλ' ἐκπλήττεσθαι τὴν ἄφατον ἀγαθότητα. Ἂν δὲ ἐπιμένῃ τις ἔτι ἰλιγγιῶν καὶ θορυβούμενος, ἐρεῖ καὶ πρὸς αὐτὸν τοῦτο, ὃ καὶ πρὸς Ἰωάννην εἶπεν· Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Εἰ δὲ καὶ ἐπὶ πλεῖον ταραχθείη, πάλιν ἐρεῖ ἃ πρὸς τοὺς Ἰουδαίους ἔφησε καὶ πρὸς αὐτὸν, ὅτι Παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὐ λαμβάνω. Εἰ τοίνυν μὴ δεῖται τῆς μαρτυρίας ταύτης, τίνος ἕνεκεν ἀπεστάλη παρὰ Θεοῦ ὁ Ἰωάννης; Οὐχ ὡς αὐτοῦ δεομένου μαρτυρίας (τοῦτο γὰρ τῆς ἐσχάτης βλασφημίας ἐστὶν), ἀλλὰ διατί; Αὐτὸς ὁ Ἰωάννης διδάσκει λέγων· Ἵνα πάντες πιστεύσωσι δι' αὐτοῦ. Καὶ αὐτὸς δὲ ὁ Χριστὸς εἰπὼν, ὅτι Παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὐ λαμβάνω, ἵνα μὴ δόξῃ παρὰ τοῖς ἀνοήτοις ἑαυτῷ περιπίπτειν· νῦν μὲν λέγων, Ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ· καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ· τὸν γὰρ Ἰωάννην ἐδήλου· νῦν δὲ λέγων, Παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὐ λαμβάνω· ἐπήγαγε τὴν λύσιν ταχέως, εἰπών· Ἀλλὰ ταῦτα λέγω δι' ὑμᾶς, ἵνα 59. 61 σωθῆτε· ὡσανεὶ ἔλεγεν· Ὅτι μὲν Θεός εἰμι, καὶ Θεοῦ γνήσιος Υἱὸς, καὶ τῆς οὐσίας ἐκείνης τῆς ἀκηράτου καὶ μακαρίας, [καὶ] οὐδενὸς δέομαι τοῦ μαρτυρήσοντος. Κἂν γὰρ μηδεὶς ἐθέλῃ τοῦτο ποιεῖν, οὐδὲν ἐγὼ παρὰ τοῦτο εἰς τὴν φύσιν ἠλάττωμαι τὴν ἐμήν. Ἐπειδὴ δὲ τῆς σωτηρίας μοι μέλει τῆς τῶν πολλῶν, τούτου χάριν εἰς τοῦτο κατέβην ταπεινότητος, ὡς καὶ ἀνθρώπῳ τὴν μαρτυρίαν ἐπιτρέψαι τὴν ἐμήν. Διὰ γὰρ τὸ χαμαίζηλον καὶ ἀσθενὲς τῶν Ἰουδαίων, οὕτως εὐληπτοτέρα αὐτοῖς καὶ εὐκολωτέρα ἔμελλεν ἡ εἰς αὐτὸν γίνεσθαι πίστις. Ὥσπερ οὖν σάρκα περιεβάλετο, ἵνα μὴ γυμνῇ τῇ θεότητι προσβαλὼν, ἅπαντας ἀπολέσῃ· οὕτω καὶ κήρυκα ἄνθρωπον ἐξέπεμψεν, ἵνα τῆς συγγενοῦς ἀκούοντες φωνῆς, εὐκολώτερον οἱ τότε ἀκούοντες προσέρχωνται. Ἐπεὶ ὅτι γε τῆς ἐκείνου οὐδὲν ἐδεῖτο μαρτυρίας, ἤρκει δεῖξαι μόνον ἑαυτὸν ὅστις ἦν γυμνῇ τῇ οὐσίᾳ, καὶ καταπλήξασθαι πάντας. Ἀλλὰ τοῦτο οὐκ ἐποίησε, δι' ὅπερ ἔφθην εἰπών· πάντας γὰρ ἂν ἠφάνισε, μηδενὸς δυναμένου τὴν ἀπρόσιτον ἐκείνην τοῦ φωτὸς προσβολὴν ἐνεγκεῖν. Διὰ τοῦτο καὶ σάρκα, καθάπερ ἔφθην εἰπὼν, ὑπέδυ, καὶ ἑνὶ τῶν ἡμετέρων ὁμοδούλων ἐγχειρίζει τὴν μαρτυρίαν· ἐπειδὴ πάντα πρὸς τὴν τῶν ἀνθρώπων ἐπραγματεύσατο σωτηρίαν, οὐ πρὸς τὴν ἀξίαν μόνον τὴν ἑαυτοῦ, ἀλλὰ καὶ πρὸς τὸ εὐπαράδεκτον καὶ ὠφέλιμον τοῖς ἀκούουσιν ὁρῶν. Ὅπερ οὖν καὶ αὐτὸς αἰνιττόμενος ἔλεγεν· Ταῦτα λέγω δι' ὑμᾶς, ἵνα σωθῆτε. Καὶ ὁ εὐαγγελιστὴς δὲ τὰ αὐτὰ τῷ Δεσπότῃ φθεγγόμενος, μετὰ τὸ εἰπεῖν, Ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς, ἐπήγαγεν, Ἵνα πάντες πιστεύσωσι δι' αὐτοῦ, μονονουχὶ λέγων· Μὴ νομίσῃς ὅτι διὰ τοῦτο μαρτυρήσων ἦλθεν ὁ Βαπτιστὴς Ἰωάννης, ἵνα τι τῷ Δεσπότῃ προσθῇ εἰς ἀξιοπιστίας λόγον· οὐ διὰ τοῦτο, ἀλλ' ἵνα οἱ ὁμόφυλοι πιστεύσωσι δι' αὐτοῦ. Ὅτι γὰρ ταύτην προανελεῖν τὴν ὑποψίαν σπεύδων τοῦτο εἴρηκε, καὶ ἐκ τῶν μετὰ ταῦτα δῆλον· ἐπήγαγε γὰρ, Οὐκ ἦν ἐκεῖνος, λέγων, τὸ φῶς. Εἰ δὲ μὴ πρὸς τὴν ὑπόνοιαν ταύτην ἱστάμενος ἐπανέλαβε τοῦτο, παρεῖλκεν ἁπλῶς τὸ λεγόμενον, καὶ ταυτολογία μᾶλλον, ἢ σαφήνεια διδασκαλίας ἦν. Εἰπὼν γὰρ, ὅτι ἀπεστάλη, 59. 62 Ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς, τί πάλιν λέγει, Οὐκ ἦν ἐκεῖνος τὸ φῶς; Οὐχ ἁπλῶς οὐδὲ μάτην· ἀλλ' ἐπειδὴ ὡς τὰ πολλὰ παρ' ἡμῖν μείζων ὁ μαρτυρῶν τοῦ μαρτυρουμένου, καὶ ἀξιοπιστότερος πολλάκις εἶναι δοκεῖ· ἵνα μή τις καὶ ἐπὶ τοῦ Ἰωάννου τοῦτο ὑποπτεύσῃ, ἐκ προοιμίων εὐθέως τὴν πονηρὰν ταύτην ὑποψίαν ἀναιρεῖ, καὶ πρόῤῥιζον αὐτὴν ἀνασπάσας, δείκνυσι τίς μὲν οὗτος ὁ μαρτυρῶν, τίς δὲ ἐκεῖνος ὁ μαρτυρούμενος, καὶ ὅσον τὸ μέσον τοῦ τε μαρτυρουμένου καὶ τοῦ μαρτυροῦντός ἐστι. Καὶ τοῦτο ποιήσας, καὶ δείξας αὐτοῦ τὴν ἀσύγκριτον ὑπεροχὴν, οὕτω μετὰ ἀδείας λοιπὸν καὶ τῷ λειπομένῳ ἐπεξέρχεται λόγῳ· καὶ εἴ τι τῶν ἀτόπων ἦν ταῖς τῶν ἀνοητοτέρων ὑφορμοῦν διανοίαις, τοῦτο ἐκ μέσου μετὰ ἀκριβείας ἄρας, οὕτως ἅπασι μετ' εὐκολίας λοιπὸν καὶ ἀκωλύτως τὸν τῆς διδασκαλίας ἐφεξῆς ἐνίησι λόγον. Εὐξώμεθα δὴ λοιπὸν μετὰ τῆς τῶν νοημάτων τούτων ἀποκαλύψεως, καὶ τῆς τῶν δογμάτων ὀρθότητος, καὶ βίον ἡμῖν γενέσθαι καθαρὸν καὶ πολιτείαν λαμπράν. Ἐπειδὴ τούτων ὄφελος οὐδὲν, ἔργων μὴ παρόντων ἡμῖν ἀγαθῶν. Κἂν γὰρ ἅπασαν τὴν πίστιν ἔχωμεν καὶ τὴν τῶν Γραφῶν κατανόησιν, τῆς δὲ ἀπὸ τοῦ βίου προστασίας ὦμεν ἔρημοι καὶ γυμνοὶ, οὐδὲν τὸ κωλύον εἰς τὸ τῆς γεέννης ἀπενεχθῆναι πῦρ, καὶ εἰς ἄπειρον ὑπὸ τῆς ἀσβέστου κατακαίεσθαι φλογός. Ὥσπερ γὰρ οἱ τὰ ἀγαθὰ πράξαντες, ἀναστήσονται εἰς ζωὴν αἰώνιον· οὕτως οἱ τὰ ἐναντία τετολμηκότες, εἰς αἰώνιον κόλασιν καὶ πέρας οὐδέποτε ἔχουσαν. Διὸ πᾶσαν ἐπιδειξώμεθα σπουδὴν, ὥστε μὴ τὸ γενόμενον ἡμῖν ἀπὸ τῆς ὀρθῆς πίστεως κέρδος διαφθεῖραι τῇ τῶν ἔργων φαυλότητι, ἀλλὰ καὶ ἐντεῦθεν εὐδοκιμήσαντες μετὰ παῤῥησίας ἰδεῖν τὸν Χριστόν. Ταύτης γὰρ ἴσον οὐδὲν τῆς μακαριότητος εἴη ποτ' ἄν. Γένοιτο δὲ πάντας ἐπιτυχόντας τῶν εἰρημένων, εἰς δόξαν Θεοῦ πάντα πράττειν, ᾧ ἡ δόξα ἅμα τῷ μονογενεῖ Υἱῷ καὶ τῷ Πνεύματι τῷ ἁγίῳ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.