Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Joannem
John ChrysostomJoan 80 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
80.0.1
Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἐπῆρε τοὺς ὀφθαλ μοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν, καὶ εἶπε· Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε.
80.1.1
Ὁ ποιήσας καὶ διδάξας, φησὶν, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· καὶ μάλα εἰκότως. Τὸ μὲν γὰρ διὰ ῥημάτων φιλοσοφεῖν, εὔκολον· ἡ δὲ διὰ τῶν ἔργων ἐπίδειξις, γενναίου τινὸς καὶ μεγάλου. Διὸ καὶ ὁ Χριστὸς περὶ ἀνεξικακίας διαλεγόμενος, μέσον ἑαυτὸν προτίθησι, κελεύων ἐκεῖθεν λαμβάνειν τὰ ὑποδείγματα. Διὰ τοῦτο καὶ μετὰ τὴν παραίνεσιν ταύτην ἐπὶ εὐχὴν τρέπεται, παιδεύων ἡμᾶς ἐν τοῖς πειρασμοῖς πάντα ἀφέντας ἐπὶ τὸν Θεὸν καταφεύγειν. Ἐπειδὴ γὰρ εἶπεν, Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε, καὶ κατέσεισεν αὐτῶν τὰς ψυχὰς, διὰ τῆς εὐχῆς ἀνίστησι πάλιν. Ὡς γὰρ ἀνθρώπῳ τέως προσεῖχον. Καὶ δι' ἐκείνους ταῦτα ποιεῖ, ὥσπερ οὖν καὶ ἐπὶ Λαζάρου, καὶ λέγει τὴν αἰτίαν, ὅτι Διὰ τὸν ὄχλον τὸν παρεστῶτα εἶπον, ἵνα πιστεύσωσιν, ὅτι σύ με ἀπέστειλας. Ναὶ, φησίν· ἀλλ' ἐπὶ μὲν τῶν Ἰουδαίων εἰκότως ταῦτα ἐγίνετο· ἐπὶ δὲ τῶν μαθητῶν τίνος ἕνεκεν; Καὶ ἐπὶ τῶν μαθητῶν εἰκότως. Οἱ γὰρ μετὰ τοσαῦτα λέγοντες, Νῦν οἴδαμεν, ὅτι πάντα οἶδας, μάλιστα πάντων βεβαιωθῆναι ἐδέοντο. Ἄλλως δὲ, οὐδὲ εὐχὴν ὁ εὐαγγελιστὴς τὸ πρᾶγμα καλεῖ· ἀλλὰ τί φησιν; Ἦρε τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν, καὶ διάλεξιν αὐτὸ πρὸς τὸν Πατέρα μᾶλλον εἶναί φησιν. Εἰ δὲ ἀλλαχοῦ λέγει εὐχὴν, καὶ δείκνυσιν αὐτὸν ποτὲ μὲν ἐπὶ γόνατα καμπτόμενον, ποτὲ δὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν αἴροντα, μὴ θορυβηθῇς. Διὰ γὰρ τούτων παιδευόμεθα τὸ ἐκτενὲς τὸ ἐν ταῖς δεήσεσιν, ἵνα καὶ ἑστῶτες ἀναβλέπωμεν, μὴ τοῖς ὀφθαλμοῖς τῆς σαρκὸς μόνον, ἀλλὰ καὶ τῆς διανοίας· καὶ ἵνα κάμπτωμεν τὰ γόνατα, τὴν ἑαυτῶν καρδίαν συντρίβοντες. Ἦλθε γὰρ ὁ Χριστὸς, οὐχ ἑαυτὸν δεῖξαι μόνον, ἀλλὰ καὶ ἀρετὴν παιδεύσων ἄφατον. Τὸν δὲ παιδεύοντα οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων παιδεύειν χρή. Ἀκούσωμεν τοίνυν τί φησιν ἐνταῦθα· Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε. Πάλιν δείκνυσιν ἡμῖν ὅτι οὐκ ἄκων ἐπὶ τὸν σταυρὸν ἔρχεται. Πῶς γὰρ, ὁ καὶ εὐχόμενος τοῦτο γενέσθαι, καὶ δόξαν τὸ πρᾶγμα καλῶν, οὐκ αὐτοῦ μόνου τοῦ σταυρουμένου, ἀλλὰ καὶ τοῦ Πατρός; Ἐπεὶ καὶ οὕτως ἐγένετο· οὐ γὰρ ὁ Υἱὸς μόνον, ἀλλὰ καὶ ὁ Πατὴρ ἐδοξάσθη. Πρὸ μὲν γὰρ τοῦ σταυροῦ οὐδὲ Ἰουδαῖοι αὐτὸν ᾔδεσαν· Ἰσραὴλ γάρ με, φησὶν, οὐκ ἔγνω· μετὰ δὲ τὸν σταυρὸν ἡ οἰκουμένη ἅπασα προσέδραμεν. Εἶτα λέγει καὶ τὸν τρόπον τῆς δόξης, καὶ πῶς αὐτὸν δοξάσει. Καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκὸς, ἵνα πᾶν, ὃ δέδωκας αὐτῷ, μὴ ἀπόληται. Τὸ γὰρ εὐεργετεῖν ἀεὶ, τῷ Θεῷ δόξα. Τί δέ ἐστι, Καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός; Τέως δείκνυσιν, ὅτι οὐκ εἰς Ἰουδαίους μόνους τὰ τοῦ κηρύγματός ἐστι συνεσταλμένα, ἀλλὰ καὶ εἰς τὴν οἰκουμένην ἐκτείνεται πᾶσαν, καὶ προκαταβάλλεται προοίμια τῶν ἐθνῶν. Ἐπειδὴ γὰρ εἶπεν· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε· μέλλει δὲ μετὰ ταῦτα λέγειν, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, δείκνυσι καὶ τὸν Πατέρα τοῦτο βουλόμενον. Σφόδρα γὰρ τοῦτο ἐσκανδάλιζεν Ἰουδαίους, καὶ τοὺς μαθητὰς δέ. Οὐδὲ γὰρ μετὰ ταῦτα εὐκόλως ἠνείχοντο τῶν ἐθνῶν ἅπτεσθαι, ἕως τὴν τοῦ Πνεύματος ἔλαβον διδασκαλίαν· καὶ γὰρ οὐ μικρὸν σκάνδαλον ἐντεῦθεν Ἰουδαίοις ἐγίνετο. Μετὰ οὖν τὴν τοσαύτην τοῦ Πνεύματος ἐπίδειξιν, εἰς τὰ Ἱεροσόλυμα παραγενόμενος ὁ Πέτρος, μόλις ἴσχυσεν τὰ ἐγκλήματα διαφυγεῖν, εἰπὼν τὰ κατὰ τὴν σινδόνα. Τί δέ ἐστιν, Ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός; Πότε ἄρα τὴν ἐξουσίαν ταύτην ἔλαβεν, ἐρήσομαι τοὺς αἱρετικούς; πρὸ τοῦ πλάσαι αὐτοὺς, ἢ μετὰ τὸ πλάσαι; Αὐτὸς μὲν γάρ φησι, μετὰ τὸ σταυρωθῆναι καὶ ἀναστῆναι. Τότε γοῦν λέγει· Ἐδόθη μοι πᾶσα ἐξουσία. Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Τί οὖν; οὐκ εἶχεν ἐξουσίαν τῶν ἔργων τῶν ἑαυτοῦ· ἀλλ' ἐποίησε μὲν αὐτοὺς, ἐξουσίαν δὲ αὐτῶν οὐκ εἶχε μετὰ τὸ ποιῆσαι; Καὶ μὴν φαίνεται πάντα αὐτὸς ποιῶν, καὶ ἐν τοῖς ἄνω χρόνοις, καὶ τοὺς μὲν κολάζων ὡς ἁμαρτάνοντας, τοὺς δὲ διορθούμενος ἐπιστρέφοντας (Οὐ μὴ κρύψω γὰρ, φησὶν, ἀπὸ τοῦ παιδός μου Ἀβραὰμ, ὃ ἐγὼ μέλλω ποιεῖν)· τοὺς δὲ καὶ τιμῶν ὡς κατορθοῦντας. Εἶτα τότε μὲν εἶχε, νῦν δὲ ἀπώλεσε, καὶ πάλιν ἔλαβε; Καὶ ποῖος ἂν ταῦτα δαίμων ἐφθέγξατο; Εἰ δὲ ἡ αὐτὴ ἐξουσία καὶ τότε καὶ νῦν (Ὥσπερ ὁ Πατὴρ ἐγείρει, φησὶ, τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ), τί ἐστι τὸ εἰρημένον; Ἔμελλεν αὐτοὺς πέμπειν εἰς τὰ ἔθνη· ἵν' οὖν μὴ νομίσωσι καινοτομίαν εἶναι διὰ τὸ λέγειν, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ, δείκνυσι καὶ τῷ Πατρὶ τοῦτο δοκοῦν. Εἰ δὲ μετὰ πολλῆς αὐτὸ τῆς εὐτελείας φθέγγεται, θαυμαστὸν οὐδέν· οὕτω γὰρ κἀκείνους ᾠκοδόμει τότε, καὶ τοὺς μετὰ ταῦτα· καὶ ὅπερ εἶπον, ἀεὶ τῇ τῆς εὐτελείας ὑπερβολῇ σφόδρα ἔπειθεν ὅτι συγκαταβάσεως ἦν τὰ εἰρημένα.
80.2.1
Τί δέ ἐστι, Πάσης σαρκός; Οὐ γὰρ δὴ πάντες ἐπίστευσαν. Καὶ μὴν, τὸ αὐτοῦ μέρος, πάντες ἐπίστευσαν· εἰ δὲ μὴ προσεῖχον τοῖς λεγομένοις, οὐ τοῦ διδάσκοντος τὸ ἔγκλημα, ἀλλὰ τῶν μὴ δεχομένων. Ἵνα πᾶν, ὃ δέδωκας αὐτῷ, δῷ αὐτοῖς ζωὴν αἰώνιον. Εἰ δὲ καὶ ἐνταῦθα ἀνθρωπινώτερον φθέγγεται, μὴ θαυμάσῃς. Τῶν τε γὰρ εἰρημένων αἰτιῶν ἕνεκεν τοῦτο ποιεῖ, καὶ φυλαττόμενος ἀεὶ τὸ αὐτός τι περὶ ἑαυτοῦ λέγειν μέγα, ἐπειδὴ τοῦτο προσίστατο τοῖς ἀκροωμένοις, διὰ τὸ μηδὲν μέγα περὶ αὐτοῦ φαντάζεσθαι τέως. Ὁ γοῦν Ἰωάννης, ὅταν ἐξ οἰκείου φθέγγηται προσώπου, οὐχ οὕτω ποιεῖ, ἀλλ' ἐπὶ τὸ ὑψηλότερον ἀνάγει τὸν λόγον, οὕτω λέγων· Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· καὶ ὅτι Ζωὴ ἦν, καὶ ὅτι Φῶς ἦν, καὶ ὅτι Εἰς τὰ ἴδια ἦλθεν· οὐχ ὅτι οὐκ εἶχεν ἐξουσίαν, εἰ μὴ ἔλαβεν· ἀλλ' ὅτι καὶ ἑτέροις ἔδωκεν Ἐξουσίαν τοῦ γενέσθαι τέκνα Θεοῦ. Καὶ ὁ Παῦλος ὁμοίως ἴσον αὐτὸν λέγει τῷ Θεῶ. Αὐτὸς δὲ ἀνθρωπινώτερον αἰτεῖ οὕτω λέγων· Ἵνα πᾶν, ὃ δέδωκας αὐτῷ, δῷ αὐτοῖς ζωὴν αἰώνιον. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Μόνον ἀληθινὸν Θεὸν, πρὸς ἀντιδιαστολὴν τῶν οὐκ ὄντων θεῶν φησι. Καὶ γὰρ εἰς τὰ ἔθνη αὐτοὺς πέμπειν ἔμελλεν. Εἰ δὲ οὐκ ἀνέξονται, ἀλλὰ διὰ τοῦτο μόνον ἐκβάλλουσι τοῦ εἶναι ἀληθινὸν Θεὸν τὸν Υἱὸν, οὕτω προϊόντες καὶ τὸ Θεὸν εἶναι ἐκβάλλουσι. Καὶ γάρ φησι· Τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε. Τί οὖν; οὐκ ἔσται Θεὸς ὁ Υἱός; Εἰ δὲ Θεὸς ὁ Υἱὸς, καὶ μόνου τοῦ Πατρὸς λεγομένου, εὔδηλον ὅτι καὶ ἀληθινὸς, καὶ μόνου ἀληθινοῦ καλουμένου. Τί δέ; ὅταν λέγῃ Παῦλος· Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας; ἆρα ἐκβάλλει τὸν Βαρνάβαν; Οὐδαμῶς· τὸ γὰρ, Μόνος, πρὸς ἀντιδιαστολὴν ἑτέρων κεῖται. Εἰ δὲ οὐκ ἀληθινὸς Θεὸς, πῶς ἀλήθεια; ἐπιπολὺ γὰρ τοῦ ἀληθινοῦ ἡ ἀλήθεια διαφέρει. Τὸν μὴ ἀληθινὸν ἄνθρωπον εἶναι τί ἐροῦμεν, εἰπέ μοι; οὐχὶ οὐδὲ ἄνθρωπον; Οὕτως, εἰ ἀληθινὸς Θεὸς οὐκ ἔστιν ὁ Υἱὸς, πῶς ἐστι Θεός; πῶς δὲ ἡμᾶς θεοὺς ποιεῖ καὶ υἱοὺς, μὴ ὢν ἀληθής; Ἀλλ' ὑπὲρ τούτων ἀκριβέστερον ἡμῖν ἐν ἑτέροις εἴρηται· διὸ τῶν ἑξῆς ἐχώμεθα. Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς. Καλῶς εἶπε, Ἐπὶ τῆς γῆς· ἐν γὰρ τῷ οὐρανῷ δεδόξαστο, ἔν τε τῇ φύσει τὴν δόξαν ἔχων, καὶ παρὰ τῶν ἀγγέλων προσκυνούμενος. Οὐ τοίνυν περὶ ἐκείνης τῆς δόξης φησὶ, τῆς τῇ οὐσίᾳ αὐτοῦ συγκεκληρωμένης (ἐκείνην γὰρ τὴν δόξαν, κἂν μηδεὶς αὐτὸν δοξάσῃ, μένει πεπληρωμένην ἔχων), ἀλλὰ ταύτην φησὶ τὴν ἀπὸ τῆς τῶν ἀνθρώπων λατρείας γινομένην. Οὐκοῦν καὶ τὸ, Δόξασόν με, τοιοῦτόν ἐστιν. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτον τὸν τρόπον τῆς δόξης φησὶν, ἄκουσον τῶν ἑξῆς· Τὸ ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι ἵνα ποιήσω αὐτό. Καίτοι γε ἀρχὴν ἔτι τὸ πρᾶγμα εἶχε, μᾶλλον δὲ οὐδὲ ἀρχήν. Πῶς οὖν λέγει, Ἐτελείωσα; Ἢ ὅτι τὸ ἐμαυτοῦ πᾶν ἐποίησα· ἢ ὅτι τὸ ἐσόμενον ὡς ἤδη γεγενημένον λέγει· ἢ ὃ μάλιστα πάντων ἐστὶν εἰπεῖν, ὅτι τὸ πᾶν ἦν ἤδη γεγενημένον τῷ τὴν ῥίζαν τῶν ἀγαθῶν καταβεβλῆσθαι, ᾗ πάντως ἐξ ἀνάγκης ἔμελλον ἕψεσθαι οἱ καρποὶ, καὶ τὸ τοῖς μέλλουσι μετὰ ταῦτα γίνεσθαι, αὐτὸν παρεῖναι καὶ συνεφάπτεσθαι. Διὰ τοῦτο πάλιν συγκαταβατικῶς φησιν. Ὃ ἔδωκάς μοι. Εἰ γὰρ δὴ περιέμενεν ἀκοῦσαι καὶ μαθεῖν, πολὺ ταῦτα τῆς δόξης αὐτοῦ ἀποδέοντα ἂν εἴη. Ὅτι γὰρ ἐξ οἰκείας ἐπὶ τοῦτο γνώμης ἦλθε, πολλαχόθεν δῆλον. Ὡς ὅταν λέγῃ Παῦλος, ὅτι Οὕτως ἠγάπησεν ἡμᾶς, ὥστε παραδοῦναι ἑαυτὸν ὑπὲρ ἡμῶν· καὶ, Ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών· καὶ πάλιν, Καθὼς ἠγάπησέ με ὁ Πατὴρ, κἀγὼ ἠγάπησα ὑμᾶς. Δόξασόν με σὺ, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Καὶ ποῦ ἡ δόξα ἐκείνη; ἔστω μὲν γὰρ, παρὰ ἀνθρώποις εἰκότως ἄδοξος ἦν διὰ τὸ περικείμενον ἔνδυμα· πῶς καὶ παρὰ Θεῷ δοξασθῆναι ζητεῖ; Τί οὖν ἐνταῦθά φησι; Περὶ τῆς οἰκονομίας ὁ λόγος· ἐπεὶ οὔπω δεδόξαστο τῆς σαρκὸς ἡ φύσις, οὐδὲ ἀφθαρσίας ἀπολαύσασα, οὔτε τοῦ θρόνου κοινωνήσασα τοῦ βασιλικοῦ. Διὰ τοῦτο οὐκ εἶπεν, Ἐπὶ τῆς γῆς, ἀλλὰ, Παρὰ σοί.
80.3.1
Ταύτης καὶ ἡμεῖς ἀπολαυσόμεθα τῆς δόξης κατὰ τὸ ἡμέτερον μέτρον, ἐὰν νήφωμεν. Διὰ τοῦτο καὶ Παῦλός φησιν· Εἴπερ συμπάσχωμεν, ἵνα καὶ συνδοξασθῶμεν. Μυρίων ἄρα ἄξιοι δακρύων οἱ, τοσαύτης προκειμένης δόξης, διὰ νωθείαν καὶ ὕπνον ἐπιβουλεύοντες ἑαυτοῖς· καὶ εἰ γέεννα μὴ ἦν, ἀθλιώτεροι πάντων, οἷς βασιλεῦσαι παρὸν καὶ συνδοξασθῆναι τῷ Υἱῷ τοῦ Θεοῦ, τοσούτων ἑαυτοὺς ἀποστεροῦντες ἀγαθῶν. Εἰ γὰρ κατακοπῆναι ἔδει, εἰ γὰρ μυρίους ἀποθανεῖν θανάτους, εἰ μυρίας ἐπιδοῦναι ψυχὰς, καὶ τοσαῦτα σώματα καθ' ἑκάστην ἡμέραν· οὐκ ἔδει τοσαῦτα ὑποστῆναι ὑπὲρ τοσαύτης δόξης; Νῦν δὲ οὐδὲ χρημάτων καταφρονοῦμεν, ὧνπερ ὕστερον καὶ ἄκοντες ἀποστησόμεθα· οὐ καταφρονοῦμεν χρημάτων, τῶν μυρίοις ἡμᾶς περιβαλλόντων κακοῖς, τῶν ἐνταῦθα μενόντων, τῶν οὐχ ἡμῶν. Τὰ γὰρ οὐχ ἡμῶν διοικοῦμεν, κἂν πατρῷα ἔχωμεν. Ὅταν δὲ καὶ γέεννα προσῇ, καὶ σκώληξ ἀτελεύτητος, καὶ ἄσβεστον πῦρ, καὶ βρυγμὸς ὀδόντων· πῶς οἴσομεν ταῦτα; εἰπέ μοι. Μέχρι τίνος οὐ διαβλέπομεν, ἀλλ' εἰς μάχας καθημερινὰς, καὶ φιλονεικίας, καὶ λόγους ἀνονήτους τὸ πᾶν δαπανῶμεν, τὴν γῆν τρέφοντες, τὸ σῶμα πιαίνοντες, καὶ τῆς ψυχῆς ἀμελοῦντες, τῶν μὲν ἀναγκαίων οὐδένα ποιούμενοι λόγον, τῶν δὲ περιττῶν καὶ ἀνονήτων πολλὴν τὴν φροντίδα; Καὶ λαμπροὺς μὲν οἰκοδομοῦμεν τάφους, καὶ ὠνούμεθα πολυτελεῖς οἰκίας, καὶ παντοδαπῶν οἰκετῶν ἀγέλας περισύρομεν, καὶ οἰκονόμους διαφόρους ἐπινοοῦμεν, ἀγρῶν, οἰκιῶν, χρημάτων ἄρχοντας, καὶ ἄρχοντας ἀρχόντων καθιστῶντες· τῆς δὲ ψυχῆς ἠρημωμένης οὐδεὶς ἡμῖν λόγος. Καὶ τί τούτων ἔσται τὸ πέρας; οὐχὶ μίαν γαστέρα πληροῦμεν; οὐχὶ ἓν σῶμα περιβάλλομεν; τίς ὁ πολὺς τῶν πραγμάτων θόρυβος; τί δήποτε, καὶ διατί τὴν ψυχὴν, ἣν ἐλάχομεν, κατακόπτομεν, σπαράττομεν εἰς τὴν τῶν τοιούτων λειτουργίαν, χαλεπὴν ἑαυτοῖς ἐπινοοῦντες δουλείαν; Ὁ γὰρ πολλῶν δεόμενος, πολλῶν δοῦλός ἐστι, κἂν δοκῇ κρατεῖν τούτων. Ἐπεὶ καὶ τῶν οἰκετῶν δοῦλός ἐστιν ὁ δεσπότης, καὶ θεραπείας ἕτερον εἰσφέρει τρόπον μείζονα· καὶ ἄλλως δὲ δοῦλος, χωρὶς ἐκείνων οὐκ εἰς ἀγορὰν ἐμβαλεῖν τολμῶν. οὐκ εἰς βαλανεῖον, οὐκ εἰς ἀγρόν· οὗτοι δὲ πολλάκις χωρὶς ἐκείνου πανταχοῦ περιίασιν. Ἀλλ' ὁ δοκῶν εἶναι κύριος, ἂν μὴ παρῶσιν οἱ δοῦλοι, οὐ τολμᾷ προελθεῖν οἴκοθεν, ἀλλὰ κἂν προκύψῃ τῆς οἰκίας μόνος, καταγέλαστον ἑαυτὸν εἶναι νομίζει. Τάχα τινὲς γελῶσιν ἡμᾶς ταῦτα λέγοντας· ἀλλὰ δι' αὐτὸ μὲν τοῦτο μυρίων δακρύων ἄξιοι ἂν εἶεν. Ὅτι γὰρ δουλεία τοῦτο, ἡδέως ἄν σε ἐροίμην· ἐβούλου δεῖσθαι τοῦ τὸν ψωμὸν τῷ στόματί σου προστιθέντος, ἢ τὴν κύλικα τοῖς χείλεσι προσάγοντος; οὐχὶ δακρύων ἐνόμιζες ἀξίαν εἶναι τὴν διακονίαν ταύτην; Τί δὲ, εἰ βασταζόντων τινῶν ἐδέου πρὸς τὸ βαδίζειν διηνεκῶς, οὐκ ἂν σεαυτὸν ἐλεεινὸν καὶ ἀθλιώτερον ταύτῃ πάντων ἐνόμισας; Οὐκοῦν καὶ νῦν οὕτω διακεῖσθαι ἔδει. Οὐδὲν γὰρ διαφέρει, εἴτε ὑπὸ ἀλόγων, εἴτε ὑπὸ ἀνθρώπων ταῦτά τις πάσχει. Τί δὲ, εἰπέ μοι, οὐχὶ καὶ ταύτῃ διεστήκασιν ἡμῶν οἱ ἄγγελοι, ὅτι οὐ δέονται ὅσων ἡμεῖς; Οὐκοῦν ὅσῳ μὲν ἂν ἐλαττόνων δεόμεθα, τοσούτῳ πρὸς ἐκείνους ὁδεύομεν· ὅσῳ δὲ ἂν πλειόνων, τοσούτῳ πρὸς τὸν ἐπίκηρον τοῦτον καταπίπτομεν βίον. Καὶ ἵνα μάθῃς, ὅτι ταῦτα οὕτως ἔχει, ἐρώτησον τοὺς γεγηρακότας ποῖον μακαρίζουσι βίον, τὸν ὅτε ἐκρατοῦντο μάτην, ἢ τὸν ὅτε αὐτῶν κρατοῦσι νῦν; Διὰ γὰρ τοῦτο αὐτοὺς ἐκείνους ἐκαλέσαμεν, ἐπειδὴ οἱ ἐν νεότητι μεθύοντες οὐδὲ ἴσασι τῆς δουλείας τὴν ὑπερβολήν. Τί δὲ οἱ πυρέττοντες, ὅταν πολλὰ διψῶντες πολλὰ πίνωσι καὶ πολλῶν δέωνται, ἢ ὅταν ὑγιάναντες ἀπαλλαγῶσι τῆς ἐπιθυμίας, ἑαυτοὺς μακαρίζουσιν; Ὁρᾷς, ὅτι πανταχοῦ τὸ πολλῶν δεῖσθαι ἐλεεινὸν, καὶ πόῤῥω φιλοσοφίας, καὶ δουλείας καὶ ἐπιθυμίας ἐπίτασις; Τί τοίνυν ἑκόντες ἐπιτείνομεν ἑαυτοῖς ἀθλιότητα; Εἰπὲ γάρ μοι, εἴ γε ἦν χωρὶς στέγης καὶ τοίχων μηδὲν βλαπτόμενον οἰκεῖν, οὐκ ἂν εἵλου τοῦτο μᾶλλον; τίνος οὖν ἕνεκεν τὰ σύμβολα τῆς ἀσθενείας ἐπιτείνεις; Οὐ διὰ τοῦτο τὸν Ἀδὰμ μακαρίζομεν, ὅτι οὐδενὸς ἐδεῖτο, οὐκ οἰκημάτων, οὐκ ἐνδύματων; Ναὶ, φησίν· ἀλλὰ νῦν ἐν χρείᾳ καθεστήκαμεν. Τί τοίνυν τὴν χρείαν αὔξομεν; Εἰ γὰρ πολλοὶ καὶ τῶν τῆς χρείας πολλὰ περικόπτουσι (δούλους λέγω, καὶ οἰκήματα, καὶ χρήματα), τίνα ἂν ἔχοιμεν ἀπολογίαν, τὴν χρείαν ὑπερβαίνοντες; Ὅσῳ ἂν πλείονα περιβάλλῃ, τοσούτῳ δουλικώτερος γέγονας. Ὅσῳ γὰρ ἂν πλειόνων δεηθῇς, τοσούτῳ τὴν ἐλευθερίαν ἐπετέμου. Ἡ μὲν γὰρ ἀκριβὴς ἐλευθερία, τὸ μηδενὸς ὅλως δεῖσθαι· ἡ δὲ μετ' ἐκείνην, τὸ ὀλίγων δεῖσθαι, ἣν ἄγγελοι μάλιστα ἔχουσι καὶ οἱ τούτων μιμηταί. Τὸ δὲ καὶ ἐν θνητῷ σώματι μένοντας κατορθῶσαι τοῦτο, ἐννόησον ἡλίκον ἔχει τὸν ἔπαινον. Τοῦτο καὶ ὁ Παῦλος ἔλεγε Κορινθίοις γράφων· Ἐγὼ δὲ ὑμῶν φείδομαι· καὶ, Ἵνα μὴ θλίψιν τῇ σαρκὶ ἔξωσιν οἱ τοιοῦτοι. Διὰ τοῦτο χρήματα λέγεται, ἵνα χρώμεθα εἰς δέον, οὐχ ἵνα φυλάττωμεν καὶ κατορύττωμεν· τοῦτο γὰρ οὐκ ἔστι κτήσασθαι, ἀλλὰ κτηθῆναι. Εἰ γὰρ τοῦτο μέλλοιμεν σκοπεῖν, ὅπως αὐτὰ πολλὰ ποιήσαιμεν, οὐχ ἵνα ἀπολαύσωμεν εἰς δέον, ἀνέστραπται ἡ τάξις, καὶ ἐκεῖνα ἡμᾶς κέκτηται, οὐχ ἡμεῖς ἐκεῖνα. Ἀπαλλαγῶμεν τοίνυν τῆς χαλεπῆς ταύτης δουλείας, καὶ γενώμεθά ποτε ἐλεύθεροι. Τί μυρίους ἑαυτοῖς ἐπινοοῦμεν καὶ ποικίλους δεσμούς; Οὐκ ἀρκεῖ σοι τῆς φύσεως ὁ δεσμὸς, καὶ τῆς ζωῆς ἡ ἀνάγκη, καὶ ὁ τῶν μυρίων πραγμάτων ὄχλος· ἀλλὰ καὶ ἕτερα σεαυτῷ πλέκεις δίκτυα, καὶ τοῖς ποσὶ περιβάλλεις; Καὶ πότε ἐπιλήψῃ τοῦ οὐρανοῦ, καὶ πρὸς τὸ ὕψος στῆναι ἐκεῖνο δυνήσῃ; Ἀγαπητὸν γὰρ, ἀγαπητὸν, πάντα ταῦτα διακόψαντα τὰ σχοινία δυνηθῆναι ἐπιλαβέσθαι τῆς ἄνω πόλεως· τοσαῦτα ἕτερά ἐστι τὰ κωλύματα· ἅπερ ἵνα νικήσωμεν ἅπαντα, τῆς εὐτελείας ἐχώμεθα. Οὕτω γὰρ ἐπιληψόμεθα καὶ τῆς αἰωνίου ζωῆς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
80.0.2
Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί· Μαρία δὲ εἱστήκει πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω.
80.1.2
Περιπαθές πως τὸ γυναικεῖον γένος, καὶ πρὸς οἶκτον ἐπιῤῥεπέστερον. Τοῦτο δὲ εἶπον, ἵνα μὴ θαυμάσῃς τί δήποτε Μαρία μὲν πικρῶς ἐθρήνει τῷ τάφῳ, Πέτρος δὲ οὐδὲν τοιοῦτον ἔπαθεν. Οἱ μὲν γὰρ μαθηταὶ, φησὶν, ἀπῆλθον πρὸς ἑαυτοὺς, ἡ δὲ εἱστήκει δακρύουσα. Καὶ γὰρ ἡ φύσις εὐέμπτωτος, καὶ τὸν περὶ ἀναστάσεως οὐδέπω σαφῶς ᾔδει λόγον· καθάπερ ἐκεῖνοι τὰ ὀθόνια θεασάμενοι καὶ πιστεύσαντες, ἀπῆλθον πρὸς ἑαυτοὺς ἐκπληττόμενοι. Καὶ τίνος ἕνεκεν οὐκ εὐθέως ἦλθον εἰς τὴν Γαλιλαίαν, καθάπερ αὐτοῖς συντέτακτο πρὸ τοῦ πάθους; Ἀνέμενον τοὺς λοιποὺς ἴσως· καὶ ἄλλως δὲ, ἔτι ἐν ἀκμαζούσῃ ἦσαν ἐκπλήξει. Οὗτοι μὲν οὖν ἀπῆλθον· ἐκείνη δὲ εἱστήκει πρὸς τῷ τόπῳ. Μέγα γὰρ, ὅπερ ἔφην, πρὸς παραμυθίαν καὶ μνῆμα φαινόμενον. Ὁρᾷς γοῦν αὐτὴν, ὥστε πλέον ἀναπαύεσθαι, καὶ παρακύπτουσαν, καὶ βουλομένην τὸν τόπον ἰδεῖν ἔνθα τὸ σῶμα ἔκειτο; Διὰ δὴ τοῦτο καὶ τῆς πολλῆς ταύτης σπουδῆς μισθὸν ἔλαβεν οὐ μικρόν. Ὃ γὰρ οὐκ εἶδον οἱ μαθηταὶ, τοῦτο εἶδεν ἡ γυνὴ πρώτη, καθημένους ἀγγέλους, τὸν μὲν πρὸς ποδῶν, τὸν δὲ πρὸς κεφαλῆς ἐν λευκοῖς· καὶ τὸ σχῆμα φαιδρότητος πολλῆς γέμον καὶ χαρᾶς. Ἐπειδὴ γὰρ οὐκ ἦν ὑψηλὴ τῆς γυναικὸς ἡ διάνοια, ὡς ἀπὸ τῶν σουδαρίων ὑποδέξασθαι τὴν ἀνάστασιν, γίνεταί τι πλέον, καὶ ἀγγέλους θεωρεῖ καθημένους ἐν φαιδρῷ τῷ σχήματι, ὥστε αὐτὴν ἀναστῆσαι τέως τοῦ πάθους ἐντεῦθεν καὶ παραμυθήσασθαι. Ἀλλ' οὐδὲν αὐτῇ περὶ ἀναστάσεως λέγουσιν· ἀλλ' ἠρέμα προβιβάζεται τῷ δόγματι τούτῳ. Εἶδεν ὄψεις φαιδρὰς, καὶ μᾶλλον ἢ κατὰ τὴν συνήθειαν· εἶδε σχῆμα λαμπρόν· ἤκουσε συμπαθοῦς φωνῆς. Τί γάρ φησι; Γύναι, τί κλαίεις; Διὰ δὲ τούτων ἁπάντων, ὥσπερ θύρας ἀνοιγομένης, κατὰ μικρὸν εἰς τὸν περὶ ἀναστάσεως ἤγετο λόγον. Καὶ ὁ τρόπος δὲ τῆς καθέδρας αὐτῶν εἰς ἐρώτησιν αὐτὴν ἦγε· καὶ γὰρ ἐνέφαινον, ὅτι ᾔδεσαν τὸ γεγονός. Διὰ τοῦτο οὐδὲ ὁμοῦ κάθηνται, ἀλλὰ διεστηκότες ἀλλήλων. Ἐπειδὴ γὰρ οὐκ εἰκὸς αὐτὴν τολμῆσαι ἁπλῶς πυθέσθαι, καὶ τῇ ἐρωτήσει καὶ τῷ τρόπῳ τῆς καθέδρας ἄγουσιν αὐτὴν ἐπὶ διάλεξιν. Τί οὖν αὕτη; Θερμῶς ἅμα καὶ φιλοστόργως· Ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ τεθείκασιν αὐτόν. Τί φῄς; οὐδέπω οὐδὲν περὶ ἀναστάσεως οἶδας, ἀλλ' ἔτι θέσιν φαντάζῃ; Ὁρᾷς πῶς οὐδέπω ὑψηλὸν κατεδέξατο δόγμα; Καὶ ταῦτα εἰποῦσα, ἐστράφη εἰς τὰ ὀπίσω. Καὶ ποία αὕτη ἀκολουθία, πρὸς ἐκείνους διαλεγομένην, καὶ μηδέπω μηδὲν ἀκούσασαν παρ' αὐτῶν, στραφῆναι εἰς τὰ ὀπίσω; Ἐμοὶ δοκεῖ, ταῦτα λεγούσης αὐτῆς, ἄφνω φανεὶς ὁ Χριστὸς ὄπισθεν αὐτῆς ἐκπλῆξαι τοὺς ἀγγέλους, κἀκείνους θεασαμένους τὸν Δεσπότην, καὶ τῷ σχήματι, καὶ τῷ βλέμματι, καὶ τῷ κινήματι εὐθέως ἐμφῆναι, ὅτι τὸν Κύριον εἶδον· καὶ τοῦτο τὴν γυναῖκα ἐπέστρεψε, καὶ εἰς τὰ ὀπίσω στραφῆναι ἐποίησεν. Ἐκείνοις μὲν οὖν οὕτως ἐφάνη· τῇ γυναικὶ δὲ οὐχ οὕτως, ὥστε αὐτὴν μὴ ἐκ πρώτης ἐκπλῆξαι τῆς ὄψεως, ἀλλ' ἐν εὐτελεστέρῳ καὶ κοινῷ τῷ σχήματι. Καὶ δῆλον ἐξ ὧν καὶ κηπουρὸν αὐτὸν εἶναι ἐνόμιζε. Τὴν δὲ οὕτω ταπεινὴν οὐκ ἔδει ἀθρόον ἐπὶ τὰ ὑψηλὰ ἀγαγεῖν, ἀλλ' ἠρέμα. Πάλιν οὖν αὐτὴν ἐρωτᾷ· Γύναι, τί κλαίεις; τίνα ζητεῖς; Τοῦτο ἐνέφηνεν εἰδέναι αὐτὸν, ὃ βούλεται ἐρωτῆσαι, καὶ εἰς ἀπόκρισιν ἤγαγε. Τοῦτο οὖν καὶ ἡ γυνὴ συνιεῖσα, οὐκ ἔτι τὸ ὄνομα τοῦ Ἰησοῦ λέγει, ἀλλ' ὡς εἰδότος τοῦ ἐρωτῶντος περὶ οὗ πυνθάνεται, φησίν· Εἰ σὺ ἐβάστασας αὐτὸν, εἰπέ μοι ποῦ ἔθηκας, κἀγὼ αὐτὸν ἀρῶ. Πάλιν θέσιν καὶ ἄρσιν, καὶ τὸ βαστάσαι, ὡς περὶ νεκροῦ διαλεγομένη, φησίν. Ὃ δὲ ἐμφαίνει, τοῦτό ἐστιν· Εἰ διὰ τὸν φόβον τῶν Ἰουδαίων ἤρατε αὐτὸν ἐντεῦθεν, εἴπατέ μοι, καὶ ἐγὼ λήψομαι αὐτόν. Πολλὴ ἡ εὔνοια καὶ φιλοστοργία τῆς γυναικός· ὑψηλὸν δὲ οὐδὲν οὐδέπω παρ' αὐτῇ. Διὰ τοῦτο λοιπὸν προτίθησιν αὐτῇ τοῦτο, οὐ δι' ὄψεως, ἀλλὰ διὰ φωνῆς. Ὥσπερ γὰρ τοῖς Ἰουδαίοις ποτὲ μὲν ἐγνωρίζετο, ποτὲ δὲ ἄδηλος ἦν καὶ παρών· οὕτω καὶ φθεγγόμενος, ἡνίκα ἐβούλετο, τότε γνώριμον ἑαυτὸν ἐποίει. Καὶ γὰρ ὅτε τοῖς Ἰουδαίοις ἔλεγε, Τίνα ζητεῖτε; οὐ τὴν ὄψιν, οὐ τὴν φωνὴν ἐπέγνωσαν, ἕως ἠθέλησεν· ὃ δὴ καὶ ἐνταῦθα συνέβη. Καὶ τὸ ὄνομα αὐτῆς μόνον ἐκάλεσεν, ὀνειδίζων καὶ καθαπτόμενος, ὅτι ταῦτα περὶ τοῦ ζῶντος ἐφαντάζετο. Πῶς δὲ, Στραφεῖσα λέγει, εἴ γε πρὸς αὐτὴν διελέγετο; Ἐμοὶ δοκεῖ εἰποῦσαν αὐτὴν τὸ, Ποῦ τεθείκατε αὐτὸν, στραφῆναι πρὸς τοὺς ἀγγέλους ὡς ἐρωτῶσαν, τί ἐξεπλάγησαν· εἶτα τὸν Χριστὸν καλέσαντα αὐτὴν ἐπιστρέψαι πρὸς ἑαυτὸν ἀπ' ἐκείνων, καὶ διὰ τῆς φωνῆς δῆλον ἑαυτὸν ποιῆσαι. Ὅτε γὰρ ἐκάλεσεν αὐτὴν, Μαρία, τότε αὐτὸν ἐπέγνω. Οὕτως οὐκ ὄψεως ἦν, ἀλλὰ φωνῆς ἡ ἐπίγνωσις. Εἰ δὲ λέγοιεν, Πόθεν δῆλον, ὅτι οἱ ἄγγελοι ἐξεπλάγησαν, καὶ διὰ τοῦτο ἐπεστράφη ἡ γυνή; καὶ ἐνταῦθα ἐροῦσι, Πόθεν δῆλον, ὅτι ἥψατο αὐτοῦ, καὶ προσέπεσεν; Ἀλλ' ὥσπερ τοῦτο δῆλον ἀπὸ τοῦ εἰπεῖν, Μή μου ἅπτου· οὕτω κἀκεῖνο, ἀπὸ τοῦ εἰπεῖν, ὅτι ἐστράφη. Τίνος δὲ ἕνεκεν εἶπε, Μή μου ἅπτου; Τινές φασιν, ὅτι χάριν αἰτεῖ πνευματικὴν, ἀκούσασα μετὰ τῶν μαθητῶν λέγοντος· Ἐὰν πορευθῶ πρὸς τὸν Πατέρα, ἐρωτήσω αὐτὸν, καὶ δώσει ὑμῖν ἄλλον Παράκλητον.
80.2.2
Καὶ πῶς ἡ μὴ παροῦσα μετὰ τῶν μαθητῶν, ταῦτα ἤκουσε; Ἄλλως δὲ, καὶ πόῤῥω τῆς διανοίας ταύτης ἡ τοιαύτη φαντασία. Πῶς δὲ αἰτεῖ, οὐδέπω πρὸς τὸν Πατέρα ἀπελθόντος; Τί οὖν; Δοκεῖ μοι βούλεσθαι αὐτὴν ἔτι συνεῖναι αὐτῷ, ὥσπερ τότε, καὶ ἀπὸ τῆς χαρᾶς μηδὲν ἐννοῆσαι μέγα, εἰ καὶ πολλῷ βελτίων ἐγεγόνει κατὰ σάρκα. Ταύτης γοῦν ἀπάγων αὐτὴν τῆς ἐννοίας, καὶ τοῦ μετὰ πολλῆς αὐτῷ ἀδείας διαλέγεσθαι (οὐδὲ γὰρ τοῖς μαθηταῖς φαίνεται λοιπὸν ἐπιχωριάζων ὁμοίως), ἀνάγει αὐτῆς τὴν διάνοιαν, ὥστε αἰδεσιμώτερον αὐτῷ προσέχειν. Τὸ μὲν οὖν εἰπεῖν, Μὴ πρόσιθί μοι, καθάπερ καὶ πρότερον· οὐ γὰρ ἐν τοῖς αὐτοῖς τὰ πράγματα, οὐδὲ ὁμοίως μέλλω συνεῖναι λοιπὸν ὑμῖν· πρόσαντες ἦν καὶ κόμπον ἔχον· τὸ δὲ εἰπεῖν, Οὔπω ἀναβέβηκα πρὸς τὸν Πατέρα, εἰ καὶ ἀνεπαχθὲς, τὸ αὐτὸ δηλοῦντος ἦν. Εἰπὼν γὰρ, ὅτι Οὔπω ἀναβέβηκα, ἐμφαίνει, ὅτι ἐκεῖ σπεύδει καὶ ἐπείγεται· τὸν δὲ ἐκεῖ μέλλοντα ἀπιέναι, καὶ μηκέτι μετὰ ἀνθρώπων στρέφεσθαι, οὐκ ἔδει μετὰ τῆς αὐτῆς ὁρᾷν διανοίας ἧς καὶ πρὸ τούτου Καὶ ὅτι τοῦτό ἐστι, δηλοῖ τὸ ἑξῆς· Πορεύου, εἰπὲ τοῖς ἀδελφοῖς, ὅτι πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Καίτοι οὐκ ἔμελλε εὐθέως τοῦτο ποιεῖν, ἀλλὰ μετὰ τεσσαράκοντα ἡμέρας. Πῶς οὖν τοῦτό φησιν; Ἀναστῆσαι βουλόμενος αὐτῆς τὴν διάνοιαν, καὶ πεῖσαι, ὅτι εἰς τοὺς οὐρανοὺς ἀπέρχεται. Τὸ δὲ, Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν, τῆς οἰκονομίας ἐστὶ, ἐπεὶ καὶ τὸ ἀναβῆναι τῆςσαρκός ἐστι. Πρὸς γὰρ τὴν οὐδὲν μέγα φανταζομένην ταῦτα φθέγγεται. Ἑτέρως οὖν αὐτοῦ Πατὴρ, καὶ ἑτέρως ἡμῶν; Πάνυ μὲν οὖν. Εἰ γὰρ τῶν δικαίων ἑτέρως Θεὸς καὶ τῶν ἄλλων ἀνθρώπων, πολλῷ μᾶλλον τοῦ Υἱοῦ καὶ ἡμῶν. Ἐπειδὴ γὰρ εἶπεν, Εἰπὲ τοῖς ἀδελφοῖς, ἵνα μὴ ἀπὸ τούτου ἴσον τι φαντασθῶσι, δείκνυσι τὸ ἐνηλλαγμένον. Αὐτὸς μὲν γὰρ ἔμελλε καθιεῖσθαι ἐπὶ τοῦ θρόνου τοῦ πατρικοῦ, οὗτοι δὲ παρεστάναι. Ὥστε εἰ καὶ κατὰ τὴν οὐσίαν τὴν ἐν σαρκὶ ἀδελφὸς ἡμῶν ἐγένετο, ἀλλὰ τῇ τιμῇ πολὺ διενήνοχε, καὶ οὐδὲ ἔστιν εἰπεῖν ὅσον. Αὕτη μὲν οὖν ἀπέρχεται ταῦτα ἀπαγγέλλουσα τοῖς μαθηταῖς. Τοσοῦτόν ἐστι προσεδρία καὶ καρτερία καλόν. Ἐκεῖνοι δὲ πῶς λοιπὸν οὐκ ἤλγησαν μέλλοντος ἀπιέναι, οὐδὲ ἐφθέγξαντο οἷα καὶ πρότερον; Τότε μὲν οὖν ὡς τεθνηξομένου, τοῦτο ἔπασχον· νῦν δὲ, ἀναστάντος, τίνος ἕνεκεν ἔμελλον ἀλγεῖν; Ἀπήγγειλε δὲ καὶ τὴν ὄψιν καὶ τὰ ῥήματα, ἅπερ ἱκανὰ ἦν αὐτοὺς παραμυθήσασθαι. Ἐπειδὴ οὖν εἰκὸς ἦν τοὺς μαθητὰς ταῦτα ἀκούοντας, ἢ διαπιστεῖν τῇ γυναικὶ, ἢ πιστεύσαντας ἀλγεῖν, ὅτι αὐτοὺς οὐ κατηξίωσε τῆς ὄψεως, καίτοι γε ἐπαγγειλάμενος ἐν τῇ Γαλιλαίᾳ αὐτοῖς φαίνεσθαι· ἵν' οὖν μὴ ταῦτα στρέφοντες ἀλύωσιν, οὐδὲ ἡμέραν μίαν ἀφῆκε διελθεῖν, ἀλλ' εἰς ἐπιθυμίαν αὐτοὺς ἀγαγὼν τῷ τε ἤδη εἰδέναι ἐγηγέρθαι αὐτὸν, τῷ τε παρὰ τῆς γυναικὸς ἀκοῦσαι, διψῶσιν αὐτοῖς ἰδεῖν καὶ περιφόβοις οὖσιν (ὃ καὶ αὐτὸ μάλιστα τὸν πόθον ἐποίει πλείονα), τότε ὀψίας γενομένης, ἐφίστατο, καὶ μετὰ πολλοῦ τοῦ θαύματος. Καὶ τί δήποτε ἑσπέρας ἐφάνη; Ὅτι τότε μάλιστα εἰκὸς ἦν αὐτοὺς εἶναι περιδεεῖς. Ἀλλὰ τὸ θαυμαστὸν, πῶς φάντασμα αὐτὸν οὐκ ἐνόμισαν; καὶ γὰρ κεκλεισμένων εἰσῆλθε τῶν θυρῶν, καὶ ἀθρόον. Μάλιστα μὲν καὶ ἡ γυνὴ προλαβοῦσα πολλὴν τὴν πίστιν εἰργάσατο· ἄλλως δὲ, καὶ τρανὴν καὶ ἥμερον τὴν ὄψιν αὐτοῖς ἐπέδειξεν. Ἡμέρας δὲ οὐκ ἐπέστη μὲν, ὡς συλλεγῆναι ἅπαντας ὁμοῦ· πολλὴ γὰρ ἦν ἡ ἔκπληξις. Οὐδὲ γὰρ τὴν θύραν ἐπάταξεν, ἀλλ' ἀθρόον ἔστη μέσος, καὶ ἐπέδειξε τὴν πλευρὰν καὶ τὰς χεῖρας. Ἅμα δὲ καὶ τῇ φωνῇ κατεστόρεσε κυμαίνοντα τὸν λογισμὸν, εἰπών· Εἰρήνη ὑμῖν· τουτέστι, Μὴ θορυβεῖσθε· καὶ ῥήματος ἀναμνήσας, ὃ πρὸ τοῦ σταυροῦ πρὸς αὐτοὺς εἶπεν· Εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν· καὶ πάλιν, Ἐν ἐμοὶ εἰρήνην ἔχετε, ἐν τῷ κόσμῳ θλίψιν ἕξετε. Ἐχάρησαν δὲ οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. Ὁρᾷς ἐπὶ τῶν ἔργων τοὺς λόγους ἐκβαίνοντας; Ὃ γὰρ ἔλεγε πρὸ τοῦ σταυροῦ, ὅτι Πάλιν ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ' ὑμῶν, τοῦτο νῦν ἔργῳ ἐπλήρωσεν. Ἅπαντα δὲ ταῦτα ἐνῆγεν αὐτοὺς εἰς πίστιν ἀκριβεστάτην. Ἐπειδὴ γὰρ πόλεμον ἄσπονδον εἶχον πρὸς Ἰουδαίους, συνεχῶς ἐπιλέγει τὸ, Εἰρήνη ὑμῖν, ἀντίῤῥοπον διδοὺς τοῦ πολέμου τὴν παραμυθίαν.
80.3.2
Τοῦτο γοῦν πρῶτον μετὰ τὴν ἀνάστασιν εἶπε τὸ ῥῆμα (διὸ καὶ Παῦλος πανταχοῦ φησι, Χάρις ὑμῖν καὶ εἰρήνη)· ταῖς δὲ γυναιξὶ χαρὰν εὐαγγελίζεται, διότι ἐν λύπαις τὸ γένος ἐκεῖνο ἦν, καὶ ταύτην ἐδέξατο πρώτην χαράν. Καταλλήλως μὲν οὖν τοῖς ἀνδράσι, διὰ τὸν πόλεμον, εἰρήνην· ταῖς δὲ γυναιξὶ, διὰ τὴν λύπην, εὐαγγελίζεται χαράν. Πάντα δὲ καταλύσας τὰ λυπηρὰ, ἐπιλέγει τὰ κατορθώματα τοῦ σταυροῦ· ταῦτα δὲ ἦν ἡ εἰρήνη. Ἐπεὶ οὖν ἅπαντα ἀνῄρηται τὰ κωλύματα, καὶ τὴν νίκην κατέστησε λαμπρὰν, καὶ κατώρθωται πάντα· εἶτα λοιπόν φησι· Καθὼς ἀπέστειλέ με ὁ Πατὴρ, κἀγὼ πέμπω ὑμᾶς. Οὐδεμίαν ἔχετε δυσκολίαν ἀπό τετῶν ἤδη γεγενημένων, ἀπό τε τῆς ἀξίας ἐμοῦ τοῦ πέμποντος. Ἐνταῦθα ἐπαίρει αὐτῶν τὴν ψυχὴν, καὶ δείκνυσι πολὺ τὸ ἀξιόπιστον, εἴ γε μέλλοιεν αὐτοῦ τὸ ἔργον ἀναδέχεσθαι. Καὶ οὐκέτι παράκλησις πρὸς τὸν Πατέρα γίνεται, ἀλλ' αὐθεντίᾳ δίδωσιν αὐτοῖς τὴν δύναμιν. Ἐνεφύσησε γὰρ, καὶ εἶπε· Λάβετε Πνεῦμα ἅγιον. Ὧν ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται, καὶ ὧν κρατῆτε, κεκράτηνται. Καθάπερ γάρ τις βασιλεὺς ἄρχοντας ἀποστέλλων, ἐξουσίαν εἰς δεσμωτήριον καὶ ἐμβαλεῖν, καὶ ἀφιέναι δίδωσιν· οὕτω καὶ τούτους ἐκπέμπων, ταύτῃ περιβάλλει τῇ δυνάμει. Πῶς οὖν φησιν· Ἐὰν μὴ ἀπέλθω, ἐκεῖνος οὐ μὴ ἔλθῃ, καὶ δὴ τὸ Πνεῦμα δίδωσι; Τινὲς μέν φασιν, ὅτι οὐ τὸ Πνεῦμα ἔδωκεν, ἀλλ' ἐπιτηδείους αὐτοὺς πρὸς ὑποδοχὴν δι' ἐμφυσήματος κατέστησεν. Εἰ γὰρ ἄγγελον ἰδὼν ὁ Δανιὴλ ἐξέστη, τί τὴν ἀπόῤῥητον χάριν ἐκείνην δεχόμενοι οὐκ ἂν ἔπαθον, εἰ μὴ μαθητὰς αὐτοὺς πρότερον κατεσκεύασε; Διὰ τοῦτο οὐκ εἶπε, φησὶν, Ἐλάβετε Πνεῦμα ἅγιον· ἀλλὰ, Λάβετε Πνεῦμα ἅγιον. Οὐκ ἂν δέ τις ἁμάρτοι καὶ τότε εἰληφέναι αὐτοὺς λέγων ἐξουσίαν τινὰ πνευματικὴν καὶ χάριν· ἀλλ' οὐχ ὥστε νεκροὺς ἐγείρειν καὶ δυνάμεις ποιεῖν, ἀλλ' ὥστε ἀφεῖναι ἁμαρτήματα· διάφορα γὰρ τὰ χαρίσματα τοῦ Πνεύματος. Διὸ ἐπήγαγεν· Ὧν ἂν ἀφῆτε, ἀφέωνται, δεικνὺς ποῖον εἶδος ἐνεργείας δίδωσιν. Ἐκεῖ δὲ μετὰ τεσσαράκοντα ἡμέρας τὴν τῶν σημείων ἔλαβον ἐνέργειαν· διό φησι· Λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ· μάρτυρες δὲ διὰ τῶν σημείων ἐγίνοντο. Καὶ γὰρ ἄφατος ἡ τοῦ Πνεύματος χάρις καὶ πολυειδὴς ἡ δωρεά. Τοῦτο δὲ γίνεται, ἵνα μάθῃς, ὅτι Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου μία ἡ δωρεὰ καὶ ἐξουσία. Ἃ γὰρ δοκεῖ ἰδιάζοντα εἶναι τοῦ Πατρὸς, ταῦτα καὶ τοῦ Υἱοῦ εἶναι φαίνεται, καὶ τοῦ ἁγίου Πνεύματος. Πῶς οὖν οὐδεὶς ἔρχεται πρὸς τὸν Υἱὸν, φησὶν, Ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν; Ἀλλὰτοῦτο δείκνυται τοῦ Υἱοῦ ὄν. Ἐγὼ γάρ εἰμι, φησὶν, ἡ ὁδός· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. Ὅρα δὲ αὐτὸ καὶ τοῦ Πνεύματος ὄν. Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν Χριστὸν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Καὶ πάλιν, τοὺς ἀποστόλους ποτὲ μὲν ὑπὸ τοῦ Πατρὸς, ποτὲ δὲ ὑπὸ τοῦ Υἱοῦ, ποτὲ δὲ ὑπὸ τοῦ ἁγίου Πνεύματος δεδόσθαι τῇ Ἐκκλησίᾳ, καὶ τὰς διαιρέσεις τῶν χαρισμάτων Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ὁρῶμεν οὔσας.
80.4.1
Πάντα τοίνυν πράττωμεν ὥστε δύνασθαι τὸ Πνεῦμα τὸ ἅγιον ἔχειν παρ' ἑαυτοῖς, καὶ τοὺς ἐγκεχειρισμένους τὴν ἐνέργειαν μετὰ πολλῆς θεραπεύωμεν τῆς τιμῆς. Μεγάλη γὰρ ἡ τῶν ἱερέων ἀξία. Ὧν ἂν ἀφῆτε, φησὶν, ἀφέωνται αἱ ἁμαρτίαι. Διὸ καὶ Παῦλος ἔλεγε· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, καὶ ὑπερεκπερισσοῦ ἡγεῖσθε αὐτοὺς ἐν τιμῇ. Σὺ μὲν γὰρ τὰ σαυτοῦ μεριμνᾷς· κἂν ταῦτα διάθῃ καλῶς, οὐδείς σοι τῶν ἄλλων ἔσται λόγος· ὁ δὲ ἱερεὺς, κἂν τὸν οἰκεῖον καλῶς οἰκονομήσῃ βίον, τὸν δὲ σὸν ἤτοι ἁπάντων τῶν περὶ αὐτὸν μὴ μετὰ ἀκριβείας ἐπιμελήσηται, μετὰ τῶν πονηρῶν εἰς τὴν γέενναν ἄπεισιν· καὶ πολλάκις ἀπὸ τῶν οἰκείων οὐ προδοθεὶς, ἀπὸ τῶν ὑμετέρων ἀπόλλυται, ἂν μὴ πάντα τὰ εἰς αὐτὸν ἥκοντα ἀπαρτίσῃ καλῶς. Εἰδότες οὖν τοῦ κινδύνου τὸ μέγεθος, πολλὴν ἀπονέμετε αὐτοῖς εὔνοιαν· ὃ καὶ Παῦλος ᾐνίξατο λέγων, ὅτι Ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν· καὶοὐχ ἁπλῶς, ἀλλ' Ὡς λόγον ἀποδώσοντες. Διὸ τῆς πολλῆς δεῖ θεραπείας αὐτοὺς ἀπολαύειν. Ἐὰν δὲ ἐπεμβαίνητε μετὰ τῶν ἄλλων αὐτοῖς καὶ ὑμεῖς, καὶ οὐδὲ τὰ ὑμέτερα καλῶς διακείσεται. Ἕως μὲν γὰρ ἐν εὐθυμίᾳ διάγει ὁ κυβερνήτης, ἐν ἀσφαλείᾳ ἔσται καὶ τὰ τῶν ἐπιβατῶν· ἂν δὲ, λοιδορουμένων ἐκείνων καὶ ἀπεχθῶς ἐχόντων πρὸς αὐτὸν, ταλαιπωρῆται, οὐδὲ ἀγρυπνεῖν ὁμοίως δύναται, οὔτε τὴν τέχνην διασώζειν, καὶ ἄκων μυρίοις αὐτοὺς περιβάλλει κακοῖς. Οὕτω καὶ ἱερεὺς, ἂν μὲν ἀπολαύῃ τῆς παρ' ὑμῶν τιμῆς, καὶ τὰ ὑμέτερα διαθεῖναι καλῶς δυνήσεται· ἂν δὲ ἀθυμίᾳ αὐτοὺς περιβάλλητε, τὰς χεῖρας ἐκλύσαντες εὐχειρώτους μεθ' ὑμῶν αὐτοὺς ποιήσετε τοῖς κύμασι, κἂν σφόδρα γενναῖοι ὦσιν. Ἐννόησον τί περὶ τῶν Ἰουδαίων φησὶν ὁ Χριστός· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Πάντα οὖν, ὅσα λέγουσιν ὑμῖν ποιεῖν, ποιεῖτε. Νῦν δὲ οὐκ ἔστιν εἰπεῖν· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ ἱερεῖς, ἀλλ', Ἐπὶ τῆς τοῦ Χριστοῦ. Τὴν γὰρ ἐκείνου διεδέξαντο διδασκαλίαν. Διὸ καὶ Παῦλός φησιν· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν. Οὐχ ὁρᾶτε ἐπὶ τῶν ἔξωθεν ἀρχόντων ἅπαντας ὑποκύπτοντας, καὶ γένει βελτίους ὄντας πολλάκις καὶ βίῳ καὶ συνέσει τῶν δικαζόντων αὐτούς; Ἀλλ' ὅμως διὰ τὸν δεδωκότα οὐδὲν τούτων ἐννοοῦσιν, ἀλλ' αἰδοῦνται τὴν ψῆφον τοῦ βασιλεύοντος, κἂν ὁστισοῦν ὁ λαβὼν ᾖ τὴν ἀρχήν. Εἶτα ἂν ἄνθρωπος χειροτονήσῃ, τοσοῦτος φόβος· τοῦ δὲ Θεοῦ χειροτονοῦντος, καὶ ὑπερορῶμεν τὸν χειροτονούμενον, καὶ λοιδοροῦμεν, καὶ μυρίοις ὀνείδεσι πλύνομεν, καὶ τοὺς ἀδελφοὺς ἡμῶν κωλυθέντες κρίνειν, κατὰ τῶν ἱερέων τὴν γλῶσσαν ἀκονῶμεν. Καὶ ποῦ ταῦτα ἀπολογίας ἄξια, ὅταν τὴν μὲν ἐν τῷ ὀφθαλμῷ τῷ ἡμετέρῳ δοκὸν μὴ βλέπωμεν, τὸ δὲ κάρφος τοῦ ἑτέρου πικρῶς περιεργαζώμεθα; οὐκ οἶσθα ὅτι καὶ χαλεπώτερον σαυτῷ ποιεῖς τὸ δικαστήριον οὕτω δικάζων; Καὶ ταῦτα λέγω, οὐκ ἀποδεχόμενος τοὺς ἀναξίως τὴν ἱερωσύνην διοικοῦντας, ἀλλὰ καὶ σφόδρα ἐλεῶν καὶ δακρύων· οὐ μὴν διὰ τοῦτό φημι δίκαιον εἶναι παρὰ τῶν ἀρχομένων κρίνεσθαι, καὶ μάλιστα τῶν πάνυ ἀφελεστέρων. Κἂν γὰρ ὁ βίος αὐτῶν σφόδρα διαβεβλημένος ᾖ, σὺ δὲ, ἂν σαυτῷ προσέχῃς, οὐδὲν παραβλαβήσῃ εἰς τὰ ἐγκεχειρισμένα αὐτῷ παρὰ τοῦ Θεοῦ. Εἰ γὰρ δι' ὄνου φωνὴν ἀφεθῆναι ἐποίησε, καὶ διὰ μάντεως εὐλογίας πνευματικὰς ἐχαρίσατο, καὶ ἐν ἀλόγῳ στόματι καὶ ἐν ἀκαθάρτῳ γλώττῃ τοῦ Βαλαὰμ ἐνεργήσας διὰ τοὺς προσκεκρουκότας Ἰουδαίους· πολλῷ μᾶλλον δι' ὑμᾶς τοὺς εὐγνώμονας, εἰ καὶ σφόδρα φαῦλοί εἰσιν οἱ ἱερεῖς, τὰ αὐτοῦ πάντα ἐργάσεται, καὶ πέμψει τὸ Πνεῦμα τὸ ἅγιον. Οὐδὲ γὰρ ὁ καθαρὸς ἀπὸ τῆς οἰκείας ἐπισπᾶται αὐτὸ καθαρότητος· ἀλλὰ χάρις ἐστὶν ἡ τὸ πᾶν ἐργαζομένη. Πάντα γὰρ, φησὶ, δι' ὑμᾶς, εἴτε Παῦλος εἴτε Ἀπολλὼς, εἴτε Κηφᾶς. Ἃ γὰρ ἐγκεχείρισται ὁ ἱερεὺς, Θεοῦ μόνου ἐστὶ δωρεῖσθαι· καὶ ὅπουπερ ἂν ἡ ἀνθρωπίνη φθάσῃ φιλοσοφία, ἐλάττων τῆς χάριτος ἐκείνης φανεῖται. Καὶ ταῦτα λέγω, οὐχ ἵνα ῥᾳθύμως τὸν ἑαυτῶν βίον οἰκονομῶμεν, ἀλλ' ἵνα μὴ ῥᾳθυμούντων τινῶν τῶν προεστώτων, ὑμεῖς οἱ ἀρχόμενοι ἑαυτοῖς πολλάκις ἐπισωρεύητε τὰ κακά. Καὶ τί λέγω τοὺς ἱερεῖς; Οὔτε ἄγγελος, οὔτε ἀρχάγγελος ἐργάσασθαί τι δύναται εἰς τὰ δεδομένα παρὰ Θεοῦ· ἀλλὰ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα πάντα οἰκονομεῖ· ὁ δὲ ἱερεὺς τὴν ἑαυτοῦ δανείζει γλῶτταν, καὶ τὴν ἑαυτοῦ παρέχει χεῖρα. Καὶ γὰρ οὐδὲ δίκαιον ἦν διὰ τὴνἑτέρου κακίαν εἰς τὰ σύμβολα τῆς σωτηρίας ἡμῶν τοὺς πίστει προσιόντας παραβλάπτεσθαι. Ταῦτα οὖν ἅπαντα εἰδότες, καὶ τὸν Θεὸν φοβώμεθα, καὶ τοὺς ἱερέας αὐτοῦ ἐντίμως ἔχωμεν, πᾶσαν αὐτοῖς ἀπονέμοντες τιμήν· ἵνα καὶ ὑπὲρ τῶν οἰκείων κατορθωμάτων, καὶὑπὲρ τῆς εἰς ἐκείνους θεραπείας πολλὴν λάβωμεν παρὰ τοῦ Θεοῦ τὴν ἀμοιβὴν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note