Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Joannem
John ChrysostomJoan 9 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.0.1
Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.
9.1.1
Ἂν τῶν προτέρων διαμνημονεύητε νοημάτων, μετὰ πλείονος προθυμίας καὶ τὰ ἑξῆς ἐποικοδομήσομεν, ὡς ἐπὶ κέρδει τοῦτο ποιοῦντες μεγάλῳ. Οὕτω γὰρ ὑμῖν τε εὐμαθέστερος ἔσται ὁ λόγος, τῶν ἤδη λεχθέντων μεμνημένοις, καὶ ἡμεῖς οὐ πολλοῦ δεησόμεθα πόνου, δυναμένων ὑμῶν διὰ τῆς πολλῆς φιλομαθείας ὀξύτερον τοῖς λοιποῖς ἐνορᾷν. Ὁ μὲν γὰρ ἀεὶ τὰ διδόμενα ἀπολλὺς, ἀεὶ δεήσεται τοῦ διδάξοντος, καὶ οὐδέποτε εἴσεται οὐδέν· ὁ δὲ ἅπερ ἂν λάβῃ φυλάττων, καὶ οὕτω τὰ λοιπὰ προσλαμβάνων, ταχέως ἀντὶ μαθητοῦ διδάσκαλος ἔσται, καὶ οὐχ ἑαυτῷ μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι χρήσιμος. Ὅπερ μάλιστα ταύτην ἔσεσθαι προσδοκῶ τὴν ἐκκλησίαν, ἀπὸ τῆς πολλῆς ταύτης τεκμαιρόμενος φιληκοΐας. Φέρε οὖν ὡς ἐν ἀσφαλεῖ θησαυροφυλακίῳ ταῖς ὑμετέραις ψυχαῖς τὸ ἀργύριον τοῦ Κυρίου παρακαταθώμεθα, καὶ τὰ σήμερον ἡμῖν προτεθέντα ἀναπτύξωμεν, ὡς ἂν ἡ τοῦ Πνεύματος παρέχῃ χάρις. Εἶπεν, ὅτι Ὁ κόσμος αὐτὸν οὐκ ἔγνω, περὶ τῶν ἄνω χρόνων λέγων. Κάτεισι λοιπὸν τῷ λόγῳ καὶ πρὸς τοὺς τοῦ κηρύγματος χρόνους, καί φησιν· Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ περιέλαβον· ἰδίους Ἰουδαίους λέγων νῦν, ὡς λαὸν περιούσιον, ἢ καὶ πάντας δὲ τοὺς ἀνθρώπους ὡς ὑπ' αὐτοῦ γεγενημένους. Καὶ καθάπερ ἀνωτέρω διαπορῶν ἐπὶ τῇ ἀνοίᾳ τῶν πολλῶν, καὶ ὑπὲρ τῆς κοινῆς αἰσχυνόμενος φύσεως ἔλεγεν, ὅτι ὁ κόσμος δι' αὐτοῦ γενόμενος, τὸν δημιουργὸν οὐκ ἐγνώρισεν· οὕτω καὶ ἐνταῦθα πάλιν, ἐπὶ τῇ τῶν Ἰουδαίων καὶ τῇ τῶν πολλῶν δυσανασχετῶν ἀγνωμοσύνῃ, πληκτικώτερον τίθησι τὴν κατηγορίαν, λέγων, ὅτι Οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον, καὶ ταῦτα αὐτὸν ἐλθόντα πρὸς αὐτούς. Καὶ οὐχ οὗτος μόνον, ἀλλὰ καὶ οἱ προφῆται θαυμάζοντες ἔλεγον τὸ αὐτὸ δὴ τοῦτο· καὶ Παῦλος δὲ ὕστερον ἐπὶ τοῖς αὐτοῖς ἐκπληττόμενος. Καὶ οἱ μὲν προφῆται οὕτως ἐβόων, ἐκ προσώπου τοῦ Χριστοῦ λέγοντες· Λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· υἱοὶ ἀλλότριοι ἐψεύσαντό με, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν. Καὶ πάλιν· Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι· καὶ, Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι. Παῦλος δὲ Ῥωμαίοις ἐπιστέλλων ἔλεγε· Τί οὖν; ὃ ἐπεζήτει Ἰσραὴλ, τοῦτο οὐκ ἐπέτυχεν· ἡ δὲ ἐκλογὴ ἐπέτυχε. Καὶ πάλιν· Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην· Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασε. Καὶ γάρ ἐστιν ὄντως ἐκπλήξεως ἄξιον, πῶς οἱ μὲν ἐν ταῖς προφητικαῖς ἀνατραφέντες βίβλοις, καὶ τοῦ Μωϋσέως καθ' ἑκάστην ἀκούοντες τὴν ἡμέραν, μυρία περὶ τῆς τοῦ Χριστοῦ λέγοντος παρουσίας, καὶ τῶν λοιπῶν 59. 70. 10 μετὰ ταῦτα προφητῶν, ἔτι τε αὐτὸν τὸν Χριστὸν θεώμενοι, καθ' ἑκάστην αὐτοῖς θαυματουργοῦντα, καὶ μόνοις αὐτοῖς ὁμιλοῦντα, καὶ μήτε τοῖς μαθηταῖς συγχωροῦντα τέως εἰς ὁδὸν ἐθνῶν ἀπελθεῖν ἢ εἰς πόλιν Σαμαρειτῶν εἰσελθεῖν, μήτε αὐτὸν τοῦτο ποιοῦντα, ἀλλ' ἄνω καὶ κάτω λέγοντα, πρὸς τὰ πρόβατα ἀπεστάλθαι τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· ὅμως καὶ τῶν σημείων ἀπολαύοντες, καὶ τῶν προφητῶν καθ' ἡμέραν ἀκούοντες, καὶ αὐτὸν συνεχῶς αὐτοὺς ἀναμιμνήσκοντα ἔχοντες, οὕτω καθάπαξ ἐπήρωσαν ἑαυτοὺς καὶ ἐκώφωσαν, ὡς μηδενὶ τούτων ἐναχθῆναι πρὸς τὴν τοῦ Χριστοῦ πίστιν ἰσχῦσαι. Οἱ δὲ ἐξ ἐθνῶν τούτων μὲν οὐδενὸς ἀπολαύσαντες, οὔτε θείων ποτὲ λογίων ἀκούσαντες, οὐδὲ ὅσον ὄναρ εἰπεῖν, ἀλλ' ἀεὶ τοῖς τῶν παραπαιόντων ἐνστρεφόμενοι μύθοις (τοῦτο γὰρ ἡ τῶν ἔξωθεν φιλοσοφία), καὶ ποιητῶν λήρους ἀνελίττοντες, καὶ ξύλοις καὶ λίθοις προσηλωμένοι, καὶ οὔτε δογμάτων οὔτε πολιτείας ἕνεκεν εἰδότες τι χρηστὸν καὶ ὑγιὲς (καὶ γὰρ ὁ βίος αὐτοῖς τῶν δογμάτων ἀκαθαρτότερος ἦν καὶ ἐναγέστερος. Πῶς δὲ οὔκ; Ἔμελλον τοὺς θεοὺς αὐτῶν πάσῃ κακίᾳ χαίροντας ὁρῶντες, καὶ δι' αἰσχρῶν μὲν ῥημάτων, δι' αἰσχροτέρων δὲ θεραπευομένους πραγμάτων, καὶ τοῦτο νομίζοντας ἑορτὴν καὶ τιμήν· ἔτι γε μὴν καὶ δι' ἀκαθάρτων φόνων καὶ παιδοκτονιῶν τιμωμένους, κἀκείνους εἰς ταῦτα ζηλοῦντες)· ἀλλ' ὅμως καὶ πρὸς αὐτὸν τὸν πυθμένα τῆς κακίας καταπεσόντες, ἐξαίφνης ὥσπερ ἔκ τινος μηχανῆς ἄνωθεν ἡμῖν καὶ ἀπ' αὐτῆς τῶν οὐρανῶν τῆς κορυφῆς ἀνεφάνησαν διαλάμποντες. Πῶς οὖν τοῦτο γέγονε, καὶ πόθεν; Ἄκουσον Παύλου λέγοντος. Καὶ γὰρ ὁ μακάριος ἐκεῖνος ταῦτα ἀκριβῶς ζητῶν, οὐκ ἀπέστη ἕως οὗ τὴν αἰτίαν εὗρε, καὶ τοῖς ἄλλοις ταύτην ἐδήλωσεν ἅπασι. Τίς οὖν ἐστιν αὕτη; καὶ πόθεν ἡ τοσαύτη πώρωσις αὐτοῖς; Ἄκουσον αὐτοῦ τοῦ τὴν οἰκονομίαν ταύτην ἐμπιστευθέντος ταῦτα λέγοντος. Τί οὖν οὗτος λέγει, τὴν διαπόρησιν τῶν πολλῶν λύων ταύτην; Ἀγνοοῦντες, φησὶ, τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ ζητοῦντες τὴν ἰδίαν δικαιοσύνην στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Διὸ ταῦτα ἔπαθον. Καὶ πάλιν τὸ αὐτὸ τοῦτο ἑτέρως ἑρμηνεύων, φησί· Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασεν. Εἰπὲ καὶ διατί; Ὅτι οὐκ ἐκ πίστεως· προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἀπιστία τούτων γέγονεν αὐτοῖς αἰτία τῶν κακῶν· ταύτην 59. 71 δὲ ἔτεκεν ἡ ἀπόνοια. Ἐπειδὴ γὰρ πρὸ τούτου πλέον ἔχοντες Ἑλλήνων, τῷ τὸν νόμον εἰληφέναι καὶ Θεὸν εἰδέναι, καὶ τὰ ἄλλα ἅπερ ὁ Παῦλός φησι μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν εἶδον ἀπὸ τῆς πίστεως μετὰ τῆς αὐτῆς ὁμοτιμίας καλουμένους κἀκείνους καὶ αὐτοὺς, καὶ οὐδὲν πλέον ἔχοντα τὸν ἐκ περιτομῆς τοῦ ἐξ ἐθνῶν μετὰ τὴν πίστιν· ἐδήχθησαν ὑπὸ ἀπονοίας εἰς βασκανίαν ἐλθόντες, καὶ τὴν τοῦ Δεσπότου φιλανθρωπίαν τὴν ἄφατον καὶ ὑπερβάλλουσαν οὐκ ἤνεγκαν. Τοῦτο δὲ αὐτοῖς ἑτέρωθεν μὲν οὐδαμόθεν, ἐξ ἀλαζονείας δὲ καὶ πονηρίας καὶ μισανθρωπίας γέγονε.
9.2.1
Τί γὰρ, ὦ πάντων ὑμεῖς ἀνοητότεροι, κατεβλάπτεσθε ἐκ τῆς εἰς ἑτέρους γινομένης κηδεμονίας; πῶς δὲ τὰ ὑμέτερα ἠλαττοῦτο ἀγαθὰ, τῷ κοινωνοὺς ἑτέρους ἔχειν τῶν αὐτῶν; Ἀλλὰ τυφλὸν ὄντως ἡ πονηρία, καὶ τῶν δεόντων οὐδὲν δύναται συνιδεῖν ταχέως Δηχθέντες τοίνυν τῷ κοινωνοὺς μέλλειν ἔχειν τῆς αὐτῆς παῤῥησίας, καθ' ἑαυτῶν τὸ ξίφος ὤθησαν, τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐκβαλόντες ἑαυτούς· καὶ μάλα εἰκότως. Ἑταῖρε γὰρ, φησὶν, οὐκ ἀδικῶ σε· θέλω δὲ καὶ τούτοις δοῦναι ὥσπερ καὶ σοί. Μᾶλλον δὲ οὐδὲ τούτων ἄξιοι τῶν λόγων οὗτοι. Ἐκεῖνος μὲν γὰρ εἰ καὶ ἐδυσχέραινεν, ἀλλ' ὅμως ἔχων εἰπεῖν ἡμέρας ὁλοκλήρου πόνους, καὶ ταλαιπωρίας καὶ θάλπη καὶ ἱδρῶτας· οὗτοι δὲ τί ἔχοιεν ἂν εἰπεῖν; Τοιοῦτον μὲν οὐδέν· ῥᾳθυμίαν δὲ καὶ ἀσωτίαν, καὶ τὰ μυρία κακὰ, ἃ διαπαντὸς κατηγοροῦντες αὐτῶν διετέλουν οἱ προφῆται πάντες, δι' ἃ καὶ αὐτοὶ ὁμοίως τοῖς ἔθνεσι προσκεκρούκεσαν τῷ Θεῷ. Καὶ τοῦτο ὁ Παῦλος δηλῶν ἔλεγεν· Οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι. Καὶ τοῦτο μὲν ἅπαν τὸ κεφάλαιον χρησίμως καὶ σφόδρα συνετῶς κατ' ἐκείνην γυμνάζει τὴν ἐπιστολήν. Ἀνωτέρω δὲ καὶ μείζονος δείκνυσι κολάσεως ἀξίους εἶναι. Ὅσοι γὰρ ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται, φησί· τουτέστι, χαλεπώτερον, μετὰ τῆς φύσεως καὶ τὸν νόμον κατήγορον ἔχοντες. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ τῷ παρὰ τοῖς ἔθνεσι τοῦ τὸν Θεὸν βλασφημεῖσθαι γεγενῆσθαι αἴτιοι· Τὸ γὰρ ὄνομά μου, φησὶ, δι' ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Ἐπεὶ οὖν τοῦτο μάλιστα ἦν τὸ δάκνον αὐτούς· καὶ γὰρ καὶ τοῖς πεπιστευκόσιν ἐκ περιτομῆς παράδοξον τὸ πρᾶγμα εἶναι ἐδόκει· διὸ καὶ ἐνεκάλουν τῷ Πέτρῳ πρὸς αὐτοὺς ἀπὸ Καισαρείας ἐπανελθόντι, ὅτι πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας εἰσῆλθε, καὶ συνέφαγεν αὐτοῖς· καὶ μετὰ τὸ μαθεῖν τὴν οἰκονομίαν τὴν τοῦ Θεοῦ, πάλιν καὶ οὕτως ἐθαύμαζον, πῶς καὶ εἰς τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου Πνεύματος ἐκκέχυται, τῷ ἐκπλήττεσθαι ἐνδεικνύμενοι, ὡς οὐκ ἄν ποτε τοῦτο προσεδόκησαν τὸ παράδοξον· ἐπεὶ οὖν ᾔδει ὅτι μάλιστα αὐτῶν τοῦτο καθήπτετο, πάντα ποιεῖ ὅπως αὐτῶν τὸν τῦφον κενώσῃ, καὶ τὴν ἀλαζονείαν ἐκλύσῃ σφόδρα οἰδοῦσαν. Καὶ ὅρα πῶς τοῦτο ποιεῖ· Διαλεχθεὶς περὶ τῶν Ἑλληνικῶν, καὶ δείξας αὐτοὺς οὐδεμίαν ἔχοντας οὐδαμόθεν ἀπολογίαν, οὐδὲ ἐλπίδα σωτηρίας, κατηγορήσας τε ἀκριβῶς καὶ τῆς τῶν δογμάτων αὐτῶν διαστροφῆς, καὶ τῆς περὶ τὸν βίον ἀκαθαρσίας, μετατίθησιν ἐπὶ τοὺς Ἰουδαίους τὸν λόγον· καὶ τὰ ἀπὸ τοῦ Προφήτου καταλέξας ἅπαντα δι' ὧν ἔλεγεν ἐκεῖνος, ὅτι μιαροί τινες ἦσαν καὶ δο 59. 72 λεροὶ καὶ ὕπουλοι, καὶ πάντες ἅμα ἠχρειώθησαν, καὶ οὐδεὶς ἐν αὐτοῖς ἐκζητεῖ τὸν Θεὸν, ἀλλ' ἐξέκλιναν πάντες, καὶ ὅσα τοιαῦτα, ἐπήγαγεν· Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ, καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ. Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Τί οὖν ἐπαίρεις σαυτὸν, ὦ Ἰουδαῖε; τί μέγα φρονεῖς; Καὶ γὰρ καὶ τὸ σὸν ἐμπέφρακται στόμα, καὶ ἡ σὴ παῤῥησία ἀνῄρηται, καὶ μετὰ τοῦ κόσμου παντὸς καὶ σὺ γέγονας ὑπόδικος, καὶ ὁμοίως τοῖς ἄλλοις ἐν χρείᾳ καθέστηκας τοῦ δωρεὰν δικαιωθῆναι. Ἐχρῆν μὲν οὖν μηδὲ εἰ κατωρθωκὼς ἦς, καὶ παῤῥησίαν πολλὴν εἶχες πρὸς τὸν Θεὸν, μηδὲ οὕτω τοῖς μέλλουσιν ἐλεεῖσθαι καὶ σώζεσθαι διὰ φιλανθρωπίαν φθονεῖν. Πονηρίας γὰρ τοῦτο ἐσχάτης, ἐπὶ τοῖς ἑτέρων τήκεσθαι ἀγαθοῖς, καὶ μάλιστα ὅτε μηδὲ μετὰ τῆς σῆς τοῦτο ἔμελλε γίνεσθαι ζημίας. Εἰ μὲν γὰρ ἡ τῶν ἄλλων σωτηρία τοῖς σοῖς ἐλυμαίνετο καλοῖς, λόγον ἂν εἶχε τὸ ἀλγεῖν· καίτοι γε οὐδὲ τοῦτο κατὰ τὸν μεμαθηκότα φιλοσοφεῖν. Εἰ δὲ μήτε κολαζομένου θατέρου πλεονάζει σοι τὰ τῶν μισθῶν, μήτε εὖ πάσχοντος ἐλαττοῦται, τίνος ἕνεκεν σὺ κόπτεις σαυτὸν ὑπὲρ ὧν ἕτερος σώζεται δωρεάν; Ἐχρῆν μὲν οὖν, ὅπερ ἔφην, μηδὲ εἰ τῶν εὐδοκιμηκότων ἦς, ἐπὶ τῇ κατὰ χάριν εἰς τὰ ἔθνη γινομένῃ δάκνεσθαι σωτηρίᾳ· ὅταν δὲ τῶν αὐτῶν ὑπεύθυνος ὢν τῷ Δεσπότῃ, καὶ προσκεκρουκὼς καὶ αὐτὸς, δυσχεραίνῃς ἐπὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς, καὶ μέγα φρονῇς ὡς αὐτὸς ὀφείλων μόνος τῆς χάριτος μετασχεῖν, οὐ βασκανίας μόνον καὶ ἀπονοίας, ἀλλὰ καὶ τῆς ἐσχάτης ἀνοίας, καὶ πάντων τῶν χαλεπωτάτων ἂν εἴης ὑπεύθυνος βασανιστηρίων· τὴν γὰρ τῶν κακῶν ῥίζαν ἁπάντων ἐν σεαυτῷ κατεφύτευσας τὴν ὑπερηφανίαν. Διὸ καί τις σοφὸς ἔλεγεν· Ἀρχὴ ἁμαρτίας ὑπερηφανία· τουτέστι, ῥίζα καὶ πηγὴ καὶ μήτηρ. Οὕτω καὶ ὁ πρωτόπλαστος ἐξέπεσε τῆς μακαρίας ἐκείνης διαγωγῆς· οὕτω καὶ ὁ τοῦτον ἀπατήσας διάβολος ἀπ' ἐκείνου κατηνέχθη τοῦ τῆς ἀξίας ὕψους. Ὅθεν εἰδὼς ὁ μιαρὸς τῆς ἁμαρτίας ταύτης τὴν φύσιν ἱκανὴν οὖσαν καὶ ἐξ αὐτῶν καταβαλεῖν τῶν οὐρανῶν, ταύτην ἦλθε τὴν ὁδὸν, ὅτε τὸν Ἀδὰμ ἀπὸ τῆς τοσαύτης κατενεγκεῖν ἐσπούδασε τιμῆς. Τῇ γὰρ ἐπαγγελίᾳ τῆς ἰσοθεΐας φυσήσας αὐτὸν, οὕτω κατέῤῥηξε καὶ κατέβαλεν εἰς αὐτὰ τοῦ ᾅδου τὰ βάραθρα. Οὐδὲν γὰρ οὕτω τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀλλοτριοῖ, καὶ τῷ τῆς γεέννης παραδίδωσι πυρὶ, ὡς ἡ τῆς ὑπερηφανίας τυραννίς. Ταύτης γὰρ ἡμῖν παρούσης, ἅπας ἡμῶν ὁ βίος ἀκάθαρτος γίνεται, κἂν σωφροσύνην, κἂν παρθενίαν, κἂν νηστείαν, κἂν εὐχὰς, κἂν ἐλεημοσύνην, κἂν ὁτιοῦν ἐπιτελῶμεν. Ἀκάθαρτος γὰρ, φησὶ, παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Καταστέλλωμεν οὖν τοῦτο τὸ φύσημα τῆς ψυχῆς, καὶ τὸν ὄγκον τοῦτον ἀνακόπτωμεν, εἴ γε ἐθέλοιμεν εἶναι καθαροὶ, καὶ τῆς τῷ διαβόλῳ κειμένης ἀπηλλάχθαι κολάσεως. Ὅτι γὰρ τὸν ἀλαζόνα τὰ αὐτὰ ἐκείνῳ παθεῖν ἀνάγκη, ἄκουσον τοῦ Παύλου λέγοντος· Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς, εἰς κρῖμα ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου. Τί ἐστι κρῖμα; Εἰς τὴν αὐτὴν, φησὶ, καταδίκην, εἰς τὴν αὐτὴν κόλασιν. Πῶς οὖν ἄν τις ἐκφύγοι τοῦτο τὸ δεινὸν, φησίν; Εἴ γε ἀναλογίσαιτο τὴν ἑαυτοῦ φύσιν, καὶ τῶν ἁμαρτημάτων τὸ πλῆθος, καὶ τῶν ἐκεῖ βασανιστηρίων τὸ μέγεθος, καὶ τῶν ἐνταῦθα δοκούν 59. 73 των λαμπρῶν τὸ πρόσκαιρον οὐδὲν χόρτου διαφέρον, καὶ τῶν ἐαρινῶν ἀνθέων μᾶλλον μαραινόμενον. Ἂν τούτους συνεχῶς παρ' ἑαυτοῖς κινῶμεν τοὺς λογισμοὺς, καὶ τοὺς τὰ μέγιστα κατωρθωκότας ἐπὶ μνήμης ἔχωμεν, οὐ ῥᾳδίως ὁ διάβολος ἐπᾶραι δυνήσεται, κἂν μυρία φιλονεικῇ, ἀλλ' οὐδὲ ὑποσκελίσαι τὴν 59. 74 ἀρχήν. Ὁ δὲ Θεὸς ὁ τῶν ταπεινῶν, ὁ χρηστὸς καὶ ἐπιεικὴς, αὐτὸς καὶ ὑμῖν καὶ ἡμῖν παράσχοι καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην. Οὕτω γὰρ δυνησόμεθα καὶ τὰ ἄλλα μετ' εὐκολίας κατορθοῦν, εἰς δόξαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ δόξα τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note