In Matthaeum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
59.0.1
Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων! Ἀνάγκη γάρ ἐστιν ἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ ἀνθρώ πῳ ἐκείνῳ, δι' οὗ τὰ σκάνδαλα ἔρχεται!
59.1.1
Καὶ εἰ ἀνάγκη ἐστὶν ἐλθεῖν τὰ σκάνδαλα, εἴποι τις ἂν ἴσως τῶν ἐναντίων, τί ταλανίζει τὸν κόσμον, δέον ἀμῦναι καὶ χεῖρα ὀρέξαι; Τοῦτο γὰρ ἰατροῦ καὶ προστάτου ἐκεῖνο δὲ καὶ τοῦ τυχόντος. Τί οὖν ἂν εἴποιμεν πρὸς τὴν οὕτως ἀναίσχυντον γλῶτταν; Καὶ τί τῆς θεραπείας ταύτης ἴσον ἐπιζητεῖς; Καὶ γὰρ Θεὸς ὢν, ἄνθρωπος ἐγένετο διὰ σὲ, καὶ δούλου μορφὴν ἔλαβε, καὶ τὰ ἔσχατα πάντα ὑπέστη, καὶ οὐδὲν ἐνέλιπε τῶν εἰς αὐτὸν ἡκόντων. Ἀλλ' ἐπειδὴ πλέον οὐδὲν γέγονε τοῖς ἀγνώμοσι, διὰ τοῦτο αὐτοὺς ταλανίζει, ὅτι μετὰ τὴν τοσαύτην θεραπείαν ἔμειναν ἐπὶ τῆς ἀῤῥωστίας. Ὥσπερ ἂν εἴ τις καὶ τὸν κάμνοντα πολλῆς ἀπολαύσαντα ἐπιμελείας, καὶ οὐκ ἐθελήσαντα νόμοις πεισθῆναι ἰατρικοῖς, θρηνῶν λέγοι Οὐαὶ τῷ δεῖνι ἀνθρώπῳ ἀπὸ τῆς ἀῤῥωστίας, ἣν διὰ τῆς οἰκείας ηὔξησε ῥᾳθυμίας! Ἀλλ' ἐκεῖ μὲν οὐδὲν ὄφελος ἀπὸ τοῦ θρήνου· ἐνταῦθα δὲ καὶ τοῦτο εἶδος θεραπείας ἐστὶ, τὸ προειπεῖν τὸ ἐσόμενον, καὶ ταλανίσαι. Πολλοὶ γὰρ πολλάκις συμβουλευθέντες μὲν οὐδὲν ὠφελήθησαν, θρηνηθέντες δὲ ἀνήνεγκαν. Διὸ καὶ μάλιστα τὸ Οὐαὶ τέθεικε, διεγείρων αὐτοὺς, καὶ ἐναγωνίους ποιῶν, καὶ ἐγρηγορέναι παρασκευάζων. Μετὰ δὲ τούτων καὶ τὴν εὔνοιαν ἐπιδείκνυται τὴν περὶ αὐτοὺς ἐκείνους, καὶ τὴν ἡμερότητα τὴν αὐτοῦ, ὅτι καὶ ἀντειπόντας θρηνεῖ, οὐ δυσχεραίνων μόνον, ἀλλὰ καὶ διορθούμενος καὶ τῷ θρήνῳ καὶ τῇ προῤῥήσει, ὥστε αὐτοὺς ἀνακτήσασθαι. Καὶ πῶς ἔνι τοῦτο; φησίν. Εἰ γὰρ ἀνάγκη ἐλθεῖν τὰ σκάνδαλα, πῶςδυνατὸν ταῦτα διαφυγεῖν; Ὅτι ἐλθεῖν μὲν τὰ σκάνδαλα ἀνάγκη· ἀπολέσθαι δὲ οὐ πάντως ἀνάγκη. Ὥσπερ κἂν ἰατρὸς εἴποι (οὐδὲν γὰρ κωλύει τῷ αὐτῷ ὑποδείγματι χρήσασθαι πάλιν), ἀνάγκη τὴν νόσον τήνδε ἐπιστῆναι, ἀλλ' οὐκ ἀνάγκη διαφθαρῆναι πάντως ὑπὸ τῆς νόσου τὸν προσέχοντα. Τοῦτο δὲ ἔλεγεν, ὅπερ ἔφην, μετὰ τῶν ἄλλων καὶ τοὺς μαθητὰς ἀφυπνίζων. Ἵνα γὰρ μὴ νυστάζωσιν, ὡς ἐπὶ εἰρήνην καὶ ἀτάραχον βίον πεμπόμενοι, πολλοὺς ἐφεστῶτας αὐτοῖς δείκνυσι πολέμους, ἔξωθεν, ἔσωθεν. Ὅπερ καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ἔξωθεν μάχαι, ἔσωθεν φόβοι· καὶ, Κινδύνοις ἐν ψευδαδέλφοις· καὶ Μιλησίοις δὲ διαλεγόμενος ἔφη· Καὶ ἀναστήσονταί τινες ἐξ ὑμῶν λαλοῦντες διεστραμμένα. Καὶ αὐτὸς δὲ ἔλεγεν· Ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ αὐτοῦ. Ὅταν δὲ ἀνάγκην εἴπῃ, οὐ τὸ αὐθαίρετον τῆς ἐξουσίας ἀναιρῶν, οὐδὲ τὴν ἐλευθερίαν τῆς προαιρέσεως, οὐδὲ ἀνάγκῃ τινὶ πραγμάτων ὑποβάλλων τὸν βίον, φησὶ ταῦτα· ἀλλὰ τὸ πάντως ἐσόμενον προλέγει· ὅπερ ὁ Λουκᾶς ἑτέρᾳ λέξει παρέστησεν, εἰπὼν οὕτως· Ἀνένδεκτόν ἐστι τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα. Τί δέ ἐστι, Τὰ σκάνδαλα; Τὰ κωλύματα τῆς ὀρθῆς ὁδοῦ. Οὕτω καὶ οἱ ἐπὶ τῆς σκηνῆς τοὺς περὶ ταῦτα δεινοὺς καλοῦσι, τοὺς τὰ σώματα διαστρέφοντας. Οὐ τοίνυν ἡ πρόῤῥησις αὐτοῦ τὰ σκάνδαλα ἄγει· ἄπαγε· οὐδὲ ἐπειδὴ προεῖπε, διὰ τοῦτο γίνεται· ἀλλ' ἐπειδὴ πάντως ἔμελλεν ἔσεσθαι, διὰ τοῦτο προεῖπεν· ὡς εἴγε μὴ ἐβούλοντο οἱ φέροντες αὐτὰ πονηρεύεσθαι, οὐδ' ἂν ἦλθον· εἰ δὲ μὴ ἔμελλον ἔρχεσθαι, οὐδ' ἂν προεῤῥήθη. Ἐπειδὴ δὲ ἐκακούργησαν ἐκεῖνοι, καὶ ἀνίατα ἐνόσησαν, ἦλθον· καὶπρολέγει τὸ μέλλον ἔσεσθαι. Καὶ εἰ διωρθώθησαν ἐκεῖνοι, φησὶ, καὶ μηδεὶς ἦν ὁ τὰ σκάνδαλα κομίζων, οὐκ ἔμελλεν ὁ λόγος οὗτος ψεύδους ἁλίσκεσθαι; Οὐδαμῶς· οὐδὲ γὰρ ἂν ἐλέχθη. Εἰ γὰρ ἔμελλον διορθοῦσθαι πάντες, οὐκ ἂν εἶπεν, ὅτι Ἀνάγκη ἐλθεῖν· ἀλλ' ἐπειδὴ προῄδει ἀδιορθώτους ἐσομένους οἴκοθεν, διὰ τοῦτο εἶπεν, ὅτι πάντως ἥξουσι. Καὶ τίνος ἕνεκεν αὐτοὺς οὐκ ἀνεῖλε; φησί. Τίνος γὰρ ἕνεκεν ἀναιρεθῆναι ἔδει; διὰ τοὺς βλαπτομένους; Ἀλλ' οὐκ ἐκεῖθεν οἱ βλαπτόμενοι ἀπόλλυνται, ἀλλ' ἐκ τῆς ἑαυτῶν ῥᾳθυμίας. Καὶ δηλοῦσιν οἱ ἐνάρετοι, οὐ μόνον οὐδὲν ἀδικούμενοι ἐντεῦθεν, ἀλλὰ καὶ τὰ μέγιστα κερδαίνοντες· οἷος ἦν ὁ Ἰὼβ, οἷος ὁ Ἰωσὴφ, οἷοι πάντες οἱ δίκαιοι καὶ οἱ ἀπόστολοι. Εἰ δὲ ἀπόλλυνται πολλοὶ, παρὰ τὸν ἑαυτῶν ὕπνον. Εἰ δὲ μὴ οὕτως εἶχεν, ἀλλὰ παρὰ τὰ σκάνδαλα ἡ ἀπώλεια, πάντας ἀπολέσθαι ἔδει Εἰ δὲ εἰσὶν οἱ διαφεύγοντες, ὁ μὴ διαφεύγων ἑαυτῷ λογιζέσθω. Τὰ γὰρ σκάνδαλα, ὅπερ ἔφην, καὶ διεγείρει, καὶ ὀξυτέρους ποιεῖ, καὶ ἀκονᾷ, οὐ μόνον τὸν φυλαττόμενον, ἀλλὰ καὶ τὸν περιπεσόντα ταχέως ἀναστάντα· ἀσφαλέστερον γὰρ αὐτὸν ἐργάζεται, καὶ δυσάλωτον μᾶλλον ποιεῖ. Ὥστε ἂν νήφωμεν, οὐ μικρὸν ἐντεῦθεν καρπούμεθα κέρδος, τὸ διηνεκῶς ἐγρηγορέναι. Εἰ γὰρ πολεμίων ὄντων καὶ τοσούτων πειρασμῶν ἐπικειμένων καθεύδομεν, τίνες ἂν εἴημεν ἐν ἀδείᾳ ζῶντες; Καὶ εἰ βούλει, τὸν πρῶτον ἄνθρωπον σκόπει. Εἰ γὰρ ὀλίγον χρόνον, τάχα δὲ οὐδὲ ἡμέραν ὅλην ἐν τῷ παραδείσῳ ζήσας, καὶ τρυφῆς ἀπολαύσας, εἰς τοσοῦτον ἤλασε κακίας, ὡς καὶ ἰσοθεΐαν φαντασθῆναι, καὶ τὸν ἀπατεῶνα εὐεργέτην νομίσαι, καὶ μιᾶς μὴ κατασχεῖν ἐντολῆς· εἰ καὶ τὸν ἐφεξῆς βίον ἀταλαίπωρον ἔζη, τί οὐκ ἂν εἰργάσατο;
59.2.1
Ἀλλ' ὅταν ταῦτα εἴπωμεν, πάλιν ἕτερα ἀντιλέγουσιν, ἐρωτῶντες· Καὶ διατί αὐτὸν τοιοῦτον ἐποίησεν ὁ Θεός; Οὐχὶ ὁ Θεὸς τοιοῦτον αὐτὸν ἐποίησεν· ἄπαγε· ἐπεὶ οὐδ' ἂν ἐκόλασεν. Εἰ γὰρ ἡμεῖς, ἐν οἷς ἂν ὦμεν αἴτιοι, οὐκ ἐγκαλοῦμεν τοῖς οἰκέταις, πολλῷ μᾶλλον ὁ τῶν ὅλων Θεός. Ἀλλὰ πόθεν τοῦτο ἐγένετο; φησί. Παρ' ἑαυτοῦ καὶ τῆς ἑαυτοῦ ῥᾳθυμίας. Τί ἐστι, παρ' ἑαυτοῦ; Ἐρώτησον σεαυτόν. Εἰ γὰρ μὴ παρ' ἑαυτῶν εἰσι κακοὶ οἱ κακοὶ, μὴ κόλαζε τὸν οἰκέτην, μηδὲ ἐπιτίμα τῇ γυναικὶ ἐν οἷς ἂν ἁμαρτάνῃ, μηδὲ τύπτε τὸν υἱὸν, μηδὲ ἐγκάλει τῷ φίλῳ, μηδὲ μίσει τὸν ἐπηρεάζοντά σε ἐχθρόν· πάντες γὰρ οὗτοι ἐλεεῖσθαι, οὐ κολάζεσθαι ἄξιοι, εἰ μὴ οἴκοθεν πλημμελοῦσιν. Ἀλλ' οὐ δύναμαι φιλοσοφεῖν, φησί. Καίτοιγε ὅταν συνίδῃς οὐκ ἐκείνων τὴν αἰτίαν οὖσαν, ἀλλ' ἀνάγκης ἑτέρας, δύνασαι φιλοσοφεῖν. Ὅταν γοῦν ὑπὸ νόσου κατεχόμενος οἰκέτης μὴ ποιήσῃ τὰ ἐπιταχθέντα, οὐ μόνον οὐκ ἐγκαλεῖς, ἀλλὰ καὶ συγγινώσκεις. Οὕτω σὺ μάρτυς, ὅτι τὸ μὲν αὐτοῦ, τὸ δὲ οὐκ αὐτοῦ. Ὥστε κἀνταῦθα, εἰ ᾔδεις ὅτι παρὰ τὸ γενέσθαι τοιοῦτος πονηρὸς ἦν, οὐ μόνον οὐκ ἂν ἐνεκάλεσας, ἀλλὰ καὶ συγγνώμην ἔδωκας ἄν. Οὐ γὰρ δήπου διὰ μὲν τὴν νόσον συγγινώσκεις, διὰ Θεοῦ δὲ δημιουργίαν οὐκ ἂν συνέγνως, εἴγε τοιοῦτος ἐξ ἀρχῆς γέγονε. Καὶ ἑτέρωθεν δὲ τοὺς τοιούτους ἐπιστομίσαι ῥᾴδιον· πολλὴ γὰρ τῆς ἀληθείας ἡ περιουσία. Διατί γὰρ μηδέποτε ἐνεκάλεσας οἰκέτῃ, ὅτι οὐκ ἔστι καλὸς τὴν ὄψιν, ὅτι οὐκ ἔστιν εὐμήκης τὸ σῶμα, ὅτι οὐκ ἔστιπτηνός; Ὅτι τῆς φύσεως ταῦτα. Οὐκοῦν τῶν τῆς φύσεως ἐγκλημάτων ἀπήλλακται, καὶ οὐδεὶς ἀντερεῖ. Ὅταν οὖν ἐγκαλῇς, δεικνύεις ὅτι οὐ τῆς φύσεως τὸ ἁμάρτημα, ἀλλὰ τῆς προαιρέσεως. Εἰ γὰρ ἐν οἷς οὐκ ἐγκαλοῦμεν, μαρτυροῦμεν τῆς φύσεως εἶναι τὸ πᾶν, δῆλον ὅτι ἐν οἷς ἐπιτιμῶμεν, δηλοῦμεν ὅτι προαιρέσεώς ἐστι τὸ πλημμέλημα. Μὴ τοίνυν μοι λογισμοὺς εἰς μέσον ἄγε διεστραμμένους, μηδὲ σοφίσματα καὶ πλοκὰς ἀραχνῶν εὐτελεστέρας, ἀλλ' ἐκεῖνο πάλιν ἀπόκριναί μοι· Πάντας ἀνθρώπους ὁ Θεὸς εἰργάσατο; Παντί που δῆλον. Πῶς οὖν οὐ πάντες ἴσοι κατὰ τὸν τῆς ἀρετῆς λόγον καὶ τὸν τῆς κακίας; πόθεν οἱ ἀγαθοὶ καὶ χρηστοὶ καὶ ἐπιεικεῖς; πόθεν οἱ φαῦλοι καὶ πονηροί; Εἰ γὰρ μὴ γνώμης ταῦτα δεῖται, ἀλλὰ φύσεώς ἐστι, πῶς οἱ μὲν τοῦτό εἰσιν, οἱ δὲ ἐκεῖνο; Εἰ μὲν γὰρ φύσει πάντες κακοὶ, οὐδένα οἷόν τε ἦν ἀγαθὸν εἶναι· εἰ δὲ ἀγαθοὶ φύσει, οὐδένα κακόν. Εἰ γὰρ μία φύσις ἀνθρώπων ἁπάντων, ἔδει κατὰ τοῦτο πάντας ἓν εἶναι, εἴτε τοῦτο, εἴτε ἐκεῖνο ἔμελλον εἶναι. Εἰ δὲ λέγοιμεν, ὅτι φύσει οἱ μὲν ἀγαθοὶ, οἱ δὲ κακοὶ, ὅπερ οὐκ ἂν ἔχοι λόγον, ὥσπερ ἀπεδείξαμεν, ἐχρῆν ἀκίνητα ταῦτα εἶναι· τὰ γὰρ τῆς φύσεως, ἀκίνητα. Σκόπει δέ· Θνητοὶ πάντες καὶ παθητοὶ, καὶ οὐδεὶς ἀπαθὴς, κἂν μυρία φιλονεικῇ. Νῦν δὲ ὁρῶμεν ἀπὸ χρηστῶν φαύλους πολλοὺς, καὶ ἀπὸ φαύλων χρηστοὺς γινομένους, τοὺς μὲν ῥᾳθυμίᾳ, τοὺς δὲ σπουδῇ· ὅπερ μάλιστα δείκνυσιν οὐκ ὄντα φύσεως ταῦτα. Οὔτε γὰρ μεταβάλλεται, οὔτε ἵνα προσγένηται σπουδῆς δεῖται τὰ φυσικά. Ὥσπερ γὰρ εἰς τὸ βλέπειν καὶ ἀκούειν οὐ δεόμεθα πόνου, οὕτως οὐδὲ ἐν τῇ ἀρετῇ ἱδρώτων ἡμῖν ἔδει, εἰ τῇ φύσει αὐτῇ ἦν συγκεκληρωμένη. Τίνος δὲ ἕνεκεν καὶ φαύλους ἐποίει, δυνάμενος ἀγαθοὺς ποιῆσαι πάντας; Πόθεν οὖν τὰ κακά; φησίν. Ἐρώτησον σεαυτόν· ἐμὸν γὰρ δεῖξαι, ὅτι οὐχὶ φύσεως, οὐδὲ ἀπὸ Θεοῦ. Οὐκοῦν αὐτόματα; φησίν. Οὐδαμῶς. Ἀλλὰ ἀγέννητα; Εὐφήμει, ἄνθρωπε, καὶ ἀποπήδησον τῆς μανίας ταύτης, μιᾷ τιμῇ τὸν Θεὸν τιμῶν καὶ τὰ κακὰ, καὶ τιμῇ τῇ ἀνωτάτω. Εἰ γὰρ ἀγέννητα, καὶ ἰσχυρὰ ἔσται, καὶ οὐδὲ ἀνασπασθῆναι δυνήσεται, οὐδὲ εἰς τὸ μὴ εἶναι χωρῆσαι. Ὅτι γὰρ τὸ ἀγέννητον ἀνώλεθρον, παντί που δῆλον.
59.3.1
Πόθεν δὲ καὶ ἀγαθοὶ τοσοῦτοι, τοσαύτην τοῦ κακοῦ τὴν δύναμιν ἔχοντος; πῶς οἱ γεννητοὶ τοῦ ἀγεννήτου ἰσχυρότεροι; Ἀλλ' ὁ Θεὸς αὐτὰ ἀναιρεῖ, φησί. Πότε; Πῶς δὲ καὶ ἀναιρήσει τὰ ὁμότιμα καὶ ὁμοσθενῆ καὶ ὁμήλικα, ὡς ἄν τις εἴποι; Ὢ τῆς τοῦ διαβόλου κακίας! πόσον ἐξεῦρε κακόν! οἵᾳ τὸν Θεὸν περιβαλεῖν ἔπεισε βλασφημίᾳ! οἵῳ προσχήματι εὐσεβείας ἕτερον δύσφημον ἐπενόησε λόγον! Βουλόμενοι γὰρ δεῖξαι, ὅτι οὐκ ἐξ αὐτοῦ τὸ κακὸν, πονηρὸν ἄλλο δόγμα εἰσήγαγον, ἀγέννητα αὐτὰ φήσαντες εἶναι. Πόθεν οὖν τὰ κακά; φησίν. Ἐκ τοῦ θέλειν καὶ μὴ θέλειν. Αὐτὸ δὲ τὸ θέλειν καὶ μὴ θέλειν πόθεν; Παρ' ἡμῶν αὐτῶν. Σὺ δὲ ταὐτὸν ποιεῖς ἐρωτῶν, ὡς ἂν εἰ ἐρομένου σου, Πόθεν τὸ βλέπειν καὶ μὴ βλέπειν; εἶτα εἰπόντος μου, Ἐκ τοῦ μύειν καὶ μὴ μύειν· πάλιν ἔροιο, Αὐτὸ δὲ τὸ μύειν καὶ μὴ μύειν πόθεν; εἶτα ἀκούσας ὅτι ἐξ ἡμῶν αὐτῶν καὶ τοῦ θέλειν, αἰτίαν πάλιν ἑτέραν ζητοίης. Τὸ γὰρ κακὸν οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ τὸ παρακοῦσαι Θεοῦ. Πόθεν οὖν τοῦτο, φησὶν, εὗρεν ὁ ἄνθρωπος; Ἔργον γὰρ ἦν τοῦτο εὑρεῖν; εἰπέ μοι. Οὐδὲ γὰρ ἐγὼ τοῦτό φημι, ὅτι δύσκολον τοῦτο· ἀλλὰ πόθεν ἠθέλησε παρακοῦσαι; Ἀπὸ ῥᾳθυμίας. Κύριος γὰρ ὢν ἑκατέρων, πρὸς τοῦτο μᾶλλον ἀπέκλινεν. Εἰ δὲ ἀπορεῖς ἔτι καὶ ἰλιγγιᾷς ταῦτα ἀκούων, ἐγώ σε ἐρήσομαι οὐδὲν δυσχερὲς, οὐδὲ ποικίλον, ἀλλὰ ἁπλοῦν τινα καὶ σαφῆ λόγον. Γέγονάς ποτε κακὸς, γέγονας δέ ποτε καὶ ἀγαθός; Ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν· Ἐκράτησάς ποτε πάθους, καὶ ἑάλως πάλιν ὑπὸ πάθους; περιέπεσες μέθῃ, καὶ ἐκράτησας μέθης; ὠργίσθης ποτὲ, καὶ οὐκ ὠργίσθης; παρεῖδες πένητα, καὶ οὐ παρεῖδες; ἐπόρνευσάς ποτε, καὶ ἐσωφρόνησας πάλιν; Πόθεν οὖν ταῦτα πάντα; εἰπέ μοι· πόθεν; Κἂν γὰρ αὐτὸς μὴ λέγῃς. ἐγὼ ἐρῶ. Ὅτι τὸ μὲν ἐσπούδασας συντείνας σαυτόν· μετὰ δὲ ταῦτα ἐξελύθης καὶ ἐῤῥᾳθύμησας. Τοῖς μὲν γὰρ ἀπεγνωσμένοις καὶ διόλου οὖσιν ἐν κακίᾳ, καὶ ἀναισθήτως ἔχουσι καὶ μαινομένοις. καὶ οὐκ ἐθέλουσιν οὐδὲ ἀκούειν τὰ διορθοῦντα αὐτοὺς, οὐδὲ διαλέξομαι περὶ φιλοσοφίας· τοῖς δὲ ποτὲ μὲν ἐν τούτῳ, ποτὲ δὲ ἐν ἐκείνῳ γενομένοις ἡδέως ἐρῶ· Ἤρπασάς ποτε μὲν τὰ μὴ προσήκοντα· μετὰ δὲ ταῦτα κατακλασθεὶς ὑπὸ ἐλέου, καὶ τῶν σαυτοῦ μετέδωκας τῷ δεομένῳ; Πόθεν οὖν αὕτη ἡ μεταβολή; οὐκ εὔδηλον ὅτι ἀπὸ γνώμης καὶ προαιρέσεως; Εὔδηλον· καὶ οὐκ ἔστιν ὅστις οὐκ ἂν εἴποι τοῦτο. Διὸ παρακαλῶ σπουδάζειν καὶ ἀρετῆς ἔχεσθαι, καὶ οὐδὲν δεήσεσθε τῶν ζητημάτων τούτων. Τὰ γὰρ κακὰ, ὀνόματά ἐστι μόνον, ἐὰν θέλωμεν. Μὴ τοίνυν ζήτει, πόθεν τὰ κακὰ, μηδὲ διαπόρει· ἀλλ' εὑρὼν ὅτι ἀπὸ ῥᾳθυμίας μόνης, φεῦγε τὰ κακά. Κἂν εἴπῃ τις ὅτι οὐ παρ' ἡμῶν ταῦτα, ὅταν ἴδῃς ὀργιζόμενον οἰκέτῃ, καὶ παροξυνόμενον γυναικὶ, καὶ ἐγκαλοῦντα παιδὶ, καὶ καταγινώσκοντα τῶν ἀδικούντων, εἰπὲ πρὸς αὐτόν· Πῶς οὖν ἔλεγες, ὅτι οὐ παρ' ἡμῶν τὰ κακά; Εἰ γὰρ οὐ παρ' ἡμῶν, τίνος ἕνεκεν ἐγκαλεῖς; Εἰπὲ πάλιν· Ἀπὸ σαυτοῦ λοιδορεῖς καὶ ὑβρίζεις; Εἰ μὲν γὰρ οὐκ ἀπὸ σαυτοῦ, μηδείς σοι ὀργιζέσθω· εἰ δὲ ἀπὸ σαυτοῦ, ἀπὸ σοῦ καὶ ἀπὸ τῆς σῆς ῥᾳθυμίας τὰ κακά. Τί δέ; νομίζεις εἶναί τινας ἀγαθούς; Εἰ μὲν γὰρ μηδεὶς ἀγαθὸς, πόθεν σοι τὸ ὄνομα τοῦτο; πόθεν οἱ ἔπαινοι; Εἰ δὲ εἰσὶν ἀγαθοὶ, εὔδηλον ὅτι καὶ τοῖς πονηροῖς ἐπιτιμήσουσιν. Ἀλλ' εἰ μή τίς ἐστιν ἑκὼν πονηρὸς, μηδὲ παρ' ἑαυτοῦ, ἀδίκως εὑρεθήσονται ἐπιτιμῶντες οἱ ἀγαθοὶ τοῖς κακοῖς, καὶ ἔσονται καὶ αὐτοὶ ταύτῃ κακοὶ πάλιν. Τί γὰρ ἂν κάκιον γένοιτ' ἂν τοῦ τὸν ἀνεύθυνον ὑποβάλλειν ἐγκλήμασιν; Εἰ δὲ μένουσιν ἡμῖν ἀγαθοὶ καὶ ἐπιτιμῶντες καὶ τοῦτο μάλιστα τῆς ἀγαθότητος αὐτῶν δεῖγμα, καὶ τοῖς σφόδρα ἀνοήτοις κἀντεῦθεν δῆλον, ὅτι οὐδεὶς οὐδέποτε ἀνάγκῃ κακός. Εἰ δὲ καὶ μετὰ ταῦτα πάντα ζητοίης, πόθεν τὰ κακά; ἀπὸ ῥᾳθυμίας εἴποιμ' ἂν, ἀπὸ ἀργίας, ἀπὸ τοῦ πονηροῖς συγγίνεσθαι, ἀπὸ τοῦ καταφρονεῖν ἀρετῆς· ἐντεῦθεν καὶ τὰ κακὰ, καὶ τὸ ζητεῖν τινας, πόθεν τὰ κακά. Ὡς τῶν γε κατορθούντων οὐδεὶς ταῦτα ἐπιζητεῖ, τῶν ἐπιεικῶς καὶ σωφρόνως ζῇν προαιρουμένων· ἀλλ' οἱ πονηρὰ τολμῶντες, καὶ παραμυθίαν τινὰ ἀνόητον διὰ τούτων βουλόμενοι τῶν λόγων ἐπινοεῖν, ἀραχνῶν ὑφάσματα πλέκουσιν. Ἀλλ' ἡμεῖς ταῦτα μὴ διὰ λόγων μόνον, ἀλλὰ καὶ διὰ τῶν ἔργων διαῤῥήξωμεν. Οὐδὲ γὰρἀνάγκης ἐστὶ ταῦτα. Εἰ γὰρ ἀνάγκης ἦν, οὐκ ἂν εἶπεν· Οὐαὶ τῷ ἀνθρώπῳ, δι' οὗ τὸ σκάνδαλον ἔρχεται! Ἐκείνους γὰρ μόνους ταλανίζει τοὺς ἐκ προαιρέσεως πονηρούς. Εἰ δὲ, Δι' οὗ, λέγει, μὴ θαυμάσῃς. Οὐ γὰρ ὡς ἑτέρου δι' αὐτοῦ εἰσάγοντος τοῦτό φησιν, ἀλλ' ὡς αὐτοῦ τὸ πᾶν κατασκευάζοντος. Οἶδε γὰρ τὸ δι' οὗ, τὸ ὑφ' οὗ λέγειν ἡ Γραφή· ὡς ὅταν λέγῃ· Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ· οὐ τὸ δεύτερον αἴτιον, ἀλλὰ τὸ πρῶτον τιθεῖσα. Καὶ πάλιν· Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστι; καὶ, Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.
59.4.1
Καὶ ἵνα μάθῃς, ὅτι οὐκ ἔστιν ἀνάγκης, ἄκουσον καὶ τῶν ἑξῆς. Μετὰ γὰρ τὸ ταλανίσαι, φησίν· Εἰ ἡ χείρ σου ἢ ὁ ποῦς σου σκανδαλίζει σε, ἔκκοψον αὐτὰ, καὶ βάλε ἀπὸ σοῦ. Καλὸν γάρ σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ κυλλὸν, ἢ δύο χεῖρας καὶ πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ. Καὶ εἰ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτόν. Καλόν σοί ἐστι μονόφθαλμον εἰσελθεῖν εἰς τὴν ζωὴν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν κάμινον τοῦ πυρός· οὐ περὶ μελῶν ταῦτα λέγων· ἄπαγε· ἀλλὰ περὶ φίλων, περὶ τῶν προσηκόντων, οὓς ἐν τάξει μελῶν ἔχομεν ἀναγκαίων. Τοῦτο καὶ ἀνωτέρω εἴρηκε, καὶ νῦν λέγει. Οὐδὲν γὰρ οὕτω βλαβερὸν, ὡς συνουσία πονηρά. Ὅσα γὰρ ἀνάγκη μὴ δύναται, δύναται φιλία πολλάκις καὶ εἰς βλάβην καὶ εἰς ὠφέλειαν. Διὸ μετὰ πολλῆς τῆς σφοδρότητος τοὺς βλάπτοντας ἡμᾶς ἐκκόπτειν κελεύει, τούτους αἰνιττόμενος τοὺς τὰ σκάνδαλα φέροντας. Εἶδες πῶς τὴν ἐσομένην ἐκ τῶν σκανδάλων ἀνεκρούσατο βλάβην; Τῷ προειπεῖν, ὅτι πάντως ἔσται, ὥστε μηδένα ἐν ῥᾳθυμίᾳ εὑρεῖν, ἀλλὰ προσδοκῶντας αὐτὰ νήφειν· τῷ δεῖξαι μεγάλα ὄντα κακὰ (οὐ γὰρ ἂν ἁπλῶς εἶπεν, Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων! ἀλλὰ δεικνὺς μεγάλην τὴν ἐξ αὐτῶν λύμην)· τῷ ταλανίσαι πάλιν τὸν εἰσάγοντα αὐτὰ μειζόνως. Τὸ γὰρ εἰπεῖν, Πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, πολλὴν δεικνύντος ἦν τὴν τιμωρίαν· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τῇ τοῦ παραδείγματος προσθήκῃ ηὔξησε τὸν φόβον. Εἶτα οὐκ ἀρκεῖται τούτοις, ἀλλὰ καὶ δείκνυσι τὴν ὁδὸν, δι' ἧς ἄν τις διαφύγοι τὰ σκάνδαλα. Τίς δέ ἐστιν αὕτη; Τοὺς πονηροὺς, φησὶ, κἂν σφόδρα σοι φίλοι ὦσιν, ἀπότεμνε τῆς φιλίας. Καὶ λέγει λογισμὸν ἀναντίῤῥητον. Ἂν μὲν γὰρ μένωσι φίλοι, οὔτε αὐτοὺς κερδανεῖς, καὶ σαυτὸν προσαπολεῖς· ἂν δὲ ἀποτέμνῃς, τὴν γοῦν σαυτοῦ σωτηρίαν καρπώσῃ. Ὥστε εἴ τινός σε φιλία βλάπτει, ἔκκοπτε ἀπὸ σοῦ. Εἰ γὰρ τῶν ἡμετέρων μελῶν πολλὰ πολλάκις ἀποτέμνομεν, ὅταν αὐτά τε ἀνιάτως ἔχῃ, καὶ τοῖς λοιποῖς λυμαίνηται, πολλῷ μᾶλλον ἐπὶ φίλων τοῦτο ποιεῖν χρή. Εἰ δὲ φύσει ἦν τὰ κακὰ, περιττὴ πᾶσα αὕτη ἡ παραίνεσις καὶ ἡ συμβουλὴ, περιττὴ ἡ διὰ τῶν εἰρημένων φυλακή. Εἰ δὲ οὐ περιττὴ, ὥσπερ οὖν οὐδὲ περιττὴ, εὔδηλον ὅτι γνώμης ἡ πονηρία. Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων. Λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Μικροὺς οὐ τοὺς ἀληθῶς μικροὺς καλεῖ, ἀλλὰ τοὺς νομιζομένους παρὰ τοῖς πολλοῖς, τοὺς πτωχοὺς, τοὺς εὐκαταφρονήτους, τοὺς ἀγνῶτας· (πῶς γὰρ ἂν εἴημικρὸς ὁ τοῦ κόσμου παντὸς ἀντάξιος; πῶς ἂν εἴη μικρὸς ὁ τῷ Θεῷ φίλος;) ἀλλὰ τοὺς παρὰ τῇ τῶν πολλῶν ὑπονοίᾳ τοιούτους νομιζομένους. Καὶ οὐ λέγει περὶ πολλῶν μόνον, ἀλλὰ καὶ περὶ ἑνὸς, κἀντεῦθεν πάλιν ἀποτειχίζων τὴν τῶν πολλῶν σκανδάλων βλάβην. Ὥσπερ γὰρ τὸ φεύγειν τοὺς πονηροὺς, οὕτω τὸ τιμᾷν τοὺς χρηστοὺς κέρδος ἔχει μέγιστον, καὶ διπλῆ γένοιτ' ἂν ἀσφάλεια τῷ προσέχοντι· μία μὲν ἐκ τοῦ τῶν σκανδαλιζόντων τὰς φιλίας ἐκτεμεῖν· ἑτέρα δὲ ἐκ τοῦ τοὺς ἁγίους τούτους ἔχειν ἐν θεραπείᾳ καὶ τιμῇ. Εἶτα καὶ ἑτέρωθεν αὐτοὺς αἰδεσίμους ποιεῖ, λέγων, ὅτι Οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Ἐντεῦθεν δῆλον, ὅτι ἀγγέλους ἔχουσιν οἱ ἅγιοι, ἢ καὶ πάντες. Καὶ γὰρ ὁ Ἀπόστολός φησι περὶ τῆς γυναικὸς, ὅτι Ὀφείλει ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους· καὶ ὁ Μωϋσῆς· Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ. Ἐνταῦθα δὲ οὐ περὶ ἀγγέλων διαλέγεται μόνον, ἀλλὰ καὶ περὶ ἀγγέλων ὑπερεχόντων. Ὅταν δὲ εἴπῃ, Τὸ πρόσωπον τοῦ Πατρός μου, οὐδὲν ἕτερον ἢ τὴν πλείονα παῤῥησίαν λέγει, καὶ τὴν πολλὴν τιμήν. Ἦλθε γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. Πάλιν ἕτερον λογισμὸν τίθησι τοῦ προτέρου μείζονα, καὶ παραβολὴν συνάπτει, δι' ἧς καὶ τὸν Πατέρα εἰσάγει ταῦτα βουλόμενον. Τί γὰρ ὑμῖν δοκεῖ; φησίν· ἐὰν γένηταί τινι ἀνθρώπῳ πρόβατα ἑκατὸν, καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφεὶς τὰ ἐνενηκονταεννέα, πορευθεὶς ἐπὶ τὰ ὄρη, ζητεῖ τὸ πλανώμενον; Καὶ ἐὰν γένηται εὑρεῖν αὐτὸ, χαίρει ἐπ' αὐτῷ μᾶλλον, ἢ ἐπὶ τοῖς ἐνενηκονταεννέα τοῖς μὴ πεπλανημένοις. Οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ Πατρὸς ὑμῶν, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων. Ὁρᾷς δι' ὅσων ἡμᾶς ἐνάγει εἰς τὴν τῶν εὐτελῶν ἀδελφῶν ἐπιμέλειαν; Μὴ τοίνυν εἴπῃς, Χαλκοτύπος ἐστὶν ὁ δεῖνα, ὑποδηματοῤῥάφος, γεωργός ἐστιν, ἀνόητός ἐστι, καὶ καταφρονήσῃς. Ἵνα γὰρ μὴ τοῦτο πάθῃς, ὅρα διὰ πόσων σε πείθει μετριάζειν, καὶ εἰς τὴν τούτων ἐπιμέλειαν ἐμβάλλει. Ἔστησε παιδίον, καί φησι· Γίνεσθε ὡς τὰ παιδία· καὶ, Ὃς ἂν δέξηται παιδίον τοιοῦτον, ἐμὲ δέχεται· καὶ, Ὃς ἐὰν σκανδαλίσῃ, τὰ ἔσχατα πείσεται. Καὶ οὐδὲ ἠρκέσθη τῷ παραδείγματι τοῦ μύλου, ἀλλὰ καὶ τὸ οὐαὶ προσέθηκε, καὶ τοὺς τοιούτους ἐκτέμνειν ἐκέλευσε, κἂν ἐν τάξει χειρῶν ὦσι καὶ ὀφθαλμῶν ἡμῖν. Καὶ ἀπὸ τῶν ἀγγέλων πάλιν τῶν ἐγκεχειρισμένων αὐτοὺς τούτους τοὺς εὐτελεῖς ἀδελφοὺς, αἰδεσίμους ποιεῖ· καὶ ἀπὸ τοῦ οἰκείου θελήματος καὶ πάθους (ὅταν γὰρ εἴπῃ, Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλὸς, καὶ τὸν σταυρὸν δηλοῖ, καθάπερ καὶ Παῦλος φησι, περὶ ἀδελφοῦ λέγων· Δι' ὃν Χριστὸς ἀπέθανε)· καὶ ἀπὸ τοῦ Πατρὸς, ὅτι οὐδὲ αὐτῷ δοκεῖ ἀπολέσθαι· καὶ ἀπὸ τῆς κοινῆς συνηθείας, ὅτι καταλιπὼν τὰ σεσωσμένα ὁ ποιμὴν ζητεῖ τὸ ἀπολόμενον· καὶ ὅταν εὕρῃ τὸ πεπλανημένον, σφόδρα ἥδεται τῇ εὑρέσει καὶ τῇ σωτηρίᾳ τούτου.
59.5.1
Εἰ τοίνυν ὁ Θεὸς οὕτω χαίρει ἐπὶ τῷ μικρῷ τῷ εὑρεθέντι, πῶς σὺ καταφρονεῖς τῶν τῷ Θεῷ περισπουδάστων, δέον καὶ τὴν ψυχὴν αὐτὴν προέσθαι ὑπὲρ ἑνὸς τῶν μικρῶν τούτων; Ἀλλ' ἀσθενής ἐστι καὶ εὐτελής; Δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα πάντα δεῖ ποιεῖν, ὥστε αὐτὸν διασώζειν. Καὶ γὰρ καὶ αὐτὸς τὰ ἐνενηκονταεννέα ἀφεὶς πρόβατα, ἐπ' ἐκεῖνο ἦλθε, καὶ οὐκ ἴσχυσε τῶν τοσούτων ἡ σωτηρία συσκιάσαι τοῦ ἑνὸς τὴν ἀπώλειαν. Ὁ δὲ Λουκᾶς, ὅτι καὶ ἐπὶ τῶν ὤμων ἤνεγκε, φησί· Καὶ Μείζων ἐγένετο χαρὰ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ ἐνενηκονταεννέα δικαίοις. Καὶ ἀπὸ τοῦ ἐγκαταλιπεῖν τὰ σεσωσμένα δι' αὐτὸ, καὶ ἀπὸ τοῦ μᾶλλον ἐπὶ τούτῳ ἡσθῆναι, πολλὴν ἔδειξε τὴν περὶ αὐτοῦ σπουδήν. Μὴ δὴ ἀμελῶμεν τῶν ψυχῶν τῶν τοιούτων. Καὶ γὰρ πάντα ταῦτα διὰ ταῦτα εἴρηται. Τῷ μὲν γὰρ ἀπειλῆσαι μηδ' ὅλως ἐπιβήσεσθαι τῶν οὐρανῶν τὸν μὴ γενόμενον παιδίον, καὶ τοῦ μύλου μνησθῆναι, τὸν τῦφον κατήνεγκε τῶν ἀλαζόνων· οὐδὲν γὰρ οὕτως ἀγάπῃ πολέμιον, ὡς ἀπόνοια· τῷ δὲ εἰπεῖν, Ἀνάγκη ἐστὶν ἐλθεῖν τὰ σκάνδαλα, ἐγρηγορέναι ἐποίησε· τῷ δὲ προσθεῖναι, Οὐαὶ δι' οὗ τὸ σκάνδαλον ἔρχεται, ἕκαστον σπουδάζειν μὴ δι' αὐτοῦ γενέσθαι παρεσκεύασε. Καὶ τῷ μὲν κελεῦσαι ἐκκόψαι τοὺς σκανδαλίζοντας, εὔκολον τὴν σωτηρίαν ἐποίησε· τῷ δὲ ἐπιτάξαι μὴ καταφρονεῖν αὐτῶν, καὶ μηδὲ ἁπλῶς ἐπιτάξαι, ἀλλὰ σφοδρῶς (Ὁρᾶτε γὰρ, φησὶ, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων)· καὶ τῷ εἰπεῖν, ὅτι Οἱ ἄγγελοι αὐτῶν βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου· καὶ, Διὰ τοῦτο ἦλθον ἐγώ· καὶ, Ὁ Πατήρ μου τοῦτο βούλεται· τοὺς ὀφείλοντας αὐτῶν ἐπιμελεῖσθαι σπουδαιοτέρους ἐποίησεν. Ὁρᾷς ὅσον τεῖχος αὐτοῖς περιήλασε, καὶ πόσην τῶν εὐκαταφρονήτων καὶ τῶν ἀπολλυμένων ποιεῖται σπουδὴν, ἀπειλῶν τε ἀνήκεστα κακὰ τοῖς ὑποσκελίζουσιν αὐτοὺς, καὶ μεγάλα ἐπαγγελλόμενος ἀγαθὰ τοῖς θεραπεύουσι καὶ ἐπιμελουμένοις, καὶ παρ' ἑαυτοῦ πάλιν τὸ ὑπόδειγμα φέρων καὶ παρὰ τοῦ Πατρός; Τοῦτον καὶ ἡμεῖς μιμησώμεθα, μηδὲν παραιτούμενοι τῶν δοκούντων εἶναι ταπεινῶν τε καὶ μοχθηρῶν ὑπὲρ τῶν ἀδελφῶν· ἀλλὰ κἂν διακονεῖσθαι δέῃ, κἂν μικρὸς ᾗ, κἂν εὐτελὴς ὑπὲρ οὗ τοῦτο γίνεται, κἂν ἐπίπονον τὸ πρᾶγμα ᾖ, κἂν ὄρη καὶ κρημνοὺς διαβαίνειν χρῇ, πάντα ἔστω φορητὰ διὰ τὴν σωτηρίαν τοῦ ἀδελφοῦ. Οὕτω γὰρ περισπούδαστον ψυχὴ Θεῷ, ὡς μηδὲ τοῦ ἰδίου Υἱοῦ φείσασθαι. Διὸ παρακαλῶ, τοῦ ὄρθρου φανέντος. εὐθέως ἐξιόντες ἀπὸ τῆς οἰκίας, τοῦτον ἕνα σκοπὸν ἔχωμεν, καὶ ταύτην πρὸ πάντων σπουδὴν, ὥστε τὸν κινδυνεύοντα ἐξαρπάσαι· οὐ λέγω τοῦτον μόνον τὸν κίνδυνον τὸν αἰσθητόν· τοῦτο γὰρ οὐδὲ κίνδυνος· ἀλλὰ τὸν τῆς ψυχῆς, τὸν παρὰ τοῦ διαβόλου τοῖς ἀνθρώποις ἐπιφερόμενον. Καὶ γὰρ ὁ ἔμπορος, ὥστε αὐξῆσαι τὴν περιουσίαν, πέλαγος διαβαίνει· καὶ ὁ χειροτέχνης, ὥστε προσθεῖναι τοῖς ὑπάρχουσι, πάντα ποιεῖ. Καὶ ἡμεῖς τοίνυν μὴ τῇ σωτηρίᾳ μόνον ἀρκώμεθα τῇ ἡμετέρᾳ, ἐπεὶ καὶ ταύτην λυμαινόμεθα. Καὶ γὰρ ἐν πολέμῳ καὶ παρατάξει ὁ πρὸς τοῦτο μόνον ὁρῶν στρατιώτης, ὅπως ἑαυτὸν διασώσειε φεύγων, καὶ τοὺς ἄλλους μεθ' ἑαυτοῦ προσαπόλλυσιν· ὥσπερ οὖν ὁ γενναῖος καὶ ὑπὲρ τῶν ἄλλων τὰ ὅπλα τιθέμενος, μετὰ τῶν ἄλλων καὶ ἑαυτὸν διασώζει. Ἐπεὶ οὖν καὶ τὰ ἡμέτερα πόλεμος, καὶ πολέμων ἁπάντων ὁ πικρότατος, καὶ παράταξις καὶ μάχη, ὡς ὁβασιλεὺς ἡμῶν ἐκέλευσεν, οὕτω ταττώμεθα ἐπὶ τῆς παρατάξεως, πρὸς σφαγὰς καὶ αἵματα καὶ φόνους παρεσκευασμένοι, πρὸς τὴν ὑπὲρ ἁπάντων σωτηρίαν βλέποντες, καὶ τοὺς ἑστηκότας ἀλείφοντες, καὶ τοὺς κειμένους ἐγείροντες. Καὶ γὰρ πολλοὶ τῶν ἀδελφῶν τῶν ἡμετέρων ἐν ταύτῃ κεῖνται τῇ παρατάξει, τραύματα ἔχοντες, αἵματι περιῤῥεόμενοι, καὶ ὁ θεραπεύων οὐδεὶς, οὐ τοῦ λαοῦ τις, οὐχ ἱερεὺς, οὐκ ἄλλος οὐδεὶς, οὐ παραστάτης, οὐ φίλος, οὐκ ἀδελφός· ἀλλὰ τὰ ἑαυτῶν σκοποῦμεν ἕκαστος. Διὰ τοῦτο καὶ τὰ ἑαυτῶν κολοβοῦμεν. Ἡ γὰρ μεγίστη παῤῥησία καὶ εὐδοκίμησις, τὸ μὴ τὰ ἑαυτῶν σκοπεῖν. Διά τοι τοῦτο ἀσθενεῖς καὶ εὐκαταγώνιστοι καὶ ἀνθρώποις καὶ διαβόλῳ, ὅτι τὸ ἐναντίον τούτου ζητοῦμεν, καὶ οὐ συνασπίζομεν ἀλλήλοις, οὐδὲ πεφράγμεθα τῇ κατὰ Θεὸν ἀγάπῃ, ἀλλ' ἑτέρας ἑαυτοῖς ἐπιζητοῦμεν φιλίας προφάσεις, οἱ μὲν ἀπὸ συγγενείας, οἱ δὲ ἀπὸ συνηθείας, οἱ δὲ ἀπὸ κοινωνίας, οἱ δὲ ἀπὸ γειτνιάσεως· καὶ πάντοθεν μᾶλλόν ἐσμεν φίλοι, ἢ ἀπὸ εὐσεβείας, δέον ἐκ ταύτης μόνης συνάπτεσθαι τὰς φιλίας. Νῦν δὲ τοὐναντίον γίνεται· Ἰουδαίοις καὶ Ἕλλησιν ἔστινὅπου γινόμεθα φίλοι, ἢ τοῖς τῆς Ἐκκλησίας τέκνοις. ʹ. Ναὶ, φησίν· ὁ μὲν γάρ ἐστι μοχθηρὸς, ὁ δὲ χρηστὸς καὶ ἐπιεικής. Τί λέγεις; μοχθηρὸν τὸν ἀδελφὸν καλεῖς, ὁ μηδὲ ῥακὰ καλεῖν κελευόμενος; καὶ οὐκ αἰσχύνῃ, οὐδὲ ἐρυθριᾷς ἐκπομπεύων τὸν ἀδελφὸν, τὸ μέλος τὸ σὸν, τὸν τῶν αὐτῶν σοὶ κοινωνήσαντα ὠδίνων, τὸν τῆς αὐτῆς μετασχόντα τραπέζης; Ἀλλ' εἰ μέν τινα κατὰ σάρκα ἀδελφὸν ἔχεις, κἂν μυρία ἐργάζηται κακὰ, σπουδάζεις αὐτὸν περιστέλλειν, καὶ νομίζεις καὶ αὐτὸς τῆς αἰσχύνης κοινωνεῖν, ἐκείνου καταισχυνομένου· τὸν δὲ πνευματικὸν ἀδελφὸν, δέον ἐλευθερῶσαι διαβολῆς, σὺ δὲ καὶ μυρίαις περιβάλλεις κατηγορίαις; Μοχθηρὸς γάρ ἐστι καὶ δυσανάσχετος, φησίν. Οὐκοῦν διὰ τοῦτο γενοῦ φίλος, ἵνα παύσῃς ὄντα τοιοῦτον, ἵνα μεταβάλῃς, ἵνα ἐπαναγάγῃς ἐπὶ τὴν ἀρετήν. Ἀλλ' οὐ πείθεται, φησὶν, οὐδὲ ἀνέχεται συμβουλῆς. Πόθεν οἶσθα; παρῄνεσας γὰρ, καὶ διορθῶσαι ἐπεχείρησας; Παρῄνεσα πολλάκις, φησί. Ποσάκις; Πολλάκις· καὶ ἅπαξ καὶ δεύτερον. Βαβαί! τοῦτο πολλάκις; Εἰ γὰρ διὰ παντὸς τοῦτο ἐποίεις τοῦ χρόνου, καμεῖν ἐχρῆν καὶ ἀπαγορεῦσαι; Οὐχ ὁρᾷς πῶς διαπαντὸς ὁ Θεὸς ἡμῖν παραινεῖ, διὰ τῶν προφητῶν, διὰ τῶν ἀποστόλων, διὰ τῶν εὐαγγελιστῶν; Τί οὖν; πάντα κατωρθώσαμεν, καὶ πάντα ἐπείσθημεν; Οὐδαμῶς. Ἆρ' οὖν ἐπαύσατο παραινῶν; ἆρα ἐσίγησεν; Οὐ καθ' ἑκάστην λέγει τὴν ἡμέραν, Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ, καὶ αὔξεται πολλοῖς τῶν χρημάτων ἡ περιουσία καὶ ἡ τυραννίς; Οὐ καθ' ἑκάστην βοᾷ, Ἄφετε καὶ ἀφεθήσεται ὑμῖν, καὶ ἡμεῖς ἐκθηριούμεθα μᾶλλον; Οὐ διαπαντὸς παραινεῖ κρατεῖν ἐπιθυμίας, καὶ εἶναι κρείττους ἡδονῆς πονηρᾶς, πολλοὶ δὲ χοίρων μᾶλλον ἐγκαλινδοῦνται τῇ ἁμαρτίᾳ ταύτῃ; Ἀλλ' ὅμως οὐ παύεται λέγων. Τίνος οὖν ἕνεκα μὴ ταῦτα πρὸς ἑαυτοὺς λογιζόμεθα, καὶ λέγομεν, ὅτι Καὶ ἡμῖν ὁ Θεὸς διαλέγεται, καὶ οὐκ ἀφίσταται τοῦτο ποιῶν, καίτοι πολλὰ παρακουόντων ἡμῶν; Διὰ ταῦτα ἔλεγεν, ὅτι Ὀλίγοι οἱ σωζόμενοι. Εἰ γὰρ οὐκ ἀρκεῖ εἰς σωτηρίαν ἡμῖν ἡ καθ' ἡμᾶς αὐτοὺς ἀρετὴ, ἀλλὰ δεῖ καὶ ἑτέρους ἔχοντας ἀπελθεῖν· ὅταν μήτε ἑαυτοὺς, μήτε ἑτέρους διασώσωμεν, τί πεισόμεθα; πόθεν ἐλπίδα λοιπὸν σωτηρίας ἕξομεν, Ἀλλὰ τί ταῦτα ἐγκαλῶ, ὅταν μηδὲ τῶν συνοικούντων λόγον τινὰ ποιώμεθα, γυναικὸς καὶ παίδων καὶ οἰκετῶν, ἀλλ' ἕτερα ἀνθ' ἑτέρων μεριμνῶμεν, καθάπερ οἱ μεθύοντες, ὅπως οἱ μὲν οἰκέται πλείους γένοιντο, καὶ μετὰ πολλῆς τῆς σπουδῆς ἡμῖν διακονήσαιεν, οἱ δὲ παῖδες πολὺν παρ' ἡμῶν δέξαιντο κλῆρον, ἡ δὲ γυνὴ χρυσία σχοίη καὶ ἱμάτια πολυτελῆ καὶ κτήματα· καὶ μηδαμοῦ ἑαυτῶν φροντίζωμεν, ἀλλὰ τῶν ἑαυτῶν; Οὔτε γὰρ τῆς γυναικὸς φροντίζομεν ἢ προνοοῦμεν, ἀλλὰ τῶν τῆς γυναικός· οὔτε τοῦ παιδίου, ἀλλὰ τῶν τοῦ παιδίου. Καὶ ταὐτὸν ποιοῦμεν, οἷον ἂν εἴ τις οἰκίαν ὁρῶν κακῶς διακειμένην, καὶ τοὺς τοίχους κλινομένους, ἀφεὶς ἀναστῆσαι τούτους, περιβόλους αὐτῇ μεγάλους ἔξωθεν κατασκευάζοι· ἢ σώματος ἠσθενηκότος, τούτου μὲν μὴ ἐπιμελοῖτο, ἱμάτια δὲ αὐτῷ χρυσᾶ ὑφαίνοι· ἢ τῆς δεσποίνης κακῶς διακειμένης, θεραπαινίδων, καὶ ἱστῶν, καὶ τῶν κατὰ τὴν οἰκίαν σκευῶν, καὶ τῶν ἄλλων ἐπιμελοῖτο, ἐκείνην ἀφεὶς ἐῤῥῖφθαι καὶ οἰμώζειν. Τοῦτο γὰρ καὶ νῦν γίνεται· καὶ τῆς ψυχῆς ἡμῖν κακῶς διακειμένης καὶ ἀθλίως, καὶ θυμουμένης, καὶ λοιδορουμένης, καὶ ἐπιθυμούσης ἀτόπως, καὶ κενοδοξούσης, καὶ στασιαζούσης, καὶ πρὸς τὴν γῆν συρομένης, καὶ ὑπὸ θηρίων τοσούτων σπαραττομένης, ἀφέντες αὐτῆς ἀπελάσαι τὰ πάθη, οἰκίας καὶ οἰκετῶν φροντίζομεν. Καὶ εἰ μὲν ἄρκτος λαθοῦσα ἀποφύγοι, τὰς οἰκίας ἀποκλείομεν, καὶ κατὰ τοὺς στενωποὺς τρέχομεν, ὥστε μὴ περιπεσεῖν τῷ θηρίῳ· νυνὶ δὲ οὐχ ἑνὸς θηρίου, ἀλλὰ πολλῶν ἡμῖν λογισμῶν τοιούτων τὴν ψυχὴν σπαραττόντων, οὐδὲ αἴσθησιν λαμβάνομεν. Καὶ ἐν μὲν τῇ πόλει τοσαύτην ποιούμεθα σπουδὴν, ὡς ἐν ἐρήμῳ τόπῳ καὶ ἐν γαλεάγραις καθείργειν τὰ θηρία· καὶ οὔτε πρὸς τῷ βουλευτηρίῳ τῆς πόλεως, οὔτε πρὸς τοῖς δικαστηρίοις, οὔτε πρὸς τοῖς βασιλείοις, ἀλλὰ πόῤῥω που καὶ μακρὰν δεδεμένα κατέχομεν· ἐπὶ δὲ τῆς ψυχῆς, ἔνθα τὸ βουλευτήριον, ἔνθα τὰ βασίλεια, ἔνθα τὸ δικαστήριον, ἀνεῖται τὰ θηρία, περὶ τὸν νοῦν αὐτὸν καὶ τὸν θρόνον τὸν βασιλικὸν κράζοντα καὶ θορυβοῦντα. Διὰ τοῦτο πάντα ἄνω καὶ κάτω γίνεται, καὶ πάντα μεστὰ ταραχῆς, τὰ ἔνδον, τὰ ἔξω, καὶ οὐδὲν διεστήκαμεν ἕκαστος ἡμῶν πόλεως ὑπὸ καταδρομῆς βαρβάρων θορυβουμένης· καὶ ταὐτὸν γίνεται, οἷον ἂν εἰ δράκοντος νεοττίᾳ στρουθῶν ἐπιτιθεμένου, πανταχοῦ τρίζοντες οἱ στρουθοὶ πέτοιντο φοβούμενοι καὶ ταραχῆς γέμοντες, οὐκ ἔχοντες δὲ ὅποι καταλύσωσι τὴν ἀγωνίαν.
59.7.1
Διὸ παρακαλῶ, τὸν δράκοντα ἀνέλωμεν, συγκλείσωμεν τὰ θηρία, ἀποπνίξωμεν, κατασφάξωμεν· καὶ τοὺς πονηροὺς τούτους λογισμοὺς τῇ μαχαίρᾳ τοῦ Πνεύματος παραδῶμεν, ἵνα μὴ καὶ ἡμῖν ἀπειλῇ τοιαῦτα ὁ προφήτης, οἷα καὶ τῇ Ἰουδαίᾳ, ὅτι Ὀνοκένταυροι ἐκεῖ ὀρχήσονται, καὶ ἐχῖνοι, καὶ δράκοντες. Εἰσὶ γὰρ, εἰσὶ καὶ ἄνθρωποι ὀνοκενταύρων χείρους, καθάπερ ἐν ἐρημίᾳ ζῶντες, καὶ λακτίζοντες· καὶ τὸ πλέον τῆς νεότητος παρ' ἡμῖν τοιοῦτον. Καὶ γὰρ ἀγρίας ἔχοντες ἐπιθυμίας, οὕτω πηδῶσιν, οὕτω λακτίζουσιν, ἀχαλίνωτοι περιιόντες, καὶ τῇ σπουδῇ πρὸς οὐδὲν τῶν δεόντων χρώμενοι. Αἴτιοι δὲ οἱ πατέρες, οἳ τοὺς μὲν πωλοδάμνας ἀναγκάζουσι τοὺς ἵππους τοὺς ἑαυτῶν μετὰ πολλῆς ῥυθμίζειν τῆς ἐπιμελείας, καὶ οὐκ ἀφιᾶσιν ἐπὶ πολὺ τοῦ πώλου τὴν ἡλικίαν ἀδάμαστον προελθεῖν, ἀλλὰ καὶ χαλινὸν καὶ τὰ ἄλλα πάντα ἐπιτιθέασιν ἐκ προοιμίων· τοὺς δὲ αὐτῶν νέους ἐπὶ πολὺ περιορῶσιν ἀχαλινώτουςπεριιόντας καὶ σωφροσύνης ἐρήμους, πορνείαις καὶ κύβοις καὶ ταῖς ἐν τοῖς παρανόμοις θεάτροις διατριβαῖς καταισχυνομένους, δέον πρὸ τῆς πορνείας γυναικὶ παραδοῦναι, γυναικὶ σώφρονι καὶ σοφωτάτῃ· αὕτη γὰρ καὶ τῆς ἀτοπωτάτης ἀπάξει διατριβῆς τὸν ἄνδρα, καὶ ἀντὶ χαλινοῦ τῷ πώλῳ γενήσεται. Οὐδὲ γὰρ ἑτέρωθεν αἱ πορνεῖαι καὶ αἱ μοιχεῖαι, ἀλλ' ἐκ τοῦ ἀφέτους εἶναι τοὺς νέους. Ἂν γὰρ γυναῖκα ἔχῃ συνετὴν, καὶ οἰκίας ἐπιμελήσεται, καὶ δόξης, καὶ ὑπολήψεως. Ἀλλὰ νέος ἐστὶ, φησίν. Οἶδα κἀγώ. Εἰ γὰρ ὁ Ἰσαὰκ τεσσαράκοντα ἐτῶν ὢν τὴν νύμφην ἠγάγετο, ἐν παρθενίᾳ τὴν ἡλικίαν πᾶσαν ἐκείνην διάγων, πολλῷ μᾶλλον τοὺς ἐν τῇ χάριτι νέους τὴν φιλοσοφίαν ταύτην ἀσκεῖν ἔδει. Ἀλλὰ τί πάθω; Οὐκ ἀνέχεσθε τῆς σωφροσύνης αὐτῶν ἐπιμελεῖσθαι, ἀλλὰ περιορᾶτε καταισχυνομένους, μολυνομένους, ἐναγεῖς γινομένους, οὐκ εἰδότες ὅτι γάμου κέρδος τὸ καθαρὸν διατηρῆσαι τὸ σῶμα· κἂν τοῦτο μὴ ᾖ, οὐδὲν ὄφελος γάμου. Ὑμεῖς δὲ τοὐναντίον ποιεῖτε· ὅταν μυρίων ἐμπλησθῶσι κηλίδων, τότε αὐτοὺς ἐπὶ γάμον ἄγετε, εἰκῆ καὶ μάτην. Δεῖ γὰρ ἀναμεῖναι, φησὶν, ἵνα εὐδόκιμος γένηται, ἵνα ἐν τοῖς πολιτικοῖς λάμψῃ πράγμασι· τῆς δὲ ψυχῆς ὑμῖν οὐδεὶς λόγος, ἀλλὰ περιορᾶτε αὐτὴν ἐῤῥιμμένην. Διὰ τοῦτο πάντα συγχύσεως γέμει, καὶ ἀταξίας καὶ ταραχῆς, ὅτι πάρεργον αὕτη, ὅτι τὰ μὲν ἀναγκαῖα ἠμέληται, τὰ δὲ εὐτελῆ πολλῆς τυγχάνει προνοίας. Οὐκ οἶσθα, ὅτι οὐδὲν τοιοῦτον χαριῇ τῷ παιδὶ, ὡς τὸ φυλάξαι πορνικῆς ἀκαθαρσίας καθαρόν; Ψυχῆς γὰρ ἴσον οὐδέν. Ὅτι Τί ὠφελεῖται ἄνθρωπος, φησὶν, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ, Ἀλλὰ γὰρ πάντα ὁ τῶν χρημάτων ἔρως ἀνέτρεψε καὶ κατέβαλε, καὶ τοῦ Θεοῦ τὸν ἀκριβῆ φόβον παρώθησεν, ὥσπερ τις τύραννος ἀκρόπολιν, οὕτω τὰς τῶν ἀνθρώπων ψυχὰς καταλαβών. Διὸ καὶ τῆς τῶν παίδων καὶ τῆς ἡμετέρας ἀμελοῦμεν σωτηρίας, ἓν μόνον σκοποῦντες, ὅπως εὐπορώτεροι γενόμενοι, πλοῦτον ἑτέροις ἀφῶμεν, κἀκεῖνοι πάλινἄλλοις, καὶ οἱ μετ' ἐκείνους τοῖς μετ' αὐτοὺς, παράπομποί τινες τῶν ἡμετέρων γινόμενοι κτημάτων τε καὶ χρημάτων, ἀλλ' οὐ δεσπόται. Ἐντεῦθεν πολλὴ ἡ ἄνοια· ἐντεῦθεν τῶν δούλων οἱ ἐλεύθεροι ἀτιμότεροι. Τοῖς μὲν γὰρ δούλοις, εἰ καὶ μὴ δι' αὐτοὺς, ἀλλὰ δι' ἡμᾶς αὐτοὺς ἐπιτιμῶμεν· οἱ δὲ ἐλεύθεροι οὐδὲ ταύτης ἀπολαύουσι τῆς προνοίας, ἀλλὰ καὶ τούτων ἡμῖν εἰσιν εὐτελέστεροι. Καὶ τί λέγω τῶν δούλων; Καὶ γὰρ βοσκημάτων οἱ παῖδες ἀτιμότεροι, καὶ ὄνων καὶ ἵππων μᾶλλον ἐπιμελούμεθα, ἢ παίδων. Κἂν μὲν ἡμίονόν τις ἔχῃ, πολλὴ ἡ φροντὶς ὥστε ὀνηλάτην εὑρεῖν ἄριστον, καὶ μήτε ἀγνώμονα, μὴ κλέπτην, μὴ μέθυσον, μὴ τῆς τέχνης ἄπειρον· ἂν δὲ ψυχῇ παιδὸς ἐπιστῆσαι δέῃ παιδαγωγὸν, ἁπλῶς καὶ ὡς ἔτυχε τὸν ἐπελθόντα αἱρούμεθα. Καίτοιγε τῆς τέχνης ταύτης οὐκ ἔστιν ἄλλη μείζων. Τί γὰρ ἴσον τοῦ ῥυθμίσαι ψυχὴν, καὶ διαπλάσαι νέου διάνοιαν; Καὶ γὰρ παντὸς ζωγράφου καὶ παντὸς ἀνδριαντοποιοῦ τὸν ταύτην ἔχοντα τὴν ἐπιστήμην ἀκριβέστερον διακεῖσθαι χρή. Ἀλλ' ἡμεῖς οὐδένα τούτου ποιούμεθα λόγον, ἀλλ' ἓν ὁρῶμεν μόνον, ὅπως παιδευθῇ τὴν γλῶτταν. Καὶ τοῦτο δὲ διὰ χρήματα πάλιν ἐσπουδάκαμεν. Οὐ γὰρ ἵνα δύνηται λέγειν, ἀλλ' ἵνα χρηματίζηται, μανθάνει τὸ λέγειν· ὡς εἰ ἐξῆν καὶ χωρὶς τούτου πλουτεῖν, οὐδεὶς ἡμῖν ἦν οὐδὲ τούτου λόγος. Εἶδες πόση τῶν χρημάτων ἡ τυραννίς; πῶς πάντα κατέσχε, καὶ καθάπερ ἀνδράποδά τινα καὶ θρέμματα δήσασα ἕλκει ὅπουπερ ἂν θέλῃ; Ἀλλὰ τί τὸ κέρδος ἀπὸ τῶν τοσούτων ἐγκλημάτων ἡμῖν; Ἡμεῖς μὲν γὰρ τοῖς λόγοις αὐτὴν βάλλομεν· ἐκείνη δὲ τοῖς ἔργοις ἡμῶν κρατεῖ. Πλὴν ἀλλ' οὐδὲ οὕτω παυσόμεθα τοῖς ἀπὸ τῆς γλώττης αὐτὴν βάλλοντες ῥήμασιν. Ἂν μὲν γὰρ γένηταί τι πλέον, ἐκερδάναμεν καὶ ἡμεῖς καὶ ὑμεῖς· ἂν δὲ τοῖς αὐτοῖς ἐπιμένητε, τό γε ἡμέτερον ἅπαν ἀπήρτισται. Ὁ δὲ Θεὸς καὶ ὑμᾶς ταύτης ἀπαλλάξειε τῆς νόσου, καὶ ἡμᾶς ἐφ' ὑμῖν καυχᾶσθαι παρασκευάσειεν· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.