In Matthaeum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
77.0.1
Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. Ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς, καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος. Οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα πάντα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
77.1.1
Ἐπειδὴ εἶπεν, ὅτι εὐθέως μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων, αὐτοὶ δὲ τοῦτο ἐζήτουν μεθ' ὅσον χρόνον, καὶ αὐτὴν κυρίως τὴν ἡμέραν ἐπεθύμουν εἰδέναι, διὰ τοῦτο καὶ τὸ παράδειγμα τίθησι τῆς συκῆς, δεικνὺς ὅτι οὐ πολὺ τὸ μέσον, ἀλλ' ἐφεξῆς καὶ ἡ παρουσία ἀπαντήσεται· ὅπερ οὖν οὐ διὰ τῆς παραβολῆς μόνον, ἀλλὰ καὶ διὰ τῶν μετὰ ταῦτα λέξεων ἐδήλωσεν εἰπών· Γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. Ἐντεῦθεν καὶ ἕτερόν τι προφητεύει, θέρος πνευματικὸν, καὶ γαλήνην κατ' ἐκείνην ἐσομένην τὴν ἡμέραν ἀπὸ τοῦ χειμῶνος τοῦ παρόντος τοῖς δικαίοις· τοῖς δὲ ἁμαρτωλοῖς τοὐναντίον, χειμῶνα ἀπὸ θέρους· ὅπερ ἐν τοῖς ἑξῆς ἐδήλωσεν εἰπὼν, τρυφώντων αὐτῶν ἐπιστήσεσθαι τὴν ἡμέραν. Οὐ διὰ τοῦτο δὲ μόνον τὸ τῆς συκῆς τοῦτο τέθεικεν, ἵνα τὸ διάστημα δηλώσῃ· ἐξῆν γὰρ καὶ ἑτέρως αὐτὸ παραστῆσαι· ἀλλ' ἵνα κἀντεῦθεν πιστώσηται τὸν λόγον οὕτως ἐκβησόμενον πάντως. Ὥσπερ γὰρ τοῦτο ἀνάγκη εἶναι, οὕτω καὶ ἐκεῖνο. Καὶ γὰρ ὅπουπερ ἂν ἐθέλῃ τὸ πάντως ἀποβησόμενον λέγειν, φυσικὰς ἀνάγκας εἰς μέσον παράγει, καὶ αὐτὸς, καὶ ὁ μακάριος Παῦλος αὐτὸν μιμούμενος. Διὰ τοῦτο καὶ περὶ ἀναστάσεως διαλεγόμενός φησιν· Ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἐὰν μὴ ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Ὅθεν καὶ ὁ μακάριος Παῦλος παιδευθεὶς, τῷ αὐτῷ κέχρηται ὑποδείγματι, Κορινθίοις περὶ ἀναστάσεως διαλεγόμενος. Ἄφρων γὰρ, φησὶ, σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ. Εἶτα ἵνα μὴ ταχέως πάλιν ἐπ' αὐτὸ ἔλθωσι, καὶ ἐρωτήσωσι, Πότε; εἰς μνήμην αὐτοὺς τῶν παρελθόντων ἐνάγει, λέγων· Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν ταῦτα πάντα γένηται. Ταῦτα πάντα, ποῖα; εἰπέ μοι. Τὰ τῶν Ἱεροσολύμων, τὰ τῶν πολέμων, τὰ τῶν λιμῶν, τὰ τῶν λοιμῶν, τὰ τῶν σεισμῶν, τὰ τῶν ψευδοχρίστων, τὰ τῶν ψευδοπροφητῶν, τὸ πανταχοῦ σπαρῆναι τὸ Εὐαγγέλιον, τὰς στάσεις, τὰς ταραχὰς, τὰ ἄλλα πάντα, ἅπερ εἰρήκαμεν μέχρι τῆς αὐτοῦ παρουσίας συμβησόμενα. Πῶς οὖν, φησὶν, εἶπεν, ἡ γενεὰ αὕτη; Οὐ περὶ τῆς τότε λέγων, ἀλλὰ περὶ τῆς τῶν πιστῶν. Οἶδε γὰρ γενεὰν οὐκ ἀπὸ χρόνων χαρακτηρίζειν μόνον, ἀλλὰ καὶ ἀπὸ τρόπου θρησκείας καὶ πολιτείας· ὡς ὅταν λέγῃ· Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον. Ὅπερ γὰρ ἄνω ἔλεγε· Δεῖ γὰρ πάντα γενέσθαι· καὶ πάλιν, Κηρυχθήσεται τὸ Εὐαγγέλιον· τοῦτο καὶ ἐνταῦθα δηλοῖ λέγων, ὅτι πάντως ἐκβήσεται ταῦτα πάντα, καὶ μενεῖ ἡ γενεὰ τῶν πιστῶν, οὐδενὶ τῶν εἰρημένων διακοπτομένη. Ἀλλὰ καὶ τὰ Ἱεροσόλυμα ἀπολεῖται, καὶ τὸ πλέον τῶν Ἰουδαίων ἀφανισθήσεται, ταύτης δὲ οὐδὲν περιέσται, οὐ λιμὸς, οὐ λοιμὸς, οὐ σεισμὸς, οὐχ αἱ τῶν πολέμων ταραχαὶ, οὐ ψευδόχριστοι, οὐ ψευδοπροφῆται, οὐκ ἀπατεῶνες, οὐχ οἱ παραδιδόντες, οὐχ οἱ σκανδαλίζοντες, οὐχ οἱ ψευδάδελφοι, οὐκ ἄλλος οὐδεὶς τοιοῦτος πειρασμός. Εἶτα καὶ μᾶλλον αὐτοὺς εἰς πίστιν ἐνάγων, φησίν· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι· τουτέστι, τὰ πεπηγότα ταῦτα καὶ ἀκίνητα εὐκολώτερον ἀφανισθῆναι, ἢ τῶν λόγων τῶν ἐμῶν τι διαπεσεῖν. Καὶ ὁ ἀντιλέγων ὑπὲρ τούτων, βασανιζέτω τὰ εἰρημένα, καὶ εὑρὼν ἀληθῆ (εὑρήσει γὰρ πάντως), ἀπὸ τῶν παρελθόντων καὶ τοῖς μέλλουσι πιστευέτω, καὶ πάντα ἐξεταζέτω μετὰ ἀκριβείας, καὶ ὄψεται τῶν πραγμάτων τὸ τέλος μαρτυροῦν τῇ τῆς προφητείας ἀληθείᾳ. Τὰ δὲ στοιχεῖα εἰς μέσον τέθεικεν, ὁμοῦ μὲν δηλῶν, ὅτι προτιμοτέρα καὶ οὐρανοῦ καὶ γῆς ἡ Ἐκκλησία· ὁμοῦ δὲ δημιουργὸν ἑαυτὸν καὶ ἐντεῦθεν δεικνὺς τοῦ παντός. Ἐπειδὴ γὰρ περὶ συντελείας διελέχθη, πράγματος παρὰ πολλοῖς ἀπιστουμένου, τὸν οὐρανὸν καὶ τὴν γῆν εἰς μέσον ἤγαγε, τὴν δύναμιν αὐτοῦ τὴν ἄφατον ἐνδεικνύμενος, καὶ μετὰ πολλῆς τῆς ἐξουσίας δηλῶν, ὅτι Δεσπότης ἐστὶ τοῦ παντὸς, καὶ ἐκ τούτων καὶ τοῖς σφόδρα ἀμφιβάλλουσιν ἀξιόπιστα τὰ εἰρημένα κατασκευάζων. Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ. Τῷ μὲν εἰπεῖν, οὐδὲ οἱ ἄγγελοι, ἐπεστόμισεν αὐτοὺς, ὥστε μὴ ζητῆσαι μαθεῖν ὅπερ ἐκεῖνοι οὐκ ἴσασι· τῷ δὲ εἰπεῖν, οὐδὲ ὁ Υἱὸς, κωλύει οὐ μόνονμαθεῖν, ἀλλὰ καὶ ζητῆσαι. Ὅτι γὰρ διὰ τοῦτο τοῦτο εἴρηκεν, ὅρα μετὰ τὴν ἀνάστασιν, ἐπειδὴ περιεργοτέρους εἶδε γενομένους, πῶς ἐπεστόμισε μειζόνως. Νῦν μὲν γὰρ καὶ τεκμήρια εἴρηκε πολλὰ καὶ ἄπειρα· τότε δὲ ἁπλῶς, Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς. Εἶτα ἵνα μὴ εἴπωσιν, ὅτι Ἠπορήμεθα, διεπτύσθημεν, οὐδὲ τούτου ἐσμὲν ἄξιοι· φησὶν, Οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Καὶ γὰρ σφόδρα ἔμελεν αὐτῷ τοῦ τιμᾷν αὐτοὺς καὶ μηδὲν ἀποκρύπτεσθαι. Διὰ τοῦτο αὐτὸ τῷ Πατρὶ αὐτοῦ ἀνατίθησι, καὶ φοβερὸν τὸ πρᾶγμα ποιῶν, καὶ ἐκείνων ἀποτειχίζων τῇ πεύσει τὸ εἰρημένον· ἐπεὶ εἰ μὴ τοῦτό ἐστιν, ἀλλ' ἀγνοεῖ, πότε εἴσεται; Ἆρα μεθ' ἡμῶν; καὶ τίς ἂν τοῦτο εἴποι; Καὶ τὸν μὲν Πατέρα οἶδε σαφῶς, καὶ οὕτω σαφῶς, ὡς ἐκεῖνος τὸν Υἱόν· τὴν δὲ ἡμέραν ἀγνοεῖ; Εἶτα, τὸ μὲν Πνεῦμα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ· αὐτὸς δὲ οὐδὲ τὸν καιρὸν τῆς κρίσεως οἶδεν; Ἀλλὰ τὸ μὲν πῶς δεῖ κρίνειν οἶδε, καὶ τὰ ἑκάστου ἀπόῤῥητα ἐπίσταται· ὃ δὲ πολλῷ τούτου εὐτελέστερον, τοῦτο ἔμελλεν ἀγνοεῖν; Πῶς δὲ, εἰ Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, τὴν ἡμέραν ἠγνόησεν; Ὁ γὰρ τοὺς αἰῶνας ποιήσας, εὔδηλον ὅτι καὶ τοὺς χρόνους· εἰ δὲ τοὺς χρόνους, καὶ τὴν ἡμέραν· πῶς οὖν ἣν ἐποίησεν ἀγνοεῖ;
77.2.1
Καὶ ὑμεῖς μὲν αὐτοῦ καὶ τὴν οὐσίαν εἰδέναι φατὲ, τὸν δὲ Υἱὸν οὐδὲ τὴν ἡμέραν, τὸν Υἱὸν, τὸν διαπαντὸς ἐν τῷ κόλπῳ ὄντα τοῦ Πατρός; καίτοι πολλῷ μείζων ἡ οὐσία τῶν ἡμερῶν, καὶ ἀπείρως μείζων. Πῶς οὖν τὸ μεῖζον ἑαυτοῖς διδόντες, οὐδὲ τὸ ἔλαττον συγχωρεῖτε τῷ Υἱῷ, ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι; Ἀλλ' οὔτε ὑμεῖς ἴστε τί τὴν οὐσίαν ὁ Θεὸς, κἂν μυριάκις ταῦτα μαίνησθε· οὔτε ὁ Υἱὸς ἀγνοεῖ τὴν ἡμέραν, ἀλλὰ καὶ σφόδρα ἐπίσταται. Διά τοι τοῦτο πάντα εἰπὼν, καὶ τοὺς χρόνους, καὶ τοὺς καιροὺς, καὶ ἐπ' αὐτὰς τὰς θύρας ἀγαγὼν, (Ἐγγὺς γάρ ἐστιν ἐπὶ θύραις, φησίν·) ἀπεσίγησε τὴν ἡμέραν. Εἰ μὲν γὰρ ἡμέραν ζητοίης καὶ ὥραν, οὐκ ἀκούσῃ παρ' ἐμοῦ, φησίν· εἰ δὲ καιροὺς καὶ προοίμια, οὐδὲν ἀποκρυψάμενος ἐρῶ πάντα σοι μετὰ ἀκριβείας. Ὅτι μὲν γὰρ οὐκ ἀγνοῶ, διὰ πολλῶν ἔδειξα, διαστήματα εἰπὼν, καὶ τὰ συμβησόμενα ἅπαντα, καὶ ὅσον ἀπὸ τοῦδε τοῦ χρόνου μέχρι τῆς ἡμέρας αὐτῆς· (τοῦτο γὰρ τῆς συκῆς ἐδήλωσεν ἡ παραβολή·) καὶ ἐπὶ τὰ πρόθυρά σε ἤγαγον αὐτά· εἰ δὲ μὴ ἀνοίγω σοι τὰς θύρας, καὶ τοῦτο συμφερόντως ποιῶ. Ἵνα δὲ καὶ ἑτέρωθεν μάθῃς, ὅτι οὐ τῆς ἀγνοίας αὐτοῦ τὸ σιγῆσαι, ὅρα μετὰ τῶν εἰρημένων πῶς καὶ ἄλλο προστίθησι σημεῖον· Ὥσπερ δὲ ἦσαν ἐν ταῖς ἡμέραις τοῦ Νῶε τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ γαμίζοντες, ἄχρι ἧς ἡμέρας ἦλθεν ὁ κατακλυσμὸς, καὶ ἦρεν ἅπαντας· οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ταῦτα δὲ εἶπε, δηλῶν ὡς ἀθρόον ἥξει, καὶ ἀπροσδοκήτως, καὶ τῶν πλειόνων τρυφώντων. Καὶ γὰρ ὁ Παῦλος τοῦτό φησιν, οὕτω γράφων· Ὅταν λέγωσιν εἰρήνην καὶ ἀσφάλειαν, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος· καὶ τὸ ἀπροσδόκητον δηλῶν, ἔλεγεν· Ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ. Πῶς οὖν φησι, μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων; Εἰ γὰρ τρυφὴ τότε, καὶ εἰρήνη, καὶἀσφάλεια, καθὼς ὁ Παῦλός φησι, πῶς λέγει, μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων; Εἰ τρυφὴ, πῶς θλῖψις; Τρυφὴ τοῖς ἀναισθήτως διακειμένοις, καὶ εἰρήνη. Διὰ τοῦτο οὐκ εἶπεν, Ὅταν δὲ ᾖ εἰρήνη, ἀλλ', Ὅταν λέγωσιν εἰρήνην καὶ ἀσφάλειαν, τὸ ἀναίσθητον αὐτῶν ἐνδεικνύμενος, ὡς τῶν ἐπὶ Νῶε, ὅτι δὴ ἐν τοιούτοις κακοῖς ἐτρύφων. Ἀλλ' οὐχ οἱ δίκαιοι, ἀλλ' ἐν θλίψει καὶ ἀθυμίᾳ διῆγον. Ἐντεῦθεν δείκνυσιν, ὅτι τοῦ ἀντιχρίστου ἐλθόντος, τὰ τῶν ἀτόπων ἡδονῶν ἐπιταθήσεται ἐν τοῖς παρανόμοις καὶ τῆς οἰκείας ἀπεγνωκόσι σωτηρίας. Τότε γαστριμαργίαι, κῶμοι τότε καὶ μέθαι. Διὸ καὶ μάλιστα ὑπόδειγμα τίθησιν ἁρμόζον τῷ πράγματι. Καθάπερ γὰρ τῆς κιβωτοῦ γινομένης οὐκ ἐπίστευον, φησὶν, ἀλλὰ προέκειτο μὲν ἐν μέσῳ τὰ μέλλοντα προανακηρύττουσα κακὰ, ἐκεῖνοι δὲ ὁρῶντες αὐτὴν, ὡς οὐδενὸς ἐσομένου δεινοῦ, οὕτως ἐτρύφων· οὕτω καὶ νῦν, φανεῖται μὲν ὁ ἀντίχριστος, μεθ' ὃν ἡ συντέλεια, καὶ αἱ κολάσεις αἱ ἐπὶ τῇ συντελείᾳ, καὶ τιμωρίαι ἀφόρητοι· οἱ δὲ τῇ μέθῃ τῆς κακίας κατεχόμενοι οὐδὲ αἰσθήσονται τοῦ φόβου τῶν ἐσομένων. Διὸ καὶ Παῦλός φησιν· Ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, οὕτως αὐτοῖς παραστήσεται τὰ φοβερὰ ἐκεῖνα καὶ ἀνήκεστα. Καὶ διατί μὴ εἶπε τὰ ἐπὶ Σοδόμων κακά; Καθολικὸν ἠθέλησεν ἐνθεῖναι ὑπόδειγμα, καὶ μετὰ τὸ προλεχθῆναι ἀπιστηθέν. Διὰ δὴ τοῦτο, ἐπειδὴ παρὰ τοῖς πολλοῖς τὰ μέλλοντα ἀπιστεῖται, ἀπὸ τῶν παρελθόντων αὐτὰ πιστοῦται, κατασείων αὐτῶν τὴν διάνοιαν. Μετὰ δὲ τῶν εἰρημένων κἀκεῖνο ἐνδείκνυται, ὅτι καὶ τὰ ἔμπροσθεν αὐτὸς πεποίηκεν. Εἶτα πάλιν ἄλλο σημεῖον τίθησι, δι' ὧν ἁπάντων ὅτι οὐκ ἀγνοεῖ τὴν ἡμέραν, κατάδηλον ποιεῖ. Τί δὲ τὸ σημεῖον; Τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ· εἷς παραλαμβάνεται, καὶ εἷς ἀφίεται. Δύο ἀλήθουσαι ἐν τῷ μύλωνι· μία παραλαμβάνεται, καὶ μία ἀφίεται. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. Ταῦτα δὲ πάντα, καὶ τοῦ εἰδέναι αὐτὸν δείγματα, καὶ ἀπάγοντα αὐτοὺς τῆς ἐρωτήσεως. Διὰ γὰρ τοῦτο εἶπε καὶ τὰς ἡμέρας τοῦ Νῶε· διὰ τοῦτο εἶπε καὶ, δύο ἐπὶ τῆς κλίνης, τοῦτο δηλῶν, ὅτι οὕτως ἀπροσδοκήτως, οὕτως ἀμερίμνων αὐτῶν ὄντων, ἐπελεύσεται· καὶ δύο ἀλήθουσαι, ὅπερ καὶ αὐτὸ οὐκ ἔστι μεριμνώντων. Καὶ μετὰ τούτου, ὅτι καὶ δοῦλοι καὶ δεσπόται καὶ παραλαμβάνονται καὶ ἀφίενται, καὶ οἱ ἐν ἀδείᾳ καὶ οἱ ἐν πόνῳ, καὶ ἀπὸ ταύτης τῆς ἀξίας καὶ ἀπ' ἐκείνης· ὥσπερ ἐν τῇ Παλαιᾷ φησιν· Ἀπὸ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, ἕως τῆς αἰχμαλώτιδος τῆς ἐν τῷ μύλωνι. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι δυσκόλως οἱ πλούσιοι σώζονται, δείκνυσιν ὅτι οὐ πάντως οὔτε οὗτοι ἀπόλλυνται, οὔτε πένητες σώζονται ἅπαντες, ἀλλὰ καὶ ἐξ ἐκείνων καὶ ἐκ τούτων καὶ σώζονται καὶ ἀπόλλυνται. Ἐμοὶ δὲ δοκεῖ δηλοῦν, ὅτι καὶ ἐν νυκτὶ ἔσται ἡ παρουσία. Τοῦτο γὰρ καὶ ὁ Λουκᾶς φησιν. Ὁρᾷς πῶς πάντα μετὰ ἀκριβείας οἶδεν; Εἶτα πάλιν, ἵνα μὴ ἐρωτήσωσιν, ἐπήγαγε· Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. Οὐκ εἶπεν, Οὐκ οἶδα, ἀλλ', Οὐκ οἴδατε. Ὅταν γὰρ αὐτοὺς σχεδὸν εἰς αὐτὴν ἀγάγῃ τὴν ὥραν, καὶ στήσῃ, πάλιν αὐτοὺς ἀπάγει τῆς ἐρωτήσεως, βουλόμενος ἐναγωνίους εἶναι διηνεκῶς. Διὰ τοῦτο λέγει, Γρηγορεῖτε, δεικνὺς ὅτιδιὰ τοῦτο οὐκ εἶπεν. Ἐκεῖνο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν, καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. Διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Διὰ τοῦτο οὐ λέγει αὐτοῖς, ἵνα γρηγορῶσιν, ἵνα ἀεὶ ἕτοιμοι ὦσι· διὰ τοῦτό φησιν, ὅτε οὐ προσδοκᾶτε, τότε ἥξει, ἐναγωνίους εἶναι βουλόμενος, καὶ διαπαντὸς ἐν ἀρετῇ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ ᾔδεσαν οἱ πολλοὶ πότε ἀποθανοῦνται, πάντως ἂν κατ' ἐκείνην τὴν ὥραν ἐσπούδασαν.
77.3.1
Ἵν' οὖν μὴ ἐκείνην μόνον σπουδάζωσι, διὰ τοῦτο οὐ λέγει οὔτε τὴν κοινὴν, οὔτε τὴν ἑκάστου, ἀεὶ αὐτοὺς βουλόμενος τοῦτο προσδοκᾷν, ἵνα ἀεὶ σπουδάζωσι. Διὸ καὶ τῆς ἑκάστου ζωῆς τὸ τέλος ἄδηλον ἐποίησεν. Εἶτα ἐκκεκαλυμμένως ἑαυτὸν Κύριον ὀνομάζει, οὐδαμοῦ οὕτω σαφῶς εἰπών. Ἐνταῦθα δέ μοι καὶ ἐντρέπειν δοκεῖ τοὺς ῥᾳθύμους, ὅτι οὐδὲ ὅσην περὶ χρήματα σπουδὴν πεποίηνται οἱ προσδοκῶντες κλέπτην, οὐδὲ τοσαύτην οὗτοι τῆς ἑαυτῶν ψυχῆς. Ἐκεῖνοι μὲν γὰρ ὅταν προσδοκήσωσι, γρηγοροῦσι, καὶ οὐδὲν ἀφιᾶσι τῶν ἔνδον ἀποσυληθῆναι· ὑμεῖς δὲ, καίτοι εἰδότες ὅτι ἥξει, καὶ πάντως ἥξει, οὐ μένετε ἐγρηγορότες, φησὶ, καὶ παρεσκευασμένοι, ὥστε μὴ ἀπαρασκευάστως ἐντεῦθεν ἀπενεχθῆναι. Διὰ τοῦτο ἐπ' ὀλέθρῳ ἔρχεται ἡ ἡμέρα τῶν καθευδόντων. Ὥσπερ γὰρ ἐκεῖνος, εἰ ᾔδει, διέφυγεν ἄν· οὕτω καὶ ὑμεῖς, ἐὰν ἦτε ἕτοιμοι, διαφεύξεσθε. Εἶτα ἐπειδὴ εἰς τὴν τῆς κρίσεως ἐνέβαλε μνήμην, καὶ πρὸς τοὺς διδασκάλους τρέπει τὸν λόγον λοιπὸν, περὶ κολάσεως καὶ τιμῶν διαλεγόμενος· καὶ προτέρους θεὶς τοὺς κατορθοῦντας, εἰς τοὺς διαμαρτάνοντας τελευτᾷ, πρὸς τὸ φοβερὸν κατακλείων τὸν λόγον. Διὸ πρῶτον τοῦτό φησι· Τίς ἄρα ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος αὐτοῦ ἐπὶ τῆς οἰκίας αὐτοῦ, δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ αὐτῶν; Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ Κύριος εὑρήσει ποιοῦντα οὕτως. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Μὴ καὶ τοῦτο ἀγνοοῦντός ἐστιν; εἰπέ μοι. Εἰ γὰρ, ἐπειδὴ εἶπεν, Οὐδὲ ὁ Υἱὸς οἶδεν, ἀγνοεῖν αὐτὸν φῄς· ἐπειδὴ εἶπε, Τίς ἄρα, τί ἂν εἴποις; ἢ καὶ τοῦτο ἀγνοεῖν αὐτὸν φῄς; Ἄπαγε. Οὐδὲ γὰρ τῶν ἐξεστηκότων τοῦτο ἄν τις εἴποι· καίτοιγε ἐκεῖ καὶ αἰτίαν ἔστιν εἰπεῖν, ἐνταῦθα δὲ οὐδὲ τοῦτο. Τί δὲ ὅταν λέγῃ, Πέτρε, φιλεῖς με; ἐρωτῶν, οὐδὲ τοῦτο ᾔδει; ἢ ὅταν λέγῃ, Ποῦ τεθείκατε αὐτόν; Καὶ ὁ Πατὴρ δὲ εὑρεθήσεται τοιαῦτα φθεγγόμενος. Καὶ γὰρ καὶ αὐτός φησιν· Ἀδὰμ, ποῦ εἶ; καὶ, Κραυγὴ Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται πρός με. Καταβὰς οὖν ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν, τὴν ἐρχομένην πρός με, συντελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ. Καὶ ἀλλαχοῦ φησιν· Ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα συνῶσι. Καὶ ἐν τῷ Εὐαγγελίῳ δὲ, Ἴσως ἐντραπήσονται τὸν υἱόν μου· ἅπερ ἅπαντα ἀγνοίας ῥήματα ἦν. Ἀλλ' οὐκ ἀγνοῶν ταῦτα ἔλεγεν, ἀλλ' οἰκονομῶν τὰ αὐτῷ πρέποντα· ἐπὶ μὲν τοῦ Ἀδὰμ, ἵνα αὐτὸν ἐμβάλῃ εἰς ἀπολογίαν τῆς ἁμαρτίας· ἐπὶ δὲ τῶν Σοδομιτῶν, ἵνα ἡμᾶς παιδεύσῃ μηδέποτε ἀποφαίνεσθαι, πρὶν ἂν αὐτοῖς παραγενώμεθα τοῖς πράγμασιν· ἐπὶ δὲ τοῦ προφήτου, ἵνα μὴ δοκῇ ἡ πρόῤῥησις παρὰ τοῖς ἀνοήτοις ἀναγκαστική τις εἶναιτῆς παρακοῆς· ἐπὶ δὲ τῆς παραβολῆς τοῦ Εὐαγγελίου, ἵνα δείξῃ ὅτι ὤφειλον τοῦτο ποιῆσαι καὶ ἐντραπῆναι τὸν υἱόν· ἐνταῦθα δὲ, καὶ ἵνα μὴ περιεργάζωνται, μηδὲ πολυπραγμονῶσι πάλιν, καὶ ἵνα δείξῃ τὸ σπάνιον καὶ πολύτιμον. Καὶ ὅρα πόσης ἀγνοίας ἐνδεικτικὸν τὸ ῥῆμα, εἴγε καὶ τὸν καθιστάμενον ἀγνοεῖ. Μακαρίζει μὲν γὰρ αὐτόν· Μακάριος γὰρ, φησὶν, ὁ δοῦλος ἐκεῖνος· οὐ λέγει δὲ, τίς ἐστιν οὗτος. Τίς γάρ ἐστι, φησὶν, ἄρα, ὃν καταστήσει ὁ κύριος αὐτοῦ; καὶ, Μακάριος ὃν εὑρήσει ποιοῦντα οὕτως. Ταῦτα δὲ οὐ περὶ χρημάτων εἴρηται μόνον, ἀλλὰ καὶ περὶ λόγου, καὶ περὶ δυνάμεως, καὶ περὶ χαρισμάτων, καὶ περὶ πάσης οἰκονομίας, ἧς ἕκαστος ἐνεχειρίσθη. Αὕτη καὶ πρὸς τοὺς ἄρχοντας τοὺς πολιτικοὺς ἁρμόσειεν ἂν ἡ παραβολή. Ἕκαστον γὰρ οἷς ἔχει πρὸς τὸ κοινῇ συμφέρον ἀποκεχρῆσθαι δεῖ. Κἂν σοφίαν ἔχῃς, κἂν ἀρχὴν, κἂν πλοῦτον, κἂν ὁτιοῦν, μὴ ἐπὶ βλάβῃ τῶν συνδούλων, μηδὲ ἐπ' ἀπωλείᾳ ἑαυτοῦ. Διὰ δὴ τοῦτο ἀμφότερα ἀπαιτεῖ παρ' αὐτοῦ, φρόνησιν καὶ πίστιν. Καὶ γὰρ ἡ ἁμαρτία ἀπὸ ἀνοίας γίνεται. Πιστὸν μὲν οὖν αὐτόν φησιν, ὅτι οὐδὲν ἐνοσφίσατο, οὐδὲ παρανάλωσε τῶν δεσποτικῶν εἰκῆ καὶ μάτην· φρόνιμον δὲ, ὅτι ἔγνω πρὸς τὸ δέον οἰκονομῆσαι τὰ δοθέντα. Καὶ γὰρ ἀμφοτέρων ἡμῖν χρεία, καὶ τοῦ μὴ νοσφίσασθαι τὰ δεσποτικὰ, καὶ τοῦ εἰς δέον οἰκονομεῖν. Ἂν δὲ θάτερον ἀπῇ, τὸ ἕτερον χωλεύει. Ἄν τε γὰρ πιστὸς ᾖ καὶ μὴ κλέπτῃ, ἀπολλύῃ δὲ καὶ εἰς μηδὲν προσῆκον δαπανᾷ, μέγα τὸ ἔγκλημα· ἄν τε εἰδῇ καλῶς οἰκονομεῖν, νοσφίζηται δὲ, πάλιν οὐχ ἡ τυχοῦσα κατηγορία. Ἀκούσωμεν καὶ οἱ τὰ χρήματα ἔχοντες ταῦτα. Οὐ γὰρ διδασκάλοις διαλέγεται μόνον, ἀλλὰ καὶ τοῖς πλουτοῦσιν. Ἑκάτεροι γὰρ ἐνεπιστεύθησαν πλοῦτον· τὸν μὲν ἀναγκαιότερον, οἱ διδάσκοντες· τὸν δὲ ἐλάττω, ὑμεῖς. Ὅταν οὖν τῶν διδασκόντων σκορπιζόντων τὰ μείζονα, ὑμεῖς μηδὲ ἐν τοῖς ἐλάττοσι βούλησθε τὴν μεγαλοψυχίαν ἐπιδείκνυσθαι, μᾶλλον δὲ οὐδὲ μεγαλοψυχίαν, ἀλλ' εὐγνωμοσύνην· (τὰ γὰρ ἀλλότρια δίδοτε·) ποία ἔσται ἀπολογία; Ἀλλὰ τέως, πρὸ τῆς κολάσεως τῶν τὰ ἐναντία ποιούντων, τὴν τιμὴν τοῦ εὐδοκιμοῦντος ἀκούσωμεν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Τί ταύτης ἴσον γένοιτ' ἂν τῆς τιμῆς; ποῖος παραστῆσαι δυνήσεται λόγος τὴν ἀξίαν, τὴν μακαριότητα, ὅταν ὁ τῶν οὐρανῶν Βασιλεὺς, καὶ τὰ πάντα ἔχων, ἄνθρωπον ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καθιστᾷν μέλλῃ; Διὸ καὶ φρόνιμον αὐτὸν καλεῖ, ὅτι ἔγνω μὴ τῶν μικρῶν τὰ μεγάλα προέσθαι, ἀλλὰ σωφρονήσας ἐνταῦθα, τῶν οὐρανῶν ἔτυχεν.
77.4.1
Εἶτα, ὅπερ ἀεὶ ποιεῖ, οὐκ ἀπὸ τῆς τοῖς ἀγαθοῖς κειμένης τιμῆς, ἀλλὰ καὶ ἀπὸ τῆς τοῖς πονηροῖς ἠπειλημένης κολάσεως διορθοῦται τὸν ἀκροατήν. Διὸ καὶ ἐπήγαγεν· Ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει ὁ κύριός μου ἐλθεῖν, καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων· ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Εἰ δὲ λέγοι τις· Εἶδες οἷος ἐπεισῆλθε λογισμὸς, διὰ τὸ μὴ εἶναι τὴν ἡμέραν γνώριμον; Χρονίζει γὰρ ὁ κύριός μου, φησί· εἴποιμεν ἂν, οὐ διὰ τὸ μὴ εἶναι γνώριμον τὴν ἡμέραν, ἀλλὰ διὰ τὸ πονηρὸν εἶναι τὸν οἰκέτην. Ἐπεὶ τῷ φρονίμῳ καὶ πιστῷ τίνος ἕνεκεν οὐκ ἐπεισῆλθεν αὕτη ἡ ἔννοια; Τί γὰρ, εἰ καὶ χρονίζει ὁ δεσπότης, ἄθλιε, ὅλως προσδοκᾷς αὐτὸν ἥξειν; Τί οὖν οὐ μεριμνᾷς; Ἐντεῦθεν οὖν μανθάνομεν, ὅτι οὐδὲ χρονίζει. Αὕτη γὰρ οὐ τοῦ δεσπότου, ἀλλὰ τῆς τοῦ πονηροῦ οἰκέτου γνώμης ἡ ψῆφος· διὸ καὶ διὰ τοῦτο ἐγκαλεῖται. Ὅτι γὰρ οὐ χρονίζει, ἄκουσον Παύλου λέγοντος· Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε· καὶ, Ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Σὺ δὲ καὶ τῶν ἑξῆς ἄκουε, καὶ μάνθανε πῶς συνεχῶς ὑπομιμνήσκει τῆς ἀγνοίας τῆς ἡμέρας, δηλῶν τοῖς οἰκέταις τοῦτο χρήσιμον ὂν, καὶ ἱκανὸν ἀφυπνίσαι αὐτοὺς καὶ διαναστῆσαι. Τί γὰρ εἰ καὶ μηδέν τινες ἐντεῦθεν ἐκέρδαναν; Οὐδὲ γὰρ ἀπὸ τῶν ἄλλων τῶν ὠφελούντων ὠφελήθησάν τινες, ἀλλ' ὅμως οὗτος οὐ παύεται τὰ αὐτοῦ ποιῶν. Τί οὖν φησι τὰ ἑξῆς; Ἐλεύσεται γὰρ ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ τὰ ἔσχατα αὐτὸν διαθήσει. Ὁρᾷς πῶς καὶ πανταχοῦ τοῦτο τίθησι, τὸ τῆς ἀγνοίας, δεικνὺς χρήσιμον ὂν, καὶ ταύτῃ ποιῶν ἐναγωνίους ἀεί; Τοῦτο γάρ ἐστιν αὐτῷ τὸ σπουδαζόμενον, τὸ ἀεὶ ἡμᾶς ἐγρηγορέναι· καὶ ἐπειδὴ ἀεὶ ἐν ταῖς τρυφαῖς ἀναπίπτομεν, ἐν δὲ ταῖς συμφοραῖς μᾶλλον συστελλόμεθα, διὰ τοῦτο πανταχοῦ τοῦτο λέγει, ὅτι ὅταν ἄνεσις ᾖ, τότε ἔρχεται τὰ δεινά. Καὶ ὥσπερ ἀνωτέρω διὰ τοῦ Νῶε τοῦτο ἐδήλωσεν, οὕτω καὶ ἐνταῦθά φησιν, Ὅταν ὁ δοῦλος ἐκεῖνος μεθύῃ, ὅταν τύπτῃ, καὶ ἡ κόλασις ἀφόρητος. Ἀλλὰ μὴ τὴν κόλασιν ἴδωμεν μόνον τὴν ἐκείνῳ κειμένην, ἀλλὰ κἀκεῖνο σκοπήσωμεν, μήποτε καὶ αὐτοὶ τὰ αὐτὰ πράττοντες λανθάνωμεν. Καὶ γὰρ τούτῳ ἐοίκασιν οἱ χρήματα ἔχοντες, καὶ μὴ διδόντες τοῖς δεομένοις. Καὶ γὰρ καὶ σὺ οἰκονόμος εἶ τῶν σαυτοῦ χρημάτων, οὐχ ἧττον ἢ ὁ τὰ τῆς Ἐκκλησίας οἰκονομῶν. Ὥσπερ οὖν ἐκεῖνος οὐκ ἔχει ἐξουσίαν τὰ διδόμενα παρ' ὑμῶν εἰς πένητας ἁπλῶς καὶ ὡς ἔτυχε σκορπίσαι, ἐπειδὴ εἰς πενήτων ἐδόθη διατροφήν· οὕτως οὐδὲ σὺ τὰ σά. Εἰ γὰρ καὶ πατρῷον διεδέξω κλῆρον, καὶ οὕτως ἔχεις πάντα ἃ ἔχεις· καὶ οὕτω τοῦ Θεοῦ πάντα ἐστίν. Εἶτα, σὺ μὲν ὅπερ ἔδωκας, οὕτω βούλει μετὰ ἀκριβείας οἰκονομεῖσθαι· τὸν δὲ Θεὸν οὐκ οἴει τὰ αὐτοῦ μετὰ πλείονος ἀπαιτήσειν ἡμᾶς τῆς σφοδρότητος, ἀλλὰ ἀνέχεσθαι ἁπλῶς αὐτῶν ἀπολλυμένων; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Καὶ γὰρ διὰ τοῦτο καὶ παρὰ σοὶ ταῦτα εἴασεν, ὥστε δοῦναι τὴν τροφὴν αὐτοῖς ἐν καιρῷ. Τί ἐστιν, ἐν καιρῷ; Τοῖς δεομένοις, τοῖς πεινῶσιν. Ὥσπερ γὰρ σὺ τῷ συνδούλῳ ἔδωκας οἰκονομῆσαι, οὕτω καὶ σὲ ὁ Δεσπότης βούλεται εἰς δέον ταῦτα δαπανᾷν. Διὰ τοῦτο καὶ δυνάμενος αὐτὰ ἀφελέσθαι, ἀφῆκεν, ἵνα ἔχῃς ἀφορμὴν ἀρετὴν ἐπιδείξασθαι· ἵνα ἀλλήλων εἰς χρείαν καταστήσας τὴν πρὸς ἀλλήλους ἀγάπην θερμοτέραν ἐργάσηται. Σὺ δὲ λαβὼν, οὐ μόνον οὐ δίδως, ἀλλὰ καὶ τύπτεις. Καίτοιγε εἰ τὸ μὴ δοῦναι ἔγκλημα, τὸ τυπτῆσαι ποίαν φέρει συγγνώμην;
77.5.1
Τοῦτο δέ μοι δοκεῖ λέγειν, τοὺς ὑβριστὰς καὶ τοὺς πλεονέκτας αἰνιττόμενος, καὶ πολλὴν ἐνδεικνύμενος τὴν κατηγορίαν, ὅταν οὓς τρέφειν ἐκελεύσθησαν, τούτους τύπτωσι. Δοκεῖ δέ μοι καὶ τοὺς τρυφῶντας ἐνταῦθα αἰνίττεσθαι· καὶ γὰρ καὶ τρυφῆς μεγάλη κεῖται κόλασις. Ἐσθίει γὰρ καὶ πίνει, φησὶ, μετὰ τῶν μεθυόντων, τὴν γαστριμαργίαν δηλῶν. Οὐ γὰρ διὰ τοῦτο ἔλαβες, ἵνα εἰς τρυφὴν δαπανήσῃς, ἀλλ' ἵνα εἰς ἐλεημοσύνην ἀναλώσῃς. Μὴ γὰρ τὰ σαυτοῦ ἔχεις; Τὰ τῶν πενήτων ἐνεπιστεύθης, κἂν ἐκ πόνων δικαίων, κἂν ἀπὸ κλήρου πατρῴου κεκτημένος τύχῃς. Μὴ γὰρ οὐκ ἠδύνατο ταῦτα ὁ Θεὸς ἀφελέσθαι σου; Ἀλλ' οὐ ποιεῖ τοῦτο, σὲ κύριον ποιῶν τῆς εἰς τοὺς δεομένους φιλοτιμίας. Σὺ δέ μοι σκόπει, πῶς διὰ πασῶν τῶν παραβολῶν κολάζει τοὺς εἰς τοὺς δεομένους τοῖς χρήμασι χρωμένους τοῖς ἰδίοις. Οὔτε γὰρ αἱ παρθένοι ἥρπασαν τὰ ἀλλότρια, ἀλλ' οὐκ ἔδωκαν τὰ ἴδια· οὔτε ὁ τὸ ἓν τάλαντον κατορύξας ἐπλεονέκτησεν, ἀλλ' οὐκ ἐδιπλασίασεν· οὔτε οἱ πεινῶντας παριδόντες, ἐπειδὴ τὰ ἀλλότρια ἥρπασαν, κολάζονται, ἀλλ' ἐπειδὴ τὰ αὐτῶν οὐκ ἐσκόρπισαν, καθάπερ καὶ ὁ δοῦλος οὗτος. Ἀκούσωμεν τοίνυν ὅσοι γαστριζόμεθα, ὅσοι εἰς δεῖπνα πολυτελῆ τὸν πλοῦτον ἀναλίσκομεν τὸν οὐδὲν ἡμῖν προσήκοντα, ἀλλὰ τῶν δεομένων ὄντα. Μὴ γὰρ ἐπειδὴ ἀπὸ φιλανθρωπίας πολλῆς ὡς ἐκ τῶν σῶν ἐκελεύσθης διδόναι, διὰ τοῦτο καὶ σαυτοῦ νομίσῃς εἶναι ταῦτα. Ἔχρησέ σοι, ἵνα δυνηθῇς εὐδοκιμῆσαι. Μὴ τοίνυν σὰ εἶναι νόμιζε, τὰ αὐτοῦ αὐτῷ διδούς. Οὐδὲ γὰρ εἰ σὺ ἐδάνεισάς τινι, ἵνα ἀπελθὼν δυνηθῇ τινας ἀφορμὰς λαβεῖν πόρων, ἐκείνου τὰ χρήματα ἔφης ἂν εἶναι. Καὶ σοὶ τοίνυν ἔδωκεν ὁ Θεὸς, ἵνα ἐμπορεύσῃ τὸν οὐρανόν. Μὴ τοίνυν τὴν ὑπερβολὴν τῆς φιλανθρωπίας ὑπόθεσιν ἀγνωμοσύνης ποιήσῃς. Ἐννόησον ὅσης εὐχῆς ἄξιον ἦν, τὸ δυνηθῆναι μετὰ τὸ βάπτισμα εὑρεῖν ὁδὸν λύουσαν ἁμαρτήματα. Εἰ μὴ τοῦτο εἶπε, Δὸς ἐλεημοσύνην, πόσοι ἂν εἶπον, Εἴθε ἦν δυνατὸν χρήματα δοῦναι, καὶ ἀπαλλαγῆναι τῶν κακῶν τῶν μελλόντων; Ἐπειδὴ δὲ δυνατὸν τοῦτο γέγονε, πάλιν γεγόνασιν ὕπτιοι. Ἀλλὰ δίδωμι, φησί. Καὶ τί τοῦτο; Οὐδέπω γὰρ ἔδωκας ὅσον ἡ τοὺς δύο ὀβολοὺς καταβαλοῦσα· μᾶλλον δὲ οὐδὲ τὸ ἥμισυ, οὐδὲ τὸ πολλοστὸν ἐκείνης, ἀλλὰ τὰ πλείονα εἰς ἀνονήτους ἐκβάλλεις δαπάνας, εἰς συμπόσια καὶ μέθην καὶ ἀσωτίαν ἐσχάτην· νῦν μὲν καλῶν, νῦν δὲ καλούμενος· νῦν μὲν ἀναλίσκων, νῦν δὲ ἑτέρους ἀναλίσκειν ἀναγκάζων· ὥστε καὶ διπλῆν σοι γενέσθαι τὴν κόλασιν, καὶ ἀφ' ὧν αὐτὸς ποιεῖς, καὶ ἀφ' ὧν ἑτέρους προτρέπεις. Ὅρα γοῦν καὶ τοῦτον αὐτὸν τοῦτο ἐγκαλούμενον τὸν οἰκέτην. Ἐσθίει γὰρ, φησὶ, καὶ πίνει μετὰ τῶν μεθυόντων. Οὐδὲ γὰρ τοὺς μεθύοντας μόνον, ἀλλὰ καὶ τοὺς μετ' αὐτῶν ὄντας κολάζει· καὶ μάλα εἰκότως, ὅτι μετὰ τῆς οἰκείας διαφθορᾶς καὶ τῆς τῶν πλησίον ὑπερορῶσι σωτηρίας. Τὸν δὲ Θεὸν οὐδὲν οὕτω παροξύνει, ὡς τὸ ὑπεροπτικῶς ἔχειν τῶν τῷ πλησίον προσηκόντων. Διὸ καὶ τὸν θυμὸν ἐνδεικνύμενος, διχοτομηθῆναι αὐτὸν ἐκέλευσε. Διὰ τοῦτο καὶ τὴν ἀγάπην γνώρισμα τῶν αὐτοῦ μαθητῶν ἔφησεν εἶναι· ἐπειδὴ πᾶσα ἀνάγκη, τὸν ἀγαπῶντα τὰ τοῦ ἀγαπωμένου μεριμνᾷν. Ταύτης τοίνυν ἐχώμεθα τῆς ὁδοῦ· καὶ γὰρ αὕτη μάλιστά ἐστιν ἡ πρὸς τὸν οὐρανὸν ἀνάγουσα, ἡ τοῦ Χριστοῦ μιμητὰς ἐργαζομένη, ἡ τοῦ Θεοῦ κατὰ δύναμιν ὁμοίους ποιοῦσα. Ὅρα γοῦν καὶ τὰς ἀρετὰς ταύτας οὔσας ἀναγκαιοτέρας, αἳ παρὰ ταύτην ἐσκήνωνται τὴν ὁδόν. Καὶ εἰ βούλεσθε, ποιήσωμεν αὐτῶν ἐξέτασιν, καὶ τὰς ψήφους ἀπὸ τῆς τοῦ Θεοῦ ἐνέγκωμεν γνώμης. Ἔστωσαν τοίνυν δύο ζωῆς ἀρίστης ὁδοί· καὶ ἡ μὲν μία αὐτῶν αὐτὸν κατασκευαζέτω καλὸν τὸν μετιόντα· ἡ δὲ ἑτέρα, καὶ τὸν πλησίον. Ἴδωμεν ποία μᾶλλον εὐδοκιμεῖ, καὶ πρὸς τὴν κορυφὴν ἡμᾶς ἄγει τῆς ἀρετῆς. Οὐκοῦν ἐκεῖνος μὲν ὁ τὰ ἑαυτοῦ μόνον ζητῶν, καὶ ἀπὸ τοῦ Παύλου μυρίας δέξεται αἰτίας· ὅταν δὲ ἀπὸ τοῦ Παύλου εἴπω, τοῦ Χριστοῦ λέγω· οὗτος δὲ ἐγκώμια καὶ στεφάνους. Πόθεν τοῦτο δῆλον; Ἄκουσον τί μὲν τούτῳ διαλέγεται, τί δὲ ἐκείνῳ. Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ καὶ τὸ τοῦ πλησίον ἕκαστος. Ὁρᾷς πῶς τὸ μὲν ἐξέβαλε, τὸ δὲ εἰσήγαγε; Πάλιν, Ἕκαστος ὑμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν. Εἶτα καὶ ὁ ἔπαινος ἄφατος μετὰ παραινέσεως· Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν. Ἱκαναὶ μὲν οὖν καὶ αὗται αἱ ψῆφοι δεῖξαι τὴν νίκην· ἵνα δὲ καὶ ἐκ περιουσίας τοῦτο γένηται, ἴδωμεν τί μὲν τῶν κατορθωμάτων μέχρις ἡμῶν ἵσταται, τί δὲ ἀφ' ἡμῶν καὶ εἰς ἑτέρους διαβαίνει. Οὐκοῦν τὸ μὲν νηστεῦσαι, καὶ χαμευνῆσαι, καὶ παρθενίαν ἀσκῆσαι, καὶ σωφρονῆσαι, ταῦτα αὐτοῖς τοῖς ἐργαζομένοις φέρει τὸ κέρδος· τὰ δὲ ἀφ' ἡμῶν εἰς τὸν πλησίον διαβαίνοντα, ἐλεημοσύνη, διδασκαλία, ἀγάπη. Οὐκοῦν κἀνταῦθα ἄκουσον Παύλου λέγοντος, ὅτι Κἂν ψωμίσω μου τὰ ὑπάρχοντα, κἂν παραδῶ τὸ σῶμα μου ἵνα καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. ʹ. Ὁρᾷς αὐτὴν καθ' ἑαυτὴν λαμπρῶς ἀνακηρυττομένην καὶ στεφανουμένην; Εἰ δὲ βούλεσθε, καὶ ἐκ τρίτου συμβάλωμεν. Καὶ ὁ μὲν νηστευέτω, καὶ σωφρονείτω, καὶ μαρτυρείτω, καὶ κατακαιέσθω· ἕτερος δέ τις ἀναβαλλέσθω τὸ μαρτύριον διὰ τὴν τοῦ πλησίον οἰκοδομὴν, καὶ μὴ μόνον ἀναβαλλέσθω, ἀλλὰ καὶ ἀπερχέσθω μαρτυρίου χωρίς· τίς μᾶλλον εὐδοκιμήσει μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν; Οὐ δεῖ πολλῶν ἐνταῦθα λόγων ἡμῖν, οὐδὲ μακρᾶς τῆς περιόδου. Ἐφέστηκε γὰρ ὁ μακάριος Παῦλος τὴν ψῆφον φέρων καὶ λέγων· Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, κρεῖσσον· τὸ δὲ ἐπιμένειν τῇ σαρκὶ, ἀναγκαιότερον δι' ὑμᾶς· καὶ τῆς πρὸς τὸν Χριστὸν ἀποδημίας προετίμησε τοῦ πλησίον τὴν οἰκοδομήν. Τοῦτο γὰρ μάλιστά ἐστι συνεῖναι Χριστῷ, τὸ τὸ θέλημα αὐτοῦ ποιεῖν· θέλημα δὲ αὐτοῦ οὐδὲν οὕτως ἐστὶ, ὡς τὸ συμφέρον τῷ πλησίον. Βούλει καὶ τετάρτην εἴπω τούτου ἀπόδειξιν; Πέτρε, φιλεῖς με; φησί· ποίμαινε τὰ πρόβατά μου· καὶ τρίτον αὐτὸν ἐρωτήσας, τοῦτο ἔφησε φιλίας εἶναι τεκμήριον. Οὐ πρὸς ἱερέας δὲ τοῦτο εἴρηται μόνον, ἀλλὰ καὶ πρὸς ἕκαστον ἡμῶν, τῶν καὶ μικρὸν ἐμπεπιστευμένων ποίμνιον. Μὴ γὰρ ἐπειδὴ μικρόν ἐστι, καταφρονήσῃς· Ὁ γὰρ Πατήρ μου, φησὶν, εὐδόκησεν ἐν αὐτοῖς. Ἔχει ἕκαστος ἡμῶν πρόβατον· τοῦτο ἐπὶ τὰς προσηκούσας ἀγέτω νομάς. Καὶ ὁ ἀνὴρ ἀναστὰς ἀπὸ τῆς εὐνῆς μηδὲν ἄλλο ζητείτω, ἀλλ' ἢ ὅπως ἐργάσηταί τι καὶ εἴπῃ, δι' ὧν ἅπασαν εὐλαβεστέραν ποιήσει τὴν οἰκίαν. Ἡ γυνὴ πάλιν ἔστω μὲν οἰκουρὸς, πρὸ δὲ ταύτης τῆς ἐπιμελείας ἑτέραν ἀναγκαιοτέραν ἐχέτω φροντίδα, τὰ τῶνοὐρανῶν ὅπως ἅπασα ἐργάζηται ἡ οἰκία. Εἰ γὰρ ἐν τοῖς βιωτικοῖς, πρὸ τῆς κατὰ τὴν οἰκίαν ἐπιμελείας, τὰ δημόσια σπουδάζομεν καταθεῖναι ὀφλήματα, ὥστε μὴ διὰ τὴν ἐν τούτοις ἀγνωμοσύνην δέρεσθαι καὶ ἕλκεσθαι ἐπ' ἀγορᾶς, καὶ μυρία ἀσχημονεῖν· πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν τοῦτο δεῖ ποιεῖν, τὰ τοῦ βασιλέως τῶν ὅλων Θεοῦ καταθεῖναι πρότερον, ἵνα μὴ ἔλθωμεν ὅπου ὁ βρυγμὸς τῶν ὀδόντων. Καὶ ταύτας ζητῶμεν τὰς ἀρετὰς, αἱ μετὰ τῆς ἡμετέρας σωτηρίας καὶ τοὺς πλησίον τὰ μέγιστα ὠφελῆσαι δύναιντ' ἄν. Τοιοῦτον ἡ ἐλεημοσύνη, τοιοῦτον ἡ εὐχή· μᾶλλον δὲ καὶ αὕτη παρ' ἐκείνης δυνατὴ καὶ ὑπόπτερος γίνεται. Αἱ εὐχαί σου γὰρ, φησὶ, καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Οὐκ εὐχὴ δὲ μόνον, ἀλλὰ καὶ νηστεία ἐντεῦθεν τὰ νεῦρα ἔχει. Κἂν νηστεύῃς χωρὶς ἐλεημοσύνης, οὐδὲ νηστεία τὸ πρᾶγμα λογίζεται· ἀλλὰ γαστριζομένου καὶ μεθύοντος χείρων ὁ τοιοῦτος, καὶ τοσούτῳ χείρων, ὅσῳ τρυφῆς ὠμότης χαλεπώτερον. Καὶ τί λέγω νηστείαν; Κἂν γὰρ σωφρονῇς, κἂν παρθενεύῃς, ἐκτὸς ἕστηκας τοῦ νυμφῶνος, ἐλεημοσύνην οὐκ ἔχων. Καίτοι τί παρθενίας ἴσον, ὃ μηδὲ ἐν τῇ Καινῇ ὑπὸ νόμου ἦλθεν ἀνάγκην διὰ τὸ ὑπερέχον; ἀλλ' ὅμως ἐκβάλλεται, ὅταν τὴν ἐλεημοσύνην μὴ ἔχῃ. Εἰ δὲ παρθένοι ἐκβάλλονται, ἐπειδὴ ταύτην οὐκ εἶχον μετὰ δαψιλείας τῆς προσηκούσης, τίς δυνήσεται ταύτης ἄνευ συγγνώμης τυχεῖν; Οὐκ ἔστιν οὐδεὶς, ἀλλ' ἀπολέσθαι πάντως ἀνάγκη τὸν ταύτην οὐκ ἔχοντα. Εἰ γὰρ ἐν τοῖς βιωτικοῖς οὐδεὶς ἑαυτῷ ζῇ, ἀλλὰ καὶ χειροτέχνης, καὶ στρατιώτης, καὶ γεωργὸς, καὶ ἔμπορος, πρὸς τὸ κοινῇ συμφέρον καὶ τὸ τῷ πλησίον ὠφέλιμον συντελοῦσιν ἅπαντες· πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν τοῦτο δεῖ ποιεῖν. Τοῦτο γὰρ μάλιστά ἐστι ζῇν· ὡς ὅγε ἑαυτῷ ζῶν μόνον, καὶ πάντων ὑπερορῶν, περιττός ἐστι, καὶ οὐδὲ ἄνθρωπος, οὐδὲ τοῦ γένους τοῦ ἡμετέρου. Τί οὖν, φησὶν, ἂν τὰ καθ' ἑαυτὸν παρίδω. τὰ τῶν ἄλλων ἐπιζητῶν; Οὐκ ἔστι τὰ τῶν ἄλλων ἐπιζητοῦντα τὰ ἑαυτοῦ παριδεῖν. Ὁ γὰρ τὰ τῶν ἄλλων ἐπιζητῶν, οὐδένα λυπεῖ, ἀλλ' ἐλεεῖ πάντας, ὠφελεῖ εἰς δύναμιν τὴν ἑαυτοῦ· οὐδένα ἁρπάσεται, οὐδένα πλεονεκτήσει, οὐ κλέψει, οὐ ψευδομαρτυρήσει· πάσης ἀφέξεται κακίας, πάσης ἐπιλήψεται ἀρετῆς, καὶ ὑπερεύξεται τῶν ἐχθρῶν, καὶ εὐεργετήσει τοὺς ἐπιβουλεύοντας· καὶ οὔτε λοιδορήσεταί τινι, οὔτε κακῶς ἐρεῖ, κἂν μυρία ἀκούσῃ κακῶς, ἀλλ' ἐρεῖ τὰ ἀποστολικά· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ἐν δὲ τῷ τὰ ἡμέτερα σκοπεῖν οὐ πάντως καὶ τὰ τῶν ἄλλων ἕψεται. Ἐκ τούτων ἁπάντων πεισθέντες, ὡς οὐκ ἔνι σωθῆναι μὴ τὸ κοινῇ συμφέρον σκοποῦντα, καὶ τὸν διχοτομηθέντα τοῦτον ἰδόντες, καὶ τὸν τὸ τάλαντον κατορύξαντα, ταύτην ἑλώμεθα τὴν ὁδὸν, ἵνα καὶ τῆς αἰωνίου τύχωμεν ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.