Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Matthaeum
John ChrysostomMatt 78 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
78.0.1
Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν φρόνιμοι, καὶ πέντε μωραὶ, αἵτινες οὐκ ἔλαβον, φησὶν, ἔλαιον. Αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, καὶ τὰ ἑξῆς.
78.1.1
Αὗται αἱ παραβολαὶ τῇ προτέρᾳ ἐοίκασι τῇ τοῦ πιστοῦ δούλου, καὶ τοῦ ἀγνώμονος καὶ τὰ δεσποτικὰ κατεδηδοκότος. Τέσσαρες γάρ εἰσιν αἱ πᾶσαι περὶ τῶν αὐτῶν διαφόρως ἡμῖν παραινοῦσαι· λέγω δὴ τῆς περὶ τὴν ἐλεημοσύνην σπουδῆς, καὶ τοῦ διὰ πάντων, ὧν ἂν δυνώμεθα, τὸν πλησίον ὠφελεῖν, ὡς οὐκ ἐνὸν σωθῆναι ἑτέρως. Ἀλλ' ἐνταῦθα μὲν περὶ πάσης ὠφελείας λέγει καθολικώτερον, ἢν εἰς τὸν πλησίον ἐπιδείκνυσθαι χρή· ἐπὶ δὲ τῶν παρθένων περὶ ἐλεημοσύνης ἰδικῶς τῆς ἐν χρήμασι λέγει, καὶ σφοδρότερον ἢ ἐπὶ τῆς προτέρας παραβολῆς. Ἐκεῖ μὲν γὰρ τὸν τύπτοντα, καὶ μεθύοντα, καὶ τὰ δεσποτικὰ σκορπίζοντα καὶ ἀπολλύντα κολάζει· ἐνταῦθα δὲ καὶ τὸν οὐκ ὠφελοῦντα, οὐδὲ δαψιλῶς τοῖς δεομένοις τὰ ὄντα κενοῦντα. Εἶχον μὲν γὰρ ἔλαιον, οὐ δαψιλὲς δέ· διὸ καὶ κολάζονται. Τίνος δὲ ἕνεκεν ἐπὶ τοῦ προσώπου τῶν παρθένων ταύτην προάγει τὴν παραβολὴν, καὶ οὐχ ἁπλῶς ὁτιδήποτε ὑποτίθεται πρόσωπον; Μεγάλα περὶ παρθενίας διελέχθη εἰπών· Εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ, Ὁ δυνάμενος χωρεῖν, χωρείτω. Οἶδε καὶ τοὺς πολλοὺς τῶν ἀνθρώπων μεγάλην περὶ αὐτῆς δόξαν ἔχοντας. Καὶ γάρ ἐστι φύσει τὸ πρᾶγμα μέγα, καὶ δείκνυται ἐξ ὧν οὔτε ἐν τῇ Παλαιᾷ ὑπὸ τῶν παλαιῶν καὶ ἁγίων ἀνδρῶν ἐκείνων κατωρθώθη, καὶ ἐν τῇ Καινῇ δὲ οὐκ ἦλθεν εἰς ἀνάγκην νόμου. Οὐ γὰρ ἐπέταξε τοῦτο, ἀλλὰ τῇ προαιρέσει τῶν ἀκουόντων ἐπέτρεψε. Διὸ καὶ Παῦλός φησι· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω. Ἐπαινῶ μὲν γὰρ τὸν κατορθοῦντα, οὐκ ἀναγκάζω δὲ τὸν μὴ βουλόμενον, οὐδὲ ἐπίταγμα τὸ πρᾶγμα ποιῶ. Ἐπεὶ οὖν καὶ μέγα τὸ πρᾶγμα ἦν, καὶ μεγάλην παρὰ τοῖς πολλοῖς δόξαν εἶχεν, ἵνα μή τις τοῦτο κατορθῶν, ὡς τὸ πᾶν κατωρθωκὼς διακέηται, καὶ τῶν λοιπῶν ἀμελῇ, τίθησι ταύτην τὴν παραβολὴν, ἱκανὴν πεῖσαι, ὅτι παρθενία, κἂν τὰ ἄλλα πάντα ἔχῃ, τῶν ἀπὸ τῆς ἐλεημοσύνης καλῶν ἔρημος οὖσα, μετὰ τῶν πόρνων ἐκβάλλεται· καὶ τὸν ἀπάνθρωπον καὶ τὸν ἀνελεήμονα ἵστησι μετ' αὐτῶν. Καὶ μάλα εἰκότως· ὁ μὲν γὰρ σωμάτων ἔρωτος ἡττήθη, αἱ δὲ χρημάτων. Οὐκ ἔστι δὲ ἴσον σωμάτων ἔρως καὶ χρημάτων· ἀλλ' ὁ τῶν σωμάτων δριμύτερός τε πολλῷ καὶ τυραννικώτερος. Ὅσῳ οὖν ἀσθενέστερος ὁ ἀνταγωνιστὴς, τοσούτῳ ἀσύγγνωστοι μᾶλλον αἱ νικηθεῖσαι. Διὰ τοῦτο δὴ καὶ μωρὰς αὐτὰς καλεῖ, ὅτι τὸν μείζονα ὑποστᾶσαι πόνον, διὰ τὸν ἐλάττονα τὸ πᾶν προὔδωκαν. Λαμπάδας δὲ ἐνταῦθά φησιν αὐτὸ τὸ τῆς παρθενίας χάρισμα, τὸ καθαρὸν τῆς ἁγιωσύνης· ἔλαιον δὲ, τὴν φιλανθρωπίαν, τὴν ἐλεημοσύνην, τὴν περὶ τοὺς δεομένους βοήθειαν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Δείκνυσιν οὐκ ὀλίγον τὸν χρόνον ἐσόμενον πάλιν τὸν μεταξὺ, τοὺς μαθητὰς ἀπάγων τοῦ προσδοκᾷν αὐτίκα μάλα φανεῖσθαι τὴν βασιλείαν αὐτοῦ. Καὶ γὰρ τοῦτο ἤλπιζον· διὰ τοῦτο καὶ συνεχῶς αὐτοὺς ἀναχαιτίζει τῆς ἐλπίδος ταύτης. Μετὰ δὲ τούτου κἀκεῖνο ἐμφαίνει, ὅτι ὕπνος ὁ θάνατός ἐστιν. Ἐκάθευδον γὰρ, φησί. Περὶ δὲ μέσας νύκτας κραυγὴ γέγονεν. Ἤτοι τῇ παραβολῇ ἐπέμεινεν, ἢ πάλιν δείκνυσιν, ὅτι ἐν νυκτὶ ἡ ἀνάστασις γίνεται. Τὴν δὲ κραυγὴν καὶ ὁ Παῦλος ἐνδείκνυται, λέγων· Ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, ἐν τῇ ἐσχάτῃ σάλπιγγι καταβήσεται ἀπ' οὐρανοῦ. Καὶ τί βούλονται αἱ σάλπιγγες; τί δὲ ἡ κραυγὴ λέγει; Ὁ νυμφίος ἔρχεται. Ἐπεὶ οὖν ἐκόσμησαν τὰς λαμπάδας, λέγουσιν αἱ μωραὶ ταῖς φρονίμοις· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν. Πάλιν αὐτὰς μωρὰς καλεῖ, δεικνὺς ὅτι οὐδὲν μωρότερον τῶν ἐνταῦθα χρηματιζομένων, καὶ γυμνῶν ἀπιόντων ἐκεῖσε, ἔνθα μάλιστα φιλανθρωπίας ἡμῖν χρεία, ἔνθα πολλοῦ τοῦ ἐλαίου. Οὐ ταύτῃ δὲ μόνον μωραὶ, ἀλλ' ὅτι καὶ προσεδόκησαν ἐκεῖθεν λήψεσθαι, καὶ ἀκαίρως ἐζήτησαν· καίτοιγε οὐδὲν ἐκείνων φιλανθρωπότερον ἦν τῶν παρθένων, αἳ διὰ τοῦτο μάλιστα εὐδοκίμησαν. Καὶ οὐδὲ τὸ πᾶν ζητοῦσι· Δότε γὰρ ἡμῖν, φησὶν, ἐκ τοῦ ἐλαίου ὑμῶν· καὶ τὸ ἀναγκαῖον τῆς χρείας ἐπιδείκνυνται· σβέννυνται γὰρ, φησὶν, αἱ λαμπάδες ἡμῶν. Ἀλλὰ καὶ οὕτως ἀπέτυχον· καὶ οὔτε ἡ φιλανθρωπία τῶν αἰτουμένων, οὔτε τὸ εὔκολον τῆς αἰτήσεως, οὔτε τὸ ἀναγκαῖον καὶ χρειῶδες ἐποίησεν αὐτὰς ἐπιτυχεῖν. Ἀλλὰ τί δὴ ἐντεῦθεν μανθάνομεν; Ὅτι οὐδεὶς ἡμῶν ἐκεῖ, τῶν ἐκ τῶν ἔργων προδοθέντων, προστῆναι δυνήσεται· οὐκ ἐπειδὴ οὐ βούλεται, ἀλλ' ἐπειδὴ οὐ δύναται. Καὶ γὰρ καὶ αὗται ἐπὶ τὸ ἀδύνατον καταφεύγουσι. Τοῦτο καὶ ὁ μακάριος Ἀβραὰμ ἐδήλωσεν εἰπὼν, ὅτι Χάσμα μέγα ἐστὶ μεταξὺ ὑμῶν καὶ ἡμῶν, ὥστε μηδὲ βουλομένοις ἐξεῖναι διαβῆναι. Πορεύεσθε δὲ πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε. Καὶ τίνες οἱ πωλοῦντες; Οἱ πένητες. Καὶ ποῦ οὗτοι; Ἐνταῦθα· καὶ τότε ζητῆσαι ἐχρῆν, οὐκ ἐν τῷ καιρῷ ἐκείνῳ.
78.2.1
Ὁρᾷς ὁπόση γίνεται ἀπὸ τῶν πενήτων ἡμῖν ἡ πραγματεία; κἂν τούτους ἀνέλῃς, τὴν πολλὴν τῆς σωτηρίας ἡμῶν ἀνεῖλες ἐλπίδα. Διόπερ ἐνταῦθα τὸ ἔλαιον συνάγειν χρὴ, ἵνα ἐκεῖ χρήσιμον γένηται, ὅταν ὁ καιρὸς ἡμᾶς καλῇ. Οὐ γὰρ ἐκεῖνός ἐστιν ὁ καιρὸς τῆς συλλογῆς. ἀλλ' οὗτος. Μὴ τοίνυν ἀνάλισκε μάτην τὰ ὄντα εἰς τρυφὰς καὶ κενοδοξίας. Πολλοῦ γάρ σοι ἐκεῖ χρεία τοῦ ἐλαίου. Ταῦτα ἀκούσασαι ἐκεῖναι ἀπῆλθον, ἀλλ' οὐδὲν ὤνησαν. Τοῦτο δέ φησιν, ἢ τῇ παραβολῇ παραμένων, καὶ ὑφαίνων αὐτήν· ἢ καὶ διὰ τούτων δεικνὺς, ὅτι κἂν φιλάνθρωποι γενώμεθα μετὰ τὸ ἀπελθεῖν, οὐδὲν ἐντεῦθεν κερδήσομεν εἰς τὸ διαφυγεῖν. Οὐκοῦν οὐδὲ ταύταις ἤρκεσεν ἡ προθυμία· ἐπειδὴ μὴ ἐνταῦθα ἀπῆλθον πρὸς τοὺς πωλοῦντας, ἀλλ' ἐκεῖ· οὔτε τῷ πλουσίῳ, ὅτε οὕτω φιλάνθρωπος γέγονεν, ὡς καὶ ὑπὲρ τῶν αὐτῷ προσηκόντων μεριμνᾷν. Ὁ γὰρ τὸν ἐν τῷ πυλῶνι κείμενον παρατρέχων, τοὺς οὐδὲ ὁρωμένους ἐξαρπάσαι τῶν κινδύνων καὶ τῆς γεέννης ἐπείγεται, καὶ παρακαλεῖ πεμφθῆναί τινας τοὺς ταῦτα ἀπαγγελοῦντας αὐτοῖς. Ἀλλ' ὅμως οὐδὲνἐκεῖνος ἐντεῦθεν ἀπώνατο, ὥσπερ οὐδὲ αὗται. Ἐπειδὴ γὰρ ταῦτα ἀκούσασαι ἀπῆλθον, ἦλθεν ὁ νυμφίος· καὶ αἱ μὲν ἕτοιμοι, συνεισῆλθον αἱ δὲ ἀπεκλείσθησαν. Μετὰ τοὺς πολλοὺς πόνους, μετὰ τοὺς μυρίους ἱδρῶτας καὶ τὴν ἀφόρητον μάχην ἐκείνην, καὶ τὰ τρόπαια ἃ κατὰ τῆς φύσεως λυττώσης ἀνέστησαν, καταισχυνθεῖσαι καὶ τῶν λαμπάδων ἐσβεσμένων, ἀνεχώρουν κάτω κύπτουσαι. Οὐδὲν γὰρ ἀμαυρότερον παρθενίας, ἔλεον μὴ ἐχούσης· οὕτω καὶ οἱ πολλοὶ τοὺς ἀνελεήμονας εἰώθασι καλεῖν σκοτεινούς. Ποῦ τοίνυν τῆς παρθενίας ὄφελος, ὅτε τὸν νυμφίον οὐκ εἶδον, καὶ οὐδὲ κρούσασαι ἤνυσαν, ἀλλὰ τὸ φοβερὸν ἐκεῖνο ἤκουσαν ῥῆμα, Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς; Ὅταν δὲ αὐτὸς εἴπῃ τοῦτο, οὐδὲν ἕτερον ἢ γέεννα καταλιμπάνεται καὶ ἡ ἀφόρητος κόλασις· μᾶλλον δὲ καὶ τῆς γεέννης τοῦτο τὸ ῥῆμα χαλεπώτερον. Τοῦτο τὸ ῥῆμα καὶ τοῖς τὴν ἀνομίαν ἐργαζομένοις εἶπε. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν. Ὁρᾷς πῶς συνεχῶς τοῦτο ἐπιλέγει, χρησίμην δεικνὺς τὴν ἄγνοιαν τῆς ἐξόδου τῆς ἐντεῦθεν; Ποῦ νῦν εἰσιν οἱ διὰ παντὸς μὲν τοῦ βίου ῥᾴθυμοι, ὅταν δὲ ἐγκαλῶνται παρ' ἡμῶν, λέγοντες, ὅτι Ἐν καιρῷ τελευτῆς καταλιμπάνω τοῖς δεομένοις; Ἀκουέτωσαν τῶν ῥημάτων τούτων, καὶ διορθούσθωσαν. Καὶ γὰρ καὶ ἐν ἐκείνῳ τῷ καιρῷ πολλοὶ ἐξέπεσον τούτου, ἀθρόον ἀναρπασθέντες, καὶ οὐδὲ ἐπισκῆψαι συγχωρηθέντες τοῖς οἰκείοις ὑπὲρ ὧν ἐβούλοντο. Αὕτη μὲν οὖν ἡ παραβολὴ τῆς διὰ χρημάτων ἐλεημοσύνης ἕνεκεν εἴρηται· ἡ δὲ μετὰ ταύτην, πρὸς τοὺς οὐ χρήμασιν, οὐ λόγῳ, οὐ προστασίᾳ, οὐχ ἑτέρῳ ὁτῳοῦν ὠφελεῖν βουλομένους τοὺς πλησίον, ἀλλὰ πάντα ἀποκρύπτοντας. Καὶ τί δήποτε αὕτη μὲν ἡ παραβολὴ βασιλέα εἰσάγει, ἐκείνη δὲ νυμφίον; Ἵνα μάθῃς πῶς οἰκείως ἔχει πρὸς τὰς παρθένους ὁ Χριστὸς, τὰς ἀποδυομένας τὰ ὄντα· τοῦτο γὰρ καὶ παρθενία. Διὸ καὶ Παῦλος τοῦτον τίθησιν ὅρον τοῦ πράγματος. Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, φησί· καὶ, Πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως. Ταῦτα παραινοῦμεν, φησίν. Εἰ δὲ ἐν τῷ Λουκᾷ ἑτέρως κεῖται ἡ τῶν ταλάντων παραβολὴ, ἐκεῖνο λεκτέον, ὅτι ἄλλη αὕτη, καὶ ἑτέρα ἐκείνη. Ἐν ἐκείνῃ μὲν γὰρ ἀπὸ ἑνὸς κεφαλαίου διάφοροι γεγόνασιν αἱ πρόσοδοι· ἀπὸ γὰρ μιᾶς μνᾶς ὁ μὲν πέντε, ὁ δὲ δέκα προσήνεγκαν, διὸ οὐδὲ τῶν αὐτῶν ἔτυχον· ἐνταῦθα δὲ τοὐναντίον, διὸ καὶ ὁ στέφανος ἴσος. Ὁ γὰρ δύο λαβὼν, δύο ἔδωκε, καὶ ὁ τὰ πέντε πάλιν ὁμοίως· ἐκεῖ δὲ, ἐπειδὴ ἐκ τῆς αὐτῆς ὑποθέσεως ὁ μὲν πλείονα, ὁ δὲ ἐλάττονα πρόσοδον ἐποιήσατο, εἰκότως καὶ ἐν τοῖς ἐπάθλοις οὐχ ὁμοίως ἀπολαύουσιν. Ὅρα δὲ αὐτὸν πανταχοῦ οὐκ εὐθέως ἀπαιτοῦντα. Καὶ γὰρ ἐπὶ τοῦ ἀμπελῶνος ἐξέδοτο γεωργοῖς, καὶ ἀπεδήμησε· καὶ ἐνταῦθα ἐνεπίστευσε, καὶ ἀπεδήμησεν, ἵνα μάθῃς αὐτοῦ τὴν μακροθυμίαν. Ἐμοὶ δὲ δοκεῖ καὶ τὴν ἀνάστασιν αἰνιττόμενος ταῦτα λέγειν. Ἀλλ' ἐνταῦθα οὐκέτι γεωργοὶ καὶ ἀμπελὼν, ἀλλὰ πάντες ἐργάται. Οὐ γὰρ πρὸς ἄρχοντας μόνον, οὐδὲ πρὸς Ἰουδαίους, ἀλλὰ πρὸς ἅπαντας διαλέγεται. Καὶ οἱ μὲν προσφέροντες ὁμολογοῦσιν εὐγνωμόνως καὶ τὰ αὐτῶν καὶ τὰ τοῦ δεσπότου. Καὶ ὁ μὲν λέγει, Κύριε, πέντε τάλαντά μοι ἔδωκας· ὁ δὲ λέγει, δύο· δεικνύντες ὅτι παρ' αὐτοῦ τὴν ἀφορμὴν ἔλαβον τῆς ἐργασίας, καὶ πολλὴν χάριν ἴσασι, καὶ τὸ πᾶν αὐτῷλογίζονται. Τί οὖν ὁ δεσπότης; Εὖ, δοῦλε ἀγαθὲ, φησὶ (τοῦτο γάρ ἐστιν ἀγαθοῦ, τὸ εἰς τὸν πλησίον ὁρᾷν), καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου· τὴν πᾶσαν μακαριότητα διὰ τοῦ ῥήματος τούτου δεικνύς. Ἀλλ' οὐκ ἐκεῖνος οὕτως, ἀλλὰ πῶς; Ἤδειν ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· καὶ φοβηθεὶς ἔκρυψα τὸ τάλαντόν σου· ἴδε, ἔχεις τὸ σόν. Τί οὖν ὁ δεσπότης; Ἔδει σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, τουτέστιν, εἰπεῖν ἐχρῆν, παραινέσαι, συμβουλεῦσαι. Ἀλλ' οὐ πείθονται; Ἀλλ' οὐκ ἔστι τοῦτο πρὸς σέ. Τί τούτου γένοιτ' ἂν ἡμερώτερον;
78.3.1
Ἄνθρωποι μὲν γὰρ οὐχ οὕτω ποιοῦσιν, ἀλλ' αὐτὸν τὸν δανείσαντα, αὐτὸν καὶ ὑπεύθυνον τῆς ἀπαιτήσεως καθιστῶσιν. Αὐτὸς δὲ οὐχ οὕτως· ἀλλὰ, σὲ ἔδει καταβαλεῖν, φησὶ, καὶ τὴν ἀπαίτησιν ἐμοὶ ἐπιτρέψαι. Κἀγὼ μετὰ τόκου ἂν ἀπῄτησα· τόκον λέγων ἀκροάσεως τὴν τῶν ἔργων ἐπίδειξιν. Σὲ ἔδει τὸ εὐκολώτερον ποιῆσαι, ἐμοὶ δὲ τὸ δυσκολώτερον ἀφεῖναι. Ἐπεὶ οὖν τοῦτο οὐκ ἐποίησε, Λάβετε, φησὶν, ἀπ' αὐτοῦ τὸ τάλαντον, καὶ δότε τῷ τὰ δέκα τάλαντα ἔχοντι. Τῷ γὰρ ἔχοντι δοθήσεται, καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει, ἀρθήσεται ἀπ' αὐτοῦ. Τί δὴ τοῦτό ἐστιν; Ὁ χάριν λόγου καὶ διδασκαλίας εἰς τὸ ὠφελεῖν ἔχων, καὶ μὴ χρώμενος αὐτῇ, καὶ τὴν χάριν ἀπολεῖ· ὁ δὲ σπουδὴν παρεχόμενος, πλείονα ἐπισπάσεται τὴν δωρεάν· ὥσπερ οὖν ἐκεῖνος καὶ ὃ ἔλαβεν ἀπόλλυσιν. Ἀλλ' οὐ μέχρι τούτου ἡ ζημία τῷ ἀργοῦντι, ἀλλὰ καὶ ἀφόρητος ἡ κόλασις, καὶ μετὰ τῆς κολάσεως ἡ ἀπόφασις πολλῆς γέμουσα τῆς κατηγορίας. Τὸν γὰρ ἀχρεῖον δοῦλον ἐκβάλετε, φησὶν, εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Εἶδες πῶς οὐ μόνον ὁ ἁρπάζων καὶ πλεονεκτῶν, οὐδὲ ὁ κακὰ ἐργαζόμενος, ἀλλὰ καὶ ὁ ἀγαθὰ μὴ ποιῶν κολάζεται κόλασιν τὴν ἐσχάτην; Ἀκούσωμεν τοίνυν τῶν ῥημάτων τούτων. Ὡς ἔστι καιρὸς, ἀντιλαβώμεθα τῆς σωτηρίας τῆς ἡμετέρας, λάβωμεν ἔλαιον εἰς τὰς λαμπάδας, ἐργασώμεθα εἰς τὸ τάλαντον. Ἂν γὰρ ὀκνήσωμεν καὶ ἐν ἀργίᾳ διατρίβωμεν ἐνταῦθα, οὐδεὶς ἡμᾶς ἐλεήσει λοιπὸν ἐκεῖ, κἂν μυρία θρηνῶμεν. Κατέγνω ἑαυτοῦ καὶ ὁ τὰ ῥυπαρὰ ἱμάτια ἔχων, καὶ οὐδὲν ὠφέλησεν. Ἀπέδωκε καὶ ἣν ἐπιστεύθη παρακαταθήκην ὁ τὸ ἓν τάλαντον, καὶ οὕτω κατεκρίθη. Παρεκάλεσαν καὶ αἱ παρθένοι, καὶ προσῆλθον, καὶ ἔκρουσαν, καὶ πάντα εἰκῆ καὶ μάτην. Ταῦτ' οὖν εἰδότες, καὶ χρήματα, καὶ σπουδὴν, καὶ προστασίαν, καὶ πάντα εἰσενέγκωμεν εἰς τὴν τῶν πλησίον ὠφέλειαν. Τάλαντα γὰρ ἐνταῦθά ἐστιν ἡ ἑκάστου δύναμις, εἴτε ἐν προστασίᾳ, εἴτε ἐν χρήμασιν, εἴτε ἐν διδασκαλίᾳ, εἴτε ἐν οἵῳ δήποτε πράγματι τοιούτῳ. Μηδεὶς λεγέτω, ὅτι Ἓν τάλαντον ἔχω, καὶ οὐδὲν δύναμαι ποιῆσαι. Δύνασαι γὰρ καὶ δι' ἑνὸς εὐδοκιμῆσαι. Οὐ γὰρ εἶ τῆς χήρας ἐκείνης πενέστερος, οὐκ εἶ Πέτρου καὶ Ἰωάννου ἀγροικότερος, οἳ καὶ ἰδιῶται καὶ ἀγράμματοι ἦσαν, ἀλλ' ὅμως ἐπειδὴ προθυμίαν ἐπεδείξαντο, καὶ πρὸς τὸ κοινῇ συμφέρον πάντα ἐποίουν, τῶν οὐρανῶν ἐπελάβοντο. Οὐδὲν γὰρ οὕτως ἐστὶ τῷ Θεῷ φίλον, ὡς τὸ κοινωφελῶς ζῇν. Διὰ τοῦτο λόγον ἡμῖν ἔδωκεν ὁ Θεὸς, καὶ χεῖρας, καὶ πόδας, καὶ σώματος ἰσχὺν, καὶ νοῦν, καὶ σύνεσιν, ἵνα πᾶσι τούτοις καὶ εἰς τὴν ἡμῶν αὐτῶν σωτηρίαν καὶ εἰς τὴν τῶν πλησίον ὠφέλειαν χρησώμεθα. Οὐδὲ γὰρ εἰς ὕμνον ἡμῖν ὁ λόγος καὶ εὐχαριστίας χρήσιμος μόνον, ἀλλὰ καὶ εἰς διδασκαλίαν λυσιτελὴς καὶ παραίνεσιν. Κἂν μὲν εἰς τοῦτο χρησώμεθα, τὸν Δεσπότην ἐζηλώσαμεν· ἂν δὲ εἰς τἀναντία, τὸν διάβολον. Ἐπεὶ καὶ Πέτρος, ὅτε μὲν ὡμολόγησε τὸν Χριστὸν, ἐμακαρίζετο ὡς τὰ τοῦ Πατρὸς εἰρηκώς· ὅτε δὲ παρῃτεῖτο τὸν σταυρὸν καὶ ἀπηγόρευσεν, ἐπετιμᾶτο σφοδρῶς, ὡς τὰ τοῦ διαβόλου φρονῶν. Εἰ δὲ ἔνθα ἀγνοίας ἦν. τὸ εἰρημένον, τοσαύτη ἡ κατηγορία· ὅταν ἑκόντες πολλὰ ἁμαρτάνωμεν, ποίαν ἕξομεν συγγνώμην; Τοιαῦτα τοίνυν φθεγγώμεθα, ἵνα αὐτόθεν ᾖ δῆλα τὰ ῥήματα τοῦ Χριστοῦ ὄντα. Οὐδὲ γὰρ ἂν εἴπω μόνον, Ἔγειραι καὶ περιπάτει, οὐδὲ ἂν εἴπω, Ταβιθὰ, ἀνάστηθι, τότε τὰ τοῦ Χριστοῦ λαλῶ· ἀλλὰ πολλῷ μᾶλλον ἂν λοιδορηθεὶς εὐλογήσω, ἂν ἐπηρεασθεὶς εὔξωμαι ὑπὲρ τοῦ ἐπηρεάζοντος. Πρώην μὲν οὖν ἔλεγον, ὅτι χείρ ἐστιν ἡ γλῶττα ἡμῶν, τῶν τοῦ Θεοῦ ἁπτομένη ποδῶν· νῦν δὲ πολλῷ πλέον λέγω, ὅτι γλῶττά ἐστιν ἡ γλῶττα ἡμῶν, τὴν τοῦ Χριστοῦ μιμουμένη, ἐὰν τὴν προσήκουσαν ἀκρίβειαν ἐπιδείξηται, ἂν ἐκεῖνα φθεγγώμεθα, ἅπερ ἐκεῖνος βούλεται. Τί δέ ἐστιν ἃ ἐκεῖνος ἡμᾶς βούλεται φθέγγεσθαι; Τὰ ἐπιεικείας γέμοντα ῥήματα καὶ πραότητος· ὥσπερ οὖν καὶ αὐτὸς ἐφθέγγετο, λέγων τοῖς ὑβρίζουσιν αὐτὸν, Ἐγὼ δαιμόνιον οὐκ ἔχω· καὶ πάλιν· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ. Ἐὰν οὕτω καὶ σὺ λέγῃς, ἐὰν εἰς διόρθωσιν τῶν πλησίον λαλῇς, κέκτησαι γλῶτταν ἐοικυῖαν ἐκείνῃ. Καὶ ταῦτα αὐτός φησιν ὁ Θεός· Ὁ γὰρ ἐξάγων τίμιον ἐξ ἀναξίου ὡς στόμα μου ἔσται, φησίν. Ὅταν οὖν ἡ γλῶττά σου ὡς ἡ γλῶττα ᾖ τοῦ Χριστοῦ, καὶ τὸ στόμα σου γένηται στόμα τοῦ Πατρὸς, καὶ τοῦ Πνεύματος τοῦ ἁγίου ναὸς ᾖς, ποία ταύτης λοιπὸν ἴση γένοιτ' ἂν τιμή; Οὐδὲ γὰρ εἰ ἀπὸ χρυσίου συνέκειτό σου τὸ στόμα, οὐδὲ εἰ ἀπὸ λίθων τιμίων, οὕτως ἔμελλε λάμπειν ὡς νῦν, τῷ κόσμῳ τῆς ἐπιεικείας καταυγαζόμενον. Τί γὰρ στόματος ποθεινότερον οὐκ εἰδότος ὑβρίζειν, ἀλλ' εὐλογεῖν [καὶ χρηστολογεῖν] μεμελετηκότος; Εἰ δὲ οὐκ ἀνέχῃ εὐλογεῖν τὸν καταρώμενον, σίγησον, καὶ τοῦτο τέως κατόρθωσον· καὶ ὁδῷ προβαίνων καὶ σπουδάζων ὡς χρὴ, καὶ ἐπ' ἐκεῖνο ἥξεις, καὶ κτήσῃ στόμα τοιοῦτον οἷον εἰρήκαμεν.
78.4.1
Καὶ μὴ νομίσῃς τολμηρὸν εἶναι τὸ λεχθέν. Φιλάνθρωπος γάρ ἐστιν ὁ Δεσπότης, καὶ τῆς ἀγαθότητος αὐτοῦ τὸ δῶρον γίνεται. Τολμηρόν ἐστι, διαβόλῳ στόμα ἔχειν ἐοικὸς, δαίμονος πονηροῦ κεκτῆσθαι γλῶτταν ὁμοίαν, μάλιστα τὸν μυστηρίων τοιούτων μετέχοντα, καὶ αὐτῇ κοινωνοῦντα τῇ σαρκὶ τοῦ Δεσπότου. Ταῦτ' οὖν ἀναλογιζόμενος, γενοῦ κατ' ἐκεῖνον εἰς δύναμιν τὴν σήν. Οὐκέτι σοι λοιπὸν ὁ διάβολος οὐδὲ ἀντιβλέψαι τοιούτῳ γενομένῳ δυνήσεται. Καὶ γὰρ ἐπιγινώσκει τὸν χαρακτῆρα τὸν βασιλικόν· οἶδε τοῦ Χριστοῦ τὰ ὅπλα, δι' ὧν ἡττήθη. Τίνα δὲ ταῦτά ἐστιν; Ἐπιείκεια καὶ πραότης. Καὶ γὰρ ὅτε ἐν τῷ ὄρει προσβάλλοντα αὐτὸν κατέῤῥαξε καὶ ἐξέτεινεν, οὐχὶ γνωριζόμενος ὅτι Χριστὸς ἦν, ἀλλ' ἀπὸ τῶν ῥημάτων αὐτὸν ἐσαγήνευσε τούτων, ἀπὸ ἐπιεικείας εἷλεν, ἀπὸ πραότητος ἐτροπώσατο. Τοῦτο καὶ σὺ ποίησον· ἂν ἴδῃς ἄνθρωπον διάβολον γενόμενον, καὶ προσιόντα σοι, οὕτω καὶ σὺ νίκησον. Ἔδωκέ σοι ὁ Χριστὸς ἐξουσίαν γενέσθαι κατ' αὐτὸν εἰς δύναμιν τὴν σήν. Μὴ φοβηθῇς τοῦτο ἀκούων. Φόβος ἐστὶ, τὸ μὴ γενέσθαι κατ' αὐτόν. Φθέγγου τοίνυν κατ' ἐκεῖνον, καὶ γέγονας κατὰ τοῦτο τοιοῦτος οἶος ἐκεῖνος, ὡς ἄνθρωπον ὄντα ἔνι γενέσθαι. Διὰ τοῦτο μείζων ὁ οὕτω λαλῶν, ἢ ὁ προφητεύων. Τὸ μὲν γὰρ χάρις ὅλον· ἐνταῦθα δὲ καὶ πόνος σὸς καὶ ἱδρώς. Δίδαξον τὴν ψυχὴν διαπλάττειν σοι στόμα στόματι Χριστοῦ ἐοικός. Δύναται γὰρ τοιαῦτα δημιουργεῖν, ἂν ἐθέλῃ· οἶδε τὴν τέχνην, ἂν μὴ ᾖ ῥᾴθυμος. Καὶ πῶς πλάττεται τοιοῦτον στόμα; φησί· διὰ ποίων χρωμάτων; διὰ ποίας ὕλης; Διὰ χρωμάτων μὲν καὶ ὕλης οὐδεμιᾶς· διὰ δὲ ἀρετῆς μόνης, καὶ ἐπιεικείας, καὶ ταπεινοφροσύνης. Ἴδωμεν πῶς καὶ στόμα διαβόλου πλάττεται, ἵνα μηδέποτε ἐκεῖνο κατασκευάσωμεν. Πῶς οὖν πλάττεται; Διὰ ἀρῶν, διὰ ὕβρεων, διὰ βασκανίας, δι' ἐπιορκίας. Ὅταν γὰρ τὰ ἐκείνου φθέγγηταί τις, τὴν ἐκείνου γλῶτταν λαμβάνει. Ποίαν οὖν ἕξομεν συγγνώμην, μᾶλλον δὲ ποίαν οὐχ ὑποστησόμεθα τιμωρίαν, ὅταν τὴν γλῶτταν, ᾗ κατηξιώθημεν σαρκὸς γεύσασθαι Δεσποτικῆς, ταύτην περιίδωμεν τὰ τοῦ διαβόλου φθεγγομένην; Μὴ δὴ περιίδωμεν, ἀλλὰ πάσῃ χρησώμεθα σπουδῇ, ὥστε αὐτὴν παιδεῦσαι τὸν Δεσπότην μιμεῖσθαι τὸν ἑαυτῆς. Ἂν γὰρ αὐτὴν παιδεύσωμεν τοῦτο, μετὰ πολλῆς τῆς παῤῥησίας ἐπὶ τοῦ βήματος ἡμᾶς στήσει τοῦ Χριστοῦ. Ἂν μή τις οὕτως εἰδῇ λαλεῖν, οὐδὲ ἀκούσεται αὐτοῦ ὁ δικαστής. Καθάπερ γὰρ, ὅταν Ῥωμαῖος ὢν ὁ κριτὴς τύχῃ, οὐκ ἀκούσεται ἀπολογουμένου τοῦ οὐκ εἰδότος οὕτω φθέγγεσθαι· οὕτω καὶ ὁ Χριστὸς, ἂν μὴ κατὰ τὸν αὐτοῦ τρόπον λαλῇς, οὐκ ἀκούσεταί σου, οὐδὲ προσέξει. Μάθωμεν τοίνυν οὕτω λαλεῖν, ὡς εἴωθεν ἀκούειν ὁ βασιλεὺς ὁ ἡμέτερος· σπουδάσωμεν ἐκείνην μιμεῖσθαι τὴν γλῶτταν. Κἂν εἰς πένθος ἐμπέσῃς, σκόπει ὅπως μὴ διαστρέψῃ σου τὸ στόμα τῆς ἀθυμίας ἡ τυραννὶς, ἀλλὰ λαλήσῃς ὥσπερ ὁ Χριστός. Ἐπένθησε γὰρ καὶ αὐτὸς τὸν Λάζαρον καὶ τὸν Ἰούδαν. Ἂν εἰς φόβον ἐμπέσῃς, ζήτησον οὕτω λαλῆσαι πάλιν ὡς αὐτός. Ἐνέπεσε γὰρ καὶ αὐτὸς εἰς φόβον διὰ σὲ κατὰ τὸν τῆς οἰκονομίας λόγον. Εἰπὲ καὶ σύ· Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. Κἂν κλαίῃς, δάκρυσον ἠρέμα ὡς αὐτός. Κἂν εἰς ἐπιβουλὰς ἐμπέσῃς καὶ λύπην, καὶ ταῦτα ὡς ὁ Χριστὸς διατίθει. Καὶ γὰρ καὶ ἐπεβουλεύθη καὶ ἐλυπήθη, καὶ λέγει· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. Καὶ πάντα σοι τὰ ὑποδείγματα παρέσχεν, ἵνα αὐτὰ διαφυλάττῃς τὰ μέτρα, καὶ τοὺς δοθέντας σοι μὴ διαφθείρῃς κανόνας. Οὕτω δυνήσῃ στόμα ἔχειν ἐοικὸς ἐκείνου τῷ στόματι· οὕτως ἐπὶ γῆς βαδίζων, τοῦ ἄνω καθημένου γλῶτταν ἡμῖν ἐπιδείξεις ὁμοίαν, τὰ μέτρα τὰ ἐν ἀθυμίᾳ, τὰ ἐν ὀργῇ, τὰ ἐν πένθει, τὰ ἐν ἀγωνίᾳ διατηρῶν. Πόσοι ὑμῶν εἰσιν οἱ ἐπιθυμοῦντες αὐτοῦ τὴν μορφὴν ἰδεῖν; Ἰδοὺ οὐκ ἰδεῖν μόνον, ἀλλὰ καὶ γενέσθαι κατ' αὐτὸν δυνατὸν, ἂν σπουδάζωμεν. Μὴ ἀναβαλλώμεθα τοίνυν. Οὐχ οὕτως ἀσπάζεται προφητῶν στόμα, ὡς ἐπιεικῶν καὶ πράων ἀνθρώπων. Πολλοὶ γὰρ ἐροῦσί μοι, φησὶν, Οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν; Καὶ ἐρῶ αὐτοῖς· Οὐκ οἶδα ὑμᾶς. Τὸ δὲ τοῦ Μωϋσέως, ἐπειδὴ σφόδρα ἐπιεικὴς ἦν καὶ πρᾶος, (Ὁ γὰρ Μωϋσῆς, φησὶν, ἄνθρωπος πραότατος παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ἐπὶ τῆς γῆς·) οὕτως ἠσπάζετο καὶ ἐφίλει, ὡς εἰπεῖν, Ἐνώπιος ἐνωπίῳ, στόμα κατὰ στόμα ἐλάλει, ὡσανεὶ φίλος πρὸς τὸν ἑαυτοῦ φίλον. Οὐκ ἐπιτάξεις δαίμοσι νῦν, ἀλλ' ἐπιτάξεις τότε τῷ τῆς γεέννης πυρὶ, ἐὰν ἔχῃς τῷ στόματι τοῦ Χριστοῦ τὸ στόμα σου ἐοικός. Ἐπιτάξεις τῇ ἀβύσσῳ τοῦ πυρὸς, καὶ ἐρεῖς, Σιώπα, πεφίμωσο· καὶ μετὰ πολλῆς τῆς παῤῥησίας τῶνοὐρανῶν ἐπιβήσῃ, καὶ ἀπολαύσεις τῆς βασιλείας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note