Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
John Chrysostom PG 47-64
In Matthaeum
Matt 8.4.1
Choose a text More by John Chrysostom
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
8.4.1
Ὅρα γοῦν πῶς αὐτὸ καὶ ὁ Εὐαγγελιστὴς αἰνίττεται λέγων, Ἵνα πληρωθῇ, δεικνὺς ὅτι οὐκ ἂν ἐπληρώθη, εἰ μὴ παραγέγονεν. Οὐχ ὡς ἔτυχε δὲ καὶ τὴν Παρθένον λαμπρὰν τοῦτο ποιεῖ καὶ περιφανῆ. Ὅπερ γὰρ εἶχεν ὁ δῆμος ἅπας ἐν ἐγκωμίου τάξει, τοῦτο καὶ αὐτὴ λοιπὸν ἔχειν ἠδύνατο. Ἐπειδὴ γὰρ μέγα ἐφρόνουν ἐπὶ τῷ ἀνελθεῖν ἐξ Αἰγύπτου, καὶ ἐκόμπαζον. Ὅπερ οὖν καὶ ὁ Προφήτης αἰνιττόμενος ἔλεγεν· Οὐχὶ τοὺς ἀλλοφύλους ἀνήγαγον ἐκ Καππαδοκίας, καὶ τοὺς Ἀσσυρίους ἐκ βόθρου; Ποιεῖ καὶ τῆς Παρθένου τὸ προτέρημα τοῦτο. Μᾶλλον δὲ καὶ ὁ λαὸς καὶ ὁ 57. 87 πατριάρχης καταβάντες ἐκεῖ καὶ ἀναβάντες ἐκεῖθεν, τὸν τῆς ἀνόδου ταύτης τύπον ἐπλήρουν. Καὶ γὰρ ἐκεῖνοι θάνατον φεύγοντες τὸν ἀπὸ τοῦ λιμοῦ, κατῄεσαν· καὶ οὗτος θάνατον τὸν ἐξ ἐπιβουλῆς. Ἀλλ' ἐκεῖνοι μὲν κατελθόντες, τοῦ λιμοῦ τότε ἀπηλλάγησαν· οὗτος δὲ καταβὰς, τὴν χώραν πᾶσαν διὰ τῆς ἐπιβάσεως ἡγίασε. Σκόπει γοῦν πῶς μεταξὺ τῶν ταπεινῶν καὶ τὰ τῆς θεότητος ἐκκαλύπτεται. Καὶ γὰρ ὁ ἄγγελος εἰπὼν, Φεῦγε εἰς Αἴγυπτον, οὐκ ἐπηγγείλατο αὐτοῖς συνοδοιπορεῖν, οὔτε κατιοῦσιν, οὔτε ἀνιοῦσιν, αἰνιττόμενος ὅτι μέγαν ἔχουσι συνοδοιπόρον, τὸ τεχθὲν παιδίον· ὃς καὶ τὰ πράγματα πάντα μετέβαλεν ὁμοῦ φανεὶς, καὶ τοὺς ἐχθροὺς παρεσκεύασε πολλὰ πρὸς τὴν οἰκονομίαν διακονήσασθαι ταύτην. Καὶ γὰρ μάγοι καὶ βάρβαροι τὴν πατρῴαν δεισιδαιμονίαν ἀφέντες, ἔρχονται προσκυνήσοντες· καὶ ὁ Αὔγουστος ὑπηρετεῖται τῷ ἐν Βηθλεὲμ τόκῳ, διὰ τοῦ προστάγματος τῆς ἀπογραφῆς· ἡ Αἴγυπτος διασώζει δεξαμένη φεύγοντα καὶ ἐπιβουλευόμενον, καὶ λαμβάνει τινὰ τῆς πρὸς αὐτὸν οἰκειώσεως ἀφορμήν· ἵν' ὅταν μέλλῃ κηρυττόμενον αὐτὸν ἀκούειν παρὰ τῶν Ἀποστόλων, καὶ ἐπὶ τούτῳ καλλωπίζηται, ἅτε αὐτὸν δεξαμένη πρώτη. Καὶ μὴν τῆς Παλαιστίνης ἦν τὸ προτέρημα τοῦτο μόνης· ἀλλ' αὕτη θερμοτέρα ἐκείνης γέγονε. Καὶ νῦν ἐλθὼν εἰς τὴν ἔρημον τῆς Αἰγύπτου, παραδείσου παντὸς βελτίω τὴν ἔρημον ταύτην ὄψει γεγενημένην, καὶ χοροὺς ἀγγέλων μυρίους ἐν ἀνθρωπίνοις σχήμασι, καὶ δήμους μαρτύρων, καὶ συλλόγους παρθένων· καὶ πᾶσαν μὲν τοῦ διαβόλου τὴν τυραννίδα καταλελυμένην, τὴν δὲ τοῦ Χριστοῦ βασιλείαν διαλάμπουσαν. Καὶ τὴν ποιητῶν καὶ σοφῶν καὶ μάγων μητέρα, καὶ τὴν πᾶν εἶδος μαγγανείας εὑροῦσαν καὶ τοῖς ἄλλοις διαδοῦσαν, ταύτην ὄψει νῦν ἐπὶ τοῖς ἁλιεῦσι καλλωπιζομένην, καὶ ἐκείνων μὲν καταφρονοῦσαν ἁπάντων, τὸν δὲ τελώνην καὶ σκηνοποιὸν πανταχοῦ περιφέρουσαν, καὶ τὸν σταυρὸν προβαλλομένην. Καὶ ταῦτα οὐκ ἐν ταῖς πόλεσι μόνον τὰ ἀγαθὰ, ἀλλὰ καὶ ἐν ταῖς ἐρήμοις μᾶλλον ἢ ἐν ταῖς πόλεσι. Καὶ γὰρ ἔστιν ἰδεῖν πανταχοῦ τῆς χώρας ἐκείνης τοῦ Χριστοῦ τὸ στρατόπεδον, καὶ τὴν βασιλικὴν ἀγέλην, καὶ τὴν τῶν ἄνω δυνάμεων πολιτείαν· καὶ ταῦτα οὐκ ἐπ' ἀνδράσι μόνον, ἀλλὰ καὶ ἐν γυναικείᾳ φύσει κρατοῦντα εὕροι τις ἄν. Καὶ γὰρ καὶ ἐκεῖναι οὐχ ἧττον ἀνδρῶν φιλοσοφοῦσιν, οὐκ ἀσπίδα λαμβάνουσαι καὶ ἀναβαίνουσαι ἵππον, καθάπερ οἱ σεμνοὶ τῶν Ἑλλήνων κελεύουσι νομοθέται καὶ φιλόσοφοι, ἀλλ' ἑτέραν πολὺ χαλεπωτέραν ἀναδεχόμεναι μάχην. Κοινὸς γὰρ αὐταῖς καὶ ἀνδράσιν ὁ πόλεμος πρὸς τὸν διάβολον καὶ τὰς ἐξουσίας· καὶ οὐδαμοῦ τὸ τῆς φύσεως ἁπαλὸν ἐμπόδιον γίνεται ταῖς τοιαύταις συμβολαῖς· οὐ γὰρ σωμάτων φύσει, ἀλλὰ ψυχῆς προαιρέσει ταῦτα κρίνεται τὰ παλαίσματα. Διὰ τοῦτο καὶ γυναῖκες ἀνδρῶν μᾶλλον ἠγωνίσαντο πολλάκις, καὶ φαιδρότερα τρόπαια ἔστησαν. Οὐχ οὕτως ἐστὶ λαμπρὸς ὁ 57. 88 οὐρανὸς τῷ ποικίλῳ τῶν ἄστρων χορῷ, ὡς ἡ ἔρημος Αἰγύπτου, τὰς σκηνὰς πανταχόθεν ἡμῖν δεικνύουσα τῶν μοναχῶν.

Intertext edge

Open linked passage

Note