John Chrysostom PG 47-64
In Matthaeum
Matt 81.1.1
Choose a text
More by John Chrysostom
—
Pg Scrape Grc
81.1.1
Πρώτην τῶν ἀζύμων, τὴν πρὸ τῶν ἀζύμων φησίν· εἰώθασι γὰρ ἀπὸ τῆς ἑσπέρας ἀεὶ ἀριθμεῖν τὴν ἡμέραν· καὶ ταύτης μνημονεύει, καθ' ἢν ἐν τῇ ἑσπέρᾳ τὸ πάσχα ἔμελλε θύεσθαι· τῇ γὰρ πέμπτῃ τοῦ σαββάτου προσῆλθον. Καὶ ταύτην ὁ μὲν τὴν πρὸ τῶν ἀζύμων καλεῖ, τὸν καιρὸν λέγων, καθ' ὃν προσῆλθον· ὁ δὲ οὕτω λέγει· Ἦλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ἐν ᾖ ἔδει θύεσθαι τὸ πάσχα· τὸ, Ἦλθε, τοῦτο λέγων, Ἐγγὺς ἦν, ἐπὶ θύραις ἦν, τῆς ἑσπέρας δηλονότι μεμνημένος ἐκείνης. Ἀπὸ γὰρτῆς ἑσπέρας ἤρχοντο· διὸ καὶ ἕκαστος προστίθησιν, Ὅτε ἐθύετο τὸ πάσχα. Καὶ λέγουσι· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα; Ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐκ ἦν αὐτῷ οἰκία, οὐκ ἦν καταγώγιον· ἐγὼ δὲ οἶμαι μηδὲ αὐτοὺς ἔχειν. Ἦ γὰρ ἂν αὐτὸν ἐκεῖ παρεκάλεσαν ἐλθεῖν. Ἀλλ' οὐκ ἦν οὐδὲ τούτοις, πᾶσιν ἀποταξαμένοις λοιπόν. Τίνος δὲ ἕνεκεν τὸ πάσχα ἐπετέλει Διὰ πάντων δεικνὺς μέχρι τῆς ἐσχάτης ἡμέρας, ὅτι οὐ ἔστιν ἐναντίος τῷ νόμῳ. Καὶ τί δήποτε πρὸς ἀγνῶτα πέμπει ἄνθρωπον; Δεικνὺς κἀντεῦθεν, ὅτι ἠδύνατο μὴ παθεῖν. Ὁ γὰρ τὴν διάνοιαν τούτου πείσας, ὥστε αὐτοὺς ὑποδέξασθαι, καὶ ταῦτα ἀπὸ ῥημάτων, τί οὐκ ἂν εἰργάσατο ἐν τοῖς σταυροῦσιν αὐτὸν, εἴγε ἐβούλετο μὴ παθεῖν; Καὶ ὅπερ ἐπὶ τῆς ὄνου ἐποίησε, τοῦτο καὶ ἐνταῦθαΚαὶ γὰρ ἐκεῖ φησιν· Ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει· οὕτω καὶ ἐνταῦθα· Ὁ Διδάσκαλος εἶπε, Πρὸς σὲ ποιῶ τὸ πάσχα. Ἐγὼ δὲ οὐ τοῦτο θαυμάζω μόνον, ὅτι αὐτὸν ὑπεδέξατο ἄγνωστος ὢν, ἀλλ' ὅτι προσδοκῶν ἔχθραν ἐπισπάσασθαι τοσαύτην καὶ πόλεμον ἄσπονδον, κατεφρόνησε τῆς τῶν πολλῶν ἀπεχθείας. Εἶτα ἐπειδὴ ἠγνόουν, καὶ σημεῖον αὐτοῖς δίδωσιν, οἷον ἐπὶ τοῦ Σαοὺλ ὁ προφήτης λέγων· Εὑρήσεις τινὰ ἀναβαίνοντα καὶ ἀσκὸν ἔχοντα· καὶ ἐνταῦθα, Κεράμιον βαστάζοντα. Καὶ ὅρα πάλιν τὴν ἐπίδειξιν τῆς δυνάμεως. Οὐ γὰρ εἶπε μόνον, Τὸ Πάσχα ποιῶ· ἀλλὰ καὶ ἕτερον προστίθησιν, Ὁ καιρός μου ἐγγύς ἐστι. Τοῦτο δὲ ἐποίει, ἅμα μὲν τοὺς μαθητὰς συνεχῶς ὑπομιμνήσκων τοῦ πάθους, ὥστε τῇ πυκνότητι τῆς προῤῥήσεως ἐγγυμνασθέντας μελετῆσαι τὸ συμβησόμενον· ἅμα δὲ δεικνὺς αὐτοῖς τε ἐκείνοις, καὶ τῷ ὑποδεχομένῳ, καὶ πᾶσιν Ἰουδαίοις, ὃ πολλάκις εἶπον, ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται. Προστίθησι δὲ, Μετὰ τῶν μαθητῶν μου, ὥστε καὶ ἀρκοῦσαν γενέσθαι τὴν παρασκευὴν, κἀκεῖνον μὴ νομίσαι κρύπτεσθαι αὐτόν. Ὀψίας δὲ γενομένης, ἀνέκειτο μετὰ τῶν δώδεκα μαθητῶν. Βαβαὶ τῆς ἀναισχυντίας, Ἰούδα! Καὶ γὰρ καὶ αὐτὸς ἐκεῖ παρῆν, καὶ ἦλθε κοινωνήσων καὶ μυστηρίων καὶ ἁλῶν, καὶ παρ' αὐτὴν ἐλέγχεται τὴν τράπεζαν, ὅτε καὶ θηρίον εἰ ἦν, πραότερον ἐγεγόνει ἄν. Διὰ γὰρ τοῦτο καὶ ὁ εὐαγγελιστὴς ἐπισημαίνεται, ὅτι ἐσθιόντων αὐτῶν διαλέγεται περὶ τῆς προδοσίας ὁ Χριστὸς, ἵνα καὶ ἀπὸ τοῦ καιροῦ καὶ ἀπὸ τῆς τραπέζης δείξῃ τὴν πονηρίαν τοῦ προδότου. Ὡς γὰρ ἐποίησαν οἱ μαθηταὶ, καθὼς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, Ὀψίας γενομένης, ἀνέκειτο μετὰ τῶν δώδεκα. Ἐσθιόντων δὲ αὐτῶν εἶπε, φησὶν, Ἀμὴν λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. Πρὸ δὲ τοῦ δείπνου καὶ τοὺς πόδας αὐτοῦ ἔνιψε. Καὶ ὅρα πῶς φείδεται τοῦ προδότου. Οὐ γὰρ εἶπεν, Ὁ δεῖνά με παραδώσει· ἀλλ', Εἷς ἐξ ὑμῶν, ὥστε πάλιν δοῦναι αὐτῷ μετανοίας ἐξουσίαν τῷ λαθεῖν· καὶ αἱρεῖται φοβῆσαι ἅπαντας, ὑπὲρ τοῦ διασῶσαι τοῦτον. Ἐξ ὑμῶν τῶν δώδεκα, φησὶ, τῶν πανταχοῦ μοι συμπαρόντων, ὧν τοὺς πόδας ἔνιψα, οἷς τοσαῦτα ἐπηγγειλάμην. Πένθος ἄρα ἀφόρητον τὸν χορὸν τότε τὸν ἅγιον ἐκεῖνον κατέλαβε. Καὶ ὁ μὲν Ἰωάννης φησὶν, Ἠποροῦντο, καὶ εἰς ἀλλήλους ἔβλεπον, καὶ ἕκαστος αὐτῶν ἠρώτα δεδοικὼς ὑπὲρ ἑαυτοῦ, καίτοι μηδὲν ἑαυτοῖς συνειδότες τοιοῦτον· οὗτος δέ φησιν, ὅτι Λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος, Μήτι ἐγὼ, Κύριε; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ὧ ἐγὼβάψας τὸ ψωμίον ἐπιδώσω. Ὅρα πότε αὐτὸν ἐξεκάλυψεν, ὅτε τοὺς λοιποὺς ἀπαλλάξαι τῆς ταραχῆς ταύτης ἠθέλησε· καὶ γὰρ καὶ ἀποτεθνήκεισαν τῷ δέει· διὸ καὶ ἐπέκειντο ἐρωτῶντες. Οὐκ ἐκείνους δὲ ἀνεῖναι βουλόμενος μόνον τῆς ἀγωνίας, τοῦτο ἐποίει, ἀλλὰ καὶ τὸν προδότην διορθῶσαι θέλων. Ἐπειδὴ γὰρ πολλάκις ἀκούσας ἀδιορίστως, ἀδιόρθωτος ἔμενεν, ἀνάλγητος ὢν, βουλόμενος αὐτοῦ καθικέσθαι μᾶλλον, περιαιρεῖ τὸ προσωπεῖον αὐτοῦ. Ἐπειδὴ γὰρ λυπούμενοι ἤρξαντο λέγειν, Μήτι ἐγὼ, Κύριε; ἀποκριθεὶς εἶπεν· Ὁ ἐμβάψας μετ' ἐμοῦ ἐν τῷ τρυβλίῳ, οὗτός με παραδώσει. Ὁ μὲν Υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ δι' οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. Τινὲς μὲν οὖν φασιν, ὅτι οὕτως ἰταμὸς ἦν, ὡς μὴ τιμᾷν τὸν Διδάσκαλον, ἀλλὰ μετ' αὐτοῦ βάπτειν· ἐμοὶ δὲ δοκεῖ καὶ τοῦτο ποιῆσαι ὁ Χριστὸς, μᾶλλον αὐτὸν ἐντρέπων, καὶ εἰς διάθεσιν ἐπισπώμενος· ἔχει γάρ τι καὶ τοῦτο πλέον.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).