In natale domini et in sanctam Mariam genitricem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1
Ἀρρήτως, ἀρρεύστως, ἀφράστως, ἀφθάρτως «Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε20»· πάντα τὰ τῆς φύσεως ἐπεκένωσα, ἔχων ὡς ἐμαυτὸν καὶ σὲ Υἱὸν ἐπικόλπιον· ἰσορρόπῳ γὰρ βουλήσει Βασιλέα σε ἔχρισα· «ἐγὼ σήμερον γεγέννηκά σε20», ἀφιλονείκως ἐξαπλώσας τῇ θελήσει τὴν δύναμιν, βουληθεὶς Υἱὸν γεννῆσαι, Θεὸν ἐγέννησα τέλειον.