In natale domini et in sanctam Mariam genitricem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
23.1
Ἰδοῦ ἡ παρθένος ἡ ὑπὸ ἀγγέλων ἀνατραφεῖσα20, αὐξηθεῖσα, σφραγισθεῖσα, μνηστευθεῖσα. φυλαχθεῖσα, ἁγιασθεῖσα, νυμφευθεῖσα καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ γενεαλογηθεῖσα. «Τοῦ γὰρ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν20». Οὕτως; Πῶς ἦν ἡ γέννησις Ἰησοῦ Χριστοῦ; Παρθένος τις ἦν ἐκ φυλῆς Ἰουδᾶ, τὸ δαυιτικὸν κατάγουσα γένος, πατρὸς Ἰωακεὶμ, μητρὸς Ἄννας, ἀπὸ Βηθλεὲμ τῆς κώμης, ἥτις οἶκος ἄρτου ἑρμηνεύεται.