In natale domini et in sanctam Mariam genitricem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1
Ἄγγελος20 δὲ Κυρίου κατ' ὄναρ20 φαίνεται λέγων αὐτῷ· «Ἰωσὴφ, υἱὸς Δαυὶδ, τί ἀπολῦσαι λάθρα20 ζητεῖς τὴν πάλαι ὑπὸ τῶν προφητῶν προαναφωνηθεῖσαν ἀμνάδα; Τί ἀπολῦσαι λάθρα20 ζητεῖς τὴν ἀσύλητον χώραν καὶ οὐράνιον ὑποδεξαμένην καρπόν; Τί ἀπολῦσαι λάθρα20 ζητεῖς τὴν τὸ πῦρ τῆς θεότητος ἀμειώτως χωρήσασαν καὶ ξένην τοῦ ἐπὶ τοῦ Σινὰ Θεοῦ παρουσίαν ἐμφανίζουσαν;