Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In nativitatem Joannis Baptistae
John ChrysostomBapt 1 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
In nativitatem Joannis Baptistae Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὸ γενέθλιον τοῦ ἁγίου προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου Εὐλογητὸς ὁ θεός· ἰδοὺ γὰρ ἐπὶ τῶν ἔργων ἐδείχθη τὰ ἐν γαστρὶ τοῦ Ἰωάννου20 σκιρτήματα· προέβη τοῦ δικαίου τὰ διὰ τῶν ποδῶν εὐαγγέλια· ἀπήντησεν ἡ χάρις ἣν ἐν τῇ μήτρᾳ τυγχάνων ἐμήνυσεν· εἶδεν ὁ κόσμος τὴν ἀγαλλίασιν ἣν ἐν τῇ νηδύϊ ὁ πρόδρομος τοῖς ποσὶν ἐζωγράφησεν. Ὄντως «ἄλλοι κεκοπιάκασιν καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε»· ἐλαυνόμενοι προεβόουν προφῆται, οὐκ ἐσίγων τυπτόμενοι δίκαιοι· πατριαρχῶν κατάλογος ἐκινδύνευεν· ἀντέπραττον τύραννοι, βασιλεῖς ἐπολέμουν, ἄρχοντες παρετάσσοντο· συνωργίζοντο δῆμοι, ὁ κόσμος ὅλος ἀντηγωνίζετο τοῖς τῶν δικαίων ἀγῶσιν· ἔνθεν παρήγοντο βήμασιν, ἐκεῖθεν κατεξαίνοντο μάστιξιν· πανταχόθεν κολαστήρια καὶ στρεβλώσεις, πανταχόθεν θλίψεις καὶ ὀδυρμοί, πανταχόθεν κατήφεια καὶ σκότος· ἀλλ' ἐν τοιαύτῃ κατηφείᾳ καὶ τηλικαύτῃ τοῦ βίου σκοτώσει τυγχάνοντες λύσιν τοῦ χειμῶνος εὐαγγελιζόμεθα.

Intertext edge

Open linked passage

Note