In nativitatem Joannis Baptistae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Ἀλλ' ὢ πῶς τὴν ἄρρητον ἐκείνην καὶ φρικτὴν ἀνευφημήσω γέννησιν; Πῶς τὰ ὑπὲρ νοῦν καὶ λόγον ἐξείπω; Ποίαν τοῖς θαύμασιν ἀρκοῦσαν ἀναλάβωμαι γλῶσσαν; Κυοφόρησις ξένη, ὠδῖνες ἀνώδινοι, ἀγεώργητος στάχυς, καρπὸς ἄνευ σπέρματος, λοχεία φύσεως ξένης, ἀγνοουμένη γονή, τέκνον ἐπὶ γῆς οὐκ ἔχον πατέρα, ὄντως ἀσύγκριτον τῷ βίῳ διήγημα· παρθένος ἔτεκεν καὶ τεκοῦσα παρθένος πάλιν ἔμεινεν· οὐκ ἐκώλυσεν τὴν παρθενίαν ὁ τόκος, οὐκ ἐλυμήνατο τὴν νηδύν, οὐ διέφθειρεν τὴν τεκοῦσαν. Εἰκότως καὶ ὁ τεχθεὶς τοιαῦτα τῇ μητρὶ παρέσχε προνόμια· ὧν γὰρ εἶχεν μόνος τοιαῦτα καὶ δέδωκεν μόνῃ· οὐκ εἶχεν αὐτὸς εἰς γέννησιν ἀδελφὸν οὔτε μὴν δέδωκεν τῇ μητρὶ τοῦ θαύματος ἀδελφήν. Ὢ φιλοτιμία εἰς ἀνθρώπους θεοῦ· ποίων ἠξιώθη διὰ τοῦ θήλεως χαρισμάτων ἡ φύσις; Ὅθεν ὁ πόλεμος ἤρξατο, ἐκεῖθεν καὶ ὁ βασιλεὺς τὴν εἰρήνην ἐβράβευσεν· ἀφ' οὗ γὰρ παρθένος μήτηρ καὶ μήτηρ παρθένος, ὁ στεναγμὸς τῆς Εὔας20 ἐπαύσατο· ἡ θυγάτηρ τὸ μητρικὸν διέλυσεν ἔγκλημα· δι' αὐτῆς γὰρ ὁ δεσπότης σαρκωθεὶς πρὸς ἡμᾶς ἐπεδήμησεν· ἦλθεν δὲ τὰ λυπηρὰ μεταβαλεῖν εἰς χαράν· ἦλθεν τὴν κατώδυνον ἀλλάξαι συνήθειαν· ἦλθεν τὰ κάτω τοῖς ἄνω εἰρηνοποιῆσαι· καὶ ὅπως, ἄκουσον. Ἐκεῖ ὑβρίσθη παράδεισος, ἐνταῦθα ἐδοξάσθη τὸ σπήλαιον· ἐκεῖ οἱ δύο, Ἀδὰμ20 καὶ Εὖα, ὑπὸ τῆς ἁμαρτίας ἐλαυνόμενοι, ἐνταῦθα τῆς οἰκουμένης τὰ πέρατα ὑπὸ τῆς χαρᾶς ὁδηγούμενα· οὐκέτι τὸν τῆς ἐξορίας ὀνειδισμὸν ὑποπτεύομεν, οὐκέτι δειλιῶμεν τὴν φλογίνην ῥομφαίαν, οὐκέτι τὰ κλεῖθρα τῶν θυρῶν τοῦ παραδείσου δεδοίκαμεν, οὐκέτι τὰ τοῦ ὄφεως φοβούμεθα δήγματα, οὐκέτι παρὰ συκῆς δανειζόμεθα φύλλα, οὐκέτι τρέμομεν τὸν τοῦ βαδίσματος κτύπον· τὴν γὰρ ἐκ τῆς παρθένου προσεκυνήσαμεν πρόοδον, τὸν ἰατρὸν τῆς φύσεως κατωπτεύσαμεν. Τίς γὰρ εἶδεν, τίς ἤκουσεν, τίς ἐξ ἀσθενοῦς ῥίζης ἰατρὸν ἐξανθήσαντα ἔγνω ποτέ; Τίς πατρὸς ἰδίου μήτηρ ἐφάνη; Τίς ἐγέννησεν τὸν δυνάμει γεννήσαντα θείᾳ; Τίς ἔτεκεν ὁρώμενον μὲν πλάσμα, νοούμενον δὲ πλάστην; Τίς καὶ τὸ ἔχειν υἱὸν ἐκέρδησεν καὶ τὸ εἶναι παρθένος οὐκ ἐζημίωται;