In nativitatem Joannis Baptistae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1
Τῇ δὲ Ἐλισάβετ20 ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν· καὶ ἐγέννησεν υἱόν· καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κύριος τὸ ἔλεος αὐτοῦ μετ' αὐτῆς· καὶ συνέχαιρον αὐτῇ. Καὶ ἐγένετο ἐν τῇ ὀγδόῃ ἡμέρᾳ, ὡς ἦλθον περιτεμεῖν τὸ παιδίον καὶ ἐκάλουν τὸ ὄνομα αὐτοῦ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν, ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· «Ἰωάννης20 κληθήσεται.» Ἔνευον δὲ καὶ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτόν· καὶ αἰτήσας πινακίδιον ἔγραψεν ἐν αὐτῷ λέγων· «Ἰωάννης20 ἐστὶ τὸ ὄνομα αὐτοῦ.» Καὶ ἐθαύμασαν πάντες· ἀνεῴχθη γὰρ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ καὶ ἐλάλει τρανῶς εὐλογῶν τὸν θεόν. Ἀμέλει· τὸ βρέφος τίκτεται καὶ ἡ φωνὴ τοῦ πατρὸς ἐπανέρχεται· οὕτως γὰρ δείκνυται βοῶσα ἡ Ἰωάννου20 φωνή, ὅτι καὶ αὐτὸ τὸ ὄνομα φωνῆς ἐνέργεια πέφηνεν· «Ἐγὼ γάρ, φησίν, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.» Δεξάμενος γὰρ ὁ Ἰωάννης20 τὴν ἔλλαμψιν τοῦ ἁγίου πνεύματος ὑπεδείκνυε τὸν ποιητὴν τοῖς ποιήμασι καὶ τὸν πλάστην ἐδακτυλοδείκτει τοῖς πᾶσι μεγαλοφώνως βοῶν· «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Οὐκέτι γὰρ κατὰ τὸν παλαιὸν τύπον καὶ νόμον εἷς ναός ἐστιν ὁ δεχόμενος τὰς θυσίας καὶ σεμνυνόμενος ἐν αὐταῖς· ἀλλὰ κατὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησίαι καὶ θυσιαστήρια εἰλικρινῶς τῷ φιλανθρώπῳ θεῷ δόξαν ἀναπέμπουσιν. Ἐλάβομεν γὰρ τῶν ἡμετέρων ψυχῶν ἀρχιερέα Ἰησοῦν Χριστὸν τὸν κύριον ἡμῶν, ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὔτε δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ. Ἔχομεν γάρ, φησὶν ὁ Παῦλος, ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν Χριστὸν τὸν κύριον ἡμῶν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.