Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In omnes sanctos
John ChrysostomSanc 338.1 · spanish-geminiMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More

Original: Pg Scrape Grc

In omnes sanctos Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου ἐγκώμιον εἰς τοὺς ἁγίους πάντας. Δεῦτε σήμερον, ἀδελφοί, τῶν ἁγίων μαρτύρων τὴν μνήμην φαιδρῶς πανηγυρίσωμεν. Δεῦτε κοινωνήσωμεν αὐτῆς τῆς ἐπουρανίου χάριτος· μάρτυρες γὰρ τῆς ἐν παραδείσῳ προδοσίας ἀπολογία, τῆς σφαλείσης ἱλαστήρια φύσεως, τῆς προσκρουσάσης ἀνθρωπότητος δῶρα, τοῦ γένους τοῦ σαλευθέντος ὑπογραφαί, τῆς τοῦ ληστάρχου διορυγῆς προμαχίονες, τῆς τῶν πιστῶν ἐλπίδος ἐνέχυρα, καρτερίας θεόγραφοι πίνακες, μυστικαὶ χριστιανισμοῦ βελοθῆκαι, τόξα τοῦ προσταυρωθέντος ἀπόρρητα, ἰσχυροὶ τῆς εὐσεβείας βραχίονες, δένδρα μετὰ τομὴν ἀνθηρότερα, ῥίζαι μετὰ φθορὰν εὐθαλέστεραι, κεχωσμένα τοῖς δαίμοσι δίκτυα· οὐχ οὕτω ταῖς ἀρούραις ἐμπεριπατοῦντες στρουθοὶ τοῖς κεχωσμένοις συλλαμβάνονται βρόχοις ὡς ταῖς φυλαῖς τῶν ἁγίων μαρτύρων ἐμβοσκώμενοι δαίμονες τῇ κεχωσμένῃ περιπυροῦντες τέφρᾳ καὶ πάσχουσι τοῦ Κάϊν παρόμοιον· οὓς γὰρ ἔσφαξαν φρίττουσιν, ὡς ἐκεῖνος ἐσφαγμένον τὸν Ἄβελ. Ἐπειδὴ καὶ δαίμονές εἰσιν ἐν τῷ ἀέρι τούτῳ βάρβαροι καὶ ἄγριοι καὶ πολέμους ἐγείροντες ἀεὶ καὶ τῆς εἰρήνης ἐχθροί, ἀντεκατέστησεν αὐτοῖς τὰ στρατόπεδα τῶν ἀγγέλων, ἵνα φαινόμενοι μόνον αὐτοὺς καταστέλλωσιν, ἵνα τὴν εἰρήνην ἡμῖν ἀεὶ πρυτανεύωσι. Καὶ ἵνα μάθῃς ὅτι ἄγγελοι εἰρήνης εἰσίν, ἄκουσον ἐν ταῖς εὐχαῖς ἀεὶ λεγόντων καὶ διακόνων· τὸν ἄγγελον τῆς εἰρήνης αἰτήσατε. Ὁρᾷς ὅτι καὶ ἄγγελοι πάρεισι καὶ μάρτυρες.... τῆς πανηγύρεως ταύτης τῶν ἁγίων πάντων. Πλοῦτον κερδαίνουσιν οἱ μάρτυρες ἀθανασίας πρόξενον· δόξης ἐκείνης ἐπέτυχον, ἧς ἡ βασιλεία αἰώνιος ὅλον εἰς οὐρανοὺς τὸν τῆς ζωῆς θησαυρὸν ἀποθέμενοι· τοιαύτη γὰρ τῶν ἁγίων ἡ νίκη ὡς ὑπὲρ τῶν ἀθανάτων ἀγαθῶν ἑλέσθαι καὶ θάνατον. Ἐξέοντο τούτων τοῖς βασάνοις οἱ σάρκες, ἀλλ' ὁ τῆς ψυχῆς σκοπὸς ἀνάλγητος ἔμενεν· ἐκόπτοντο τὰ μέλη τοῖς ξίφεσιν, ἀλλ' ὁ πρὸς οὐρανὸν οὐκ ἐτέμνετο πόθος.... θηρίων ὀδόντες διεσπάραττον σπλάγχνα, ἀλλὰ τὸν τῆς καρδίας εὐσεβῆ λογισμὸν οὐκ ἀπέσπασαν. Ὄντως ἀσπὶς καὶ θῶραξ ταῖς ψυχαῖς τῶν μαρτύρων τὰ σώματα· ταῦτα γὰρ καὶ μόνα τοῖς τῶν τυράννων τιτρώσκεται βέλεσιν· οἷς γὰρ ὁ τῆς πίστεως καλὸς στρατιώτης πείθων τὰ μέλη δέχεσθαι βέλη προσίεται γυμνὸν τῷ πολέμῳ τὸ σῶμα καὶ νίκην ἐργάζεται, ἐν οἷς νικᾶσθαι νομίζεται· νενίκηται γὰρ διάβολος τῶν μαρτύρων αἰκίσας τὰ σώματα. Καὶ τούτου ἀπόδειξις τῶν λειψάνων ἡ δύναμις ἀοράτῳ πληγῇ φυγαδεύουσα δαίμονας. Ταῦτα τοὺς μάρτυρας δο 304 ξάζει τὰ τρόπαια· ταῦτα τοὺς οὕτω θανῆναι θελήσαντας ἀθανάτως ἔδειξε ζήσαντας· ταῦτα τῶν ἀγγέλων αἱ στρατιαὶ μακαρίζουσι ταῦτα ἡ κτίσις ἐνέχυρα κατέχει πανταχοῦ σωτηρίας. Ἑκάστη γὰρ λοιπὸν τῆς οἰκουμένης πόλις καὶ χώρα προστάτας εὑρίσκεται τοὺς μάρτυρας κατέχουσα· ὅσον γὰρ αὐτοῖς ταῖς τιμαῖς εὐσεβοῦντες τρέχομεν, τοσοῦτον αὐτοῖς ἐν ἅπασι κηδεμόνας εὑρίσκομεν. Τιμὴ δὲ μάρτυρι ἡ τῆς πολιτείας ὀρθότης, τὸ πρὸς τὸν Θεὸν εὐσυνείδητον· διδάσκαλοι γὰρ ἡμῶν εὐσεβείας καὶ πολῖται οἱ μάρτυρες Χριστὸν ἔχοντες ὁδηγὸν χάρις τῷ φιλανθρώπῳ δεσπότῃ, τὸ καὶ τῇ γῇ δεδοκότι θησαυροὺς τοὺς ἁγίους Πάντας· ἐν αὐτῇ γὰρ ἐπετέθη τῶν οὐρανῶν τὰ κειμήλια, οἱ τίμιοι μαργαρῖται, τὸ χρυσίον τὸ δόκιμον, τὰ σκεύη τὰ ἐκλεκτά· ταῦτα γάρ ἐστι τῶν μαρτύρων τὰ λείψανα καὶ τέως ὁ οὐρανὸς τῇ γῇ παρεχώρησε συγχωρῶν εὐλογεῖσθαι τῶν ἀνθρώπων τὸν βίον· ἐκεῖ γὰρ ἡ καταθύμιος διαμονὴ τῶν μαρτύρων, ἐκεῖ τῶν ἀγώνων ἡ περιπόθητος ἄνεσις, ἐκεῖ οἱ τῆς νίκης πολύτιμοι στέφανοι. Καὶ ταῦτα μὲν ὁ οὐρανὸς φυλάττειν προστέτακται περιμένων αὐτῶν ἐκεῖ τὴν ἀπόλαυσιν, κατέχει δὲ τούτους τέως ἡ γῆ. Ὁ οὐρανὸς δὲ καὶ.... παρελήφθη φαιδρότητος. Ἔσχε λαμπάδας πυρὸς τοὺς ἀστέρας, ἔσχε πλῆθος ἁγίων ἡ γῆ, ὡς ἐκεῖνος ἀγγέλων ἔχει δοξολογοῦντας. Οὗτοι οἱ μακάριοι μάρτυρες διὰ Χριστὸν κολασθέντες, στρεβλωθέντες, θηρίοις παραδοθέντες, πυρὶ καὶ ξίφει ἀναλωθέντες νῦν δορυφοροῦνται, τιμῶνται, δοξάζονται, ἐν οὐρανοῖς βασιλεύουσι, τὸν Θεὸν δυσωποῦσιν, ἁμαρτωλοῖς βοηθοῦσι, τὴν οἰκουμένην φυλάττουσι, πόλεις ἁγιάζουσιν, ἐρήμους πολίζουσιν, εὐλογοῦσι τὰς χώρας, λαοὺς συγκροτοῦσι, βαρβάρους ἀποστρέφουσι.... λειψάνοις μεριζομένης. Δῆλον δὲ τοῦτο ἐκ τῆς κατατεθείσης σήμερον κιβωτοῦ ἐχούσης τὸ μάννα, κιβωτοῦ τῆς ἀλλοφύλους νικώσης, κιβωτοῦ τῆς ἀσφαλεστέρας τοῦ Νῶε· ἡ μὲν γὰρ ἐπάνω τῶν ὑδάτων νηχομένη διεσώζετο, ἡ δὲ ἐν αὐτῷ τῷ θανάτῳ φερομένη λυτροῦται· διὰ γὰρ τοῦτο καὶ ἐν τοῖς κόλποις αὕτη τῆς γῆς καταχώννυται ψυχαγωγοῦσα καὶ τοὺς ἐν Ἅδῃ βυθιζομένους ἀνθρώπους. Τοιοῦτος σήμερον ὁ ἡμέτερος θησαυρός, τοιοῦτον ὁ οἶκος τῶν μαρτύρων ἐδέξατο πλοῦτον, τοιαύτην ὁ τόπος ἐκτήσατο χάριν. Ἐνταῦθα τῆς ἁγιωσύνης λοιπὸν τὸ μύρον πηγάζει, ἐνταῦθα τῆς τῶν παθῶν θεραπείας διοδεύει τὰ ῥεῖθρα, ἔνθεν οἱ ὀχετοὶ τῶν ἰάσεων ῥέουσιν, ἔνθεν πόλις εὐφραίνεται πεινῶσα, ἔνθεν ποίμνια διψῶντα κορέννυται, ἔνθεν λαὸς συντρέχων ἁγιάζεται, ἔνθεν Χριστὸς σπλαγχνίζεται δοξαζόμενος. Ἐννόησον ὅσοι καὶ μαρ 305 τυρίου στέφανον ἀνεδήσαντο· οἱ μὲν γὰρ ἐμαστίχθησαν, οἱ δὲ εἰς δεσμωτήριον ἐνεκλείσθησαν, οἱ δὲ ἁλύσεσι περιέκειντο, οἱ δὲ πατρίδος ἐξέπεσαν, οἱ δὲ οὐσίαν ἀπέβαλον, οἱ δὲ πρὸς τὴν ὑπερορίαν μετῳκίσθησαν, οἱ δὲ ἐσφάγησαν, οἱ μὲν καὶ τῇ πείρᾳ, οἱ δὲ καὶ τῇ γνώμῃ· καὶ γὰρ δοράτων γυμνουμένων καὶ ξιφῶν ἠκονημένων καὶ ἀπειλῶν καθ' ἑκάστην ἡμέραν γιγνομένων καὶ τῶν ἐν ἀρχαῖς θυμοῦ πνεόντων καὶ φωνῶν ἐπανατεινομένων μυρία εἴδη καὶ κολάσεων καὶ τιμωριῶν οὐκ εἶξαν οὐδὲ ἐνέδωκαν, ἀλλ' ἔστησαν ἐπὶ τῆς πέτρας ἀκίνητοι πάντα ποιῆσαι καὶ παθεῖν αἱρούμενοι ὥστε μὴ κοινωνῆσαι τῇ παρανομίᾳ τῶν τὰ τοιαῦτα τετολμηκότων, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες· καὶ γὰρ καὶ γυναῖκες πρὸς τὸν ἀγῶνα ἀπεδύσαντο τοῦτον καὶ ἀνδρῶν πολλαχοῦ μᾶλλον ἠνδρίσαντο. Οὐ γυναῖκες δὲ μόνον, ἀλλὰ καὶ νέοι καὶ μειράκια κομιδῆ, ὧν γένοιτο.... ᾧ ἡ δόξα σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. Εἰκότως ἀγωνιῶ τοῖς τῆς δειλίας δεσμοῖς συνεχόμενος, πῶς ἐμπλήσω τὸ δίψος τῆς ὑμετέρας φιληκοΐας, ποίαν προθήσω τοῦ λόγου τὴν τράπεζαν, τίς γένωμαι λαὸν τοσοῦτον δεξιούμενος, ᾧ μόνος Χριστὸς ἐπαρκέσει πρὸς ἑστίασιν. ἐπὶ θύραις λοιπὸν ἡ τοῦ κόσμου χαρά, πλησιάζει ὁ λιμὴν τῆς δεσποτικῆς ἀναστάσεως. πάλιν θορυβεῖται 339 τῶν Ἰουδαίων τὸ ἀλόγιστον ἔθνος, πάλιν κατὰ τοῦ ποιμένος ὑλακτοῦσιν οἱ κύνες, πάλιν κατὰ τοῦ δεσπότου στασιάζουσιν οἱ δοῦλοι, πάλιν βουλεύονται κατὰ τοῦ φωτὸς οἱ τοῦ σκότους ἐργάται, πάλιν Ἰούδας μελετᾷ τὴν παράνομον πρᾶσιν, πάλιν ἑτοιμάζουσιν οἱ Ἰουδαῖοι ἀργύρια, ἵνα τῷ ᾅδῃ παραπέμψωσι τὸν ἐν νεκροῖς ἐλεύθερον καὶ μάθωσιν αἰχμαλωτιζόμενον θάνατον, ἵνα τιναχθῶσι τάφοι καὶ νεκροὶ πτερωθῶσι πρὸς ἔγερσιν, πάλιν μαθητὴς πιπράσκει, νομομαθεῖς δὲ ἀγοράζουσι καὶ λῃστὴς ἐπὶ σταυροῦ θεολογεῖ. Ἀλλὰ τῆς τοῦ προδότου φωνῆς μνημονεύσωμεν· «τί μοι θέλετε δοῦναι», φησίν, «κἀγὼ ὑμῖν παραδώσω αὐτόν». τί [σοι] θέλουσι δοῦναι, Ἰούδα; τὸ τῆς ἀγχόνης σχοινίον, τὸ ἐξώτερον σκότος, τῆς βασιλείας τὴν ἀλλοτρίωσιν, τὸν χωρισμὸν τῶν ἁγίων, τὸ ἀνέγερτον πτῶμα, ταῦτά σοι ἐκ τοῦ συναλλάγματος τοῦ πρὸς Ἰουδαίους τὰ κέρδη. [«τί μοι θέλετε δοῦναι;»] τί σοι δύνανται δοῦναι τοιοῦτον ὅσον μέλλεις ἀπολεῖν, παμπόνηρε; ἱνατί δὲ οὕτως ὀλίγου πιπράσκεις τὸν οὐρανοῦ καὶ γῆς ἀρχιτέκτονα, τὸν ἐν παλάμῃ τὰ σύμπαντα φέροντα; ὅτε τὸν δεσπότην σου ἐθεάσω τιμώμενον, σὺ τὸ πολυτίμητον μῦρον κατὰ τῆς φοβερᾶς αὐτοῦ κεφαλῆς ἐκχεόμενον εἶδες καὶ τῆς φιλοτιμίας τοῦ γυναίου καταγινώσκων ἐβόας· «εἰς τί ἡ ἀπώλεια αὕτη;» «διατί τοῦτο τὸ μῦρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς;» καὶ τὸ μὲν μῦρον τὸ ἐκ διαφόρων εἰδῶν κατασκευαζόμενον καὶ ἐν τέχνῃ τινὶ μυρεψούμενον τριακοσίων διετίμησας δηναρίων, τὸ δὲ ἀληθινὸν μῦρον τὸ ὀσφραῖνον νεκροὺς τὴν ἀνάστασιν τριάκοντα δηναρίων πιπράσκεις; οὐκ οἶδας τί πωλεῖς, Ἰούδα. ἐσκότωσέ σε τῆς φιλαργυρίας ἡ μέθη. πότε δὲ ἔγνως δεσπότην παρὰ δούλου πωλούμενον, πότε δὲ ἔμαθες πιπράσκειν φῶς καὶ ἀγοράζειν σκότος; ἱνατί δὲ τῆς ἀγάπης ἐνύβρισας τὸ γνώρισμα, ἱνατί δὲ φιλήματι τὴν προδοσίαν ἐργάζῃ; καλῶς σε στηλιτεύων πόρρωθεν ὁ προφήτης 340 ἐβόα· «οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου, ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος·» «ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον»· καὶ κατεφίλεις τὸν δεσπότην σου. πρόσελθε, φίλησον· ἀνέχεται ὁ σωτὴρ μακροθύμως, οὐ τὸ δυσῶδες τοῦ σοῦ φιλήματος ἀποστρεφόμενος, ἀλλ' ἣν ἔδωκέ σοι ἐκ τῶν σῶν χειλέων ἀνακαλούμενος χρεωφειλήματος χάριν. ὦ πόσον ἡ φιλαργυρία δεινόν. διὰ ταύτης ὁ μαθητὴς ἀποστολικῆς ἀπορραγεὶς σειρᾶς, τοῦ πνιγμοῦ τὸ σχοινίον κληρονομεῖ καὶ ἄξιον δεικνύει τῆς ἀγχόνης τὸν λαιμόν, δι' οὗ προῆλθε τῆς προδοσίας τὰ ῥήματα. ὦ πηλίκον νῆψις ἀγαθόν. διὰ ταύτης γὰρ ὁ λῃστὴς ἐπήδησεν ἀπὸ σταυροῦ εἰς παράδεισον· ὡς γὰρ εἶδε τὸν δεσπότην ἐν μέσῳ κρεμάμενον καὶ πᾶσαν τὴν κτίσιν κραδαινομένην τῷ φόβῳ καὶ ἥλιον μὲν ἐν χαλεπῷ κατακαλυπτόμενον πένθει, τῆς ἡμέρας δὲ τὸ φῶς ὑποφεῦγον, τὰ στοιχεῖα τὴν τάξιν ἀρνούμενα, ῥηγνυμένας τὰς πέτρας– ὡς ἅπαντα ταῦτα ἐθεάσατο, εἶτα τὸ συνειδὸς ἀναγνοὺς τὸ οἰκεῖον καὶ συλλῃστοῦ τὰς πράξεις οὐκ ἀγνοῶν, τὴν κτίσιν ὡς εἶδε τῇδε κἀκεῖσε φερομένην καὶ τρέμουσαν, τὸν ἐν μέσῳ δεσπότην τῶν τρεμόντων ἐγνώρισε καὶ γνωρίσας εὐθὺς ἀνεβόησε· «μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.» ὄντως γοργὸς ὁ λῃστὴς τῆς ἑνδεκάτης ὥρας ἐργάτης· ὅλον γὰρ τὸ τῆς ἡμέρας τοῦ βίου ἀνεπλήρωσεν ἔργον, ᾗ ἐμισθώθη ὥρᾳ προθύμως εἰργάσατο. οὐκ ὤκλασε τῇ πίστει, οὐκ ἀπεῖδεν εἰς τὰς ὕβρεις, εἰς τὰς πληγὰς οὐκ ἀπέβληψε, τὰ τῶν Ἰουδαίων ὀνείδη παρεκρούσατο, ἔλαβε τὴν κτίσιν διδάσκαλον καὶ τὸν τῆς κτίσεως δεσπότην γνωρίσας ἀξίαν ἔδωκε τὴν προσκύνησιν. Τί οὖν πρὸς ταῦτα ὁ τῶν μισθῶν ἀποδότης, ὁ φιλότιμος ἐν ταῖς εὐεργεσίαις Χριστός; τοῦ λῃστοῦ τὸ μέλλον ζητήσαντος αὐτὸς ἀνυπέρθετον τὴν χάριν ἐπέδειξεν· ἐκείνου γὰρ εἰρηκότος· «μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου», ὁ δεσπότης εὐθὺς ἀπεκρίνατο λέγων· «ἀμήν, λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παρα 341 δείσῳ.» ἀληθὴς ἡ λέγουσα γραφή· «ἔτι λαλοῦντός σου ἐρῶ· ἰδοὺ πάρειμι.» αὐτῷ τῷ Χριστῷ ἡ δόξα σὺν πατρὶ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Spanish Gemini
338.1
Elogio de todos los santos, de Juan, arzobispo de Constantinopla, el Crisóstomo. Venid hoy, hermanos, a celebrar con alegría la memoria de los santos mártires. Venid a participar de esta gracia celestial; pues los mártires son la apología de la traición en el paraíso, los propiciatorios de la naturaleza que erró, los dones de la humanidad que tropezó, los testimonios del linaje que fue sacudido, los baluartes contra la brecha del jefe de los ladrones, las prendas de la esperanza de los fieles, las tablas escritas por Dios de la perseverancia, los depósitos místicos del cristianismo, los arcos secretos del que fue crucificado, los brazos fuertes de la piedad, árboles más florecientes tras la poda, raíces más lozanas tras la corrupción, redes ocultas para los demonios; no son capturados los gorriones que caminan por los campos en las redes ocultas como los demonios que se alimentan de los linajes de los santos mártires, abrasándose con la ceniza oculta, y sufren algo semejante a Caín: pues tiemblan ante aquellos a quienes mataron, como aquel ante Abel, que fue asesinado. Y puesto que hay demonios en este aire, bárbaros y salvajes, que siempre levantan guerras y son enemigos de la paz, Dios contrapuso a ellos los campamentos de los ángeles, para que, con solo aparecer, los sometan y para que siempre nos dispensen la paz. Y para que sepas que son ángeles de paz, escucha a los diáconos diciendo siempre en las oraciones:« Pedid al ángel de la paz».¿ Ves que están presentes tanto los ángeles como los mártires... en esta festividad de todos los santos? Los mártires ganan una riqueza que es precursora de la inmortalidad; alcanzaron aquella gloria cuyo reino es eterno, habiendo depositado todo el tesoro de la vida en los cielos; pues tal es la victoria de los santos, que eligen incluso la muerte por los bienes inmortales. Sus carnes eran desgarradas por los tormentos, pero el propósito de su alma permanecía impasible; sus miembros eran cortados por las espadas, pero el deseo hacia el cielo no era cercenado... los dientes de las fieras desgarraban sus entrañas, pero no arrancaron el piadoso razonamiento de su corazón. Verdaderamente, los cuerpos son escudo y coraza para las almas de los mártires; pues estos, y solo estos, son heridos por los dardos de los tiranos; pues el buen soldado de la fe, persuadiendo a sus miembros a recibir los dardos, expone su cuerpo desnudo a la guerra y obra la victoria allí donde se cree que es vencido; pues el diablo ha sido vencido al atormentar los cuerpos de los mártires. Y prueba de ello es el poder de las reliquias, que ahuyenta a los demonios con una herida invisible. Estos son los trofeos que glorifican a los mártires; estos mostraron que quienes desearon morir así, vivieron inmortalmente; estos son los que las huestes de los ángeles bienaventuran; estos son los que la creación posee en todas partes como prendas de salvación. Pues cada ciudad y región del mundo encuentra protectores al poseer a los mártires; pues cuanto más corremos hacia ellos honrándolos con piedad, tanto más encontramos en ellos guardianes en todo. El honor para el mártir es la rectitud de su conducta, la conciencia limpia ante Dios; pues los mártires son nuestros maestros de piedad y ciudadanos que tienen a Cristo como guía. Gracias al filántropo Señor, que ha dado a la tierra también a los santos como tesoros; pues en ella fueron depositadas las joyas de los cielos, las perlas preciosas, el oro probado, los vasos elegidos; pues estos son los restos de los mártires, y por ahora el cielo ha cedido a la tierra, permitiendo que la vida de los hombres sea bendecida; pues allí está la morada anhelada de los mártires, allí el descanso deseado de sus luchas, allí las coronas preciosas de la victoria. Y el cielo ha recibido la orden de guardar estas cosas esperando allí su disfrute, pero la tierra los posee por ahora. Y el cielo... fue tomado de resplandor. La tierra tuvo como lámparas de fuego a las estrellas, tuvo una multitud de santos, así como aquel tiene a los ángeles glorificando. Estos bienaventurados mártires, que por Cristo fueron castigados, torturados, entregados a las fieras, consumidos por el fuego y la espada, ahora son escoltados, honrados, glorificados, reinan en los cielos, suplican a Dios, ayudan a los pecadores, guardan el mundo, santifican las ciudades, pueblan los desiertos, bendicen las regiones, congregan a los pueblos, rechazan a los bárbaros... dividiéndose en reliquias. Y esto es evidente por el arca depositada hoy que contiene el maná, arca que vence a los extranjeros, arca más segura que la de Noé; pues aquella se salvaba flotando sobre las aguas, mientras que esta, llevada en la misma muerte, redime; pues por esto también es enterrada en los senos de la tierra, guiando a las almas incluso a los hombres que se hunden en el Hades. Tal es hoy nuestro tesoro, tal es la riqueza que recibió la casa de los mártires, tal es la gracia que adquirió el lugar. Aquí, pues, brota el mirra de la santidad, aquí recorren los arroyos de la curación de las pasiones, de aquí fluyen los canales de las sanaciones, de aquí se alegra la ciudad hambrienta, de aquí se sacian los rebaños sedientos, de aquí el pueblo que acude es santificado, de aquí Cristo se compadece siendo glorificado. Considera cuántos se ciñeron la corona del martirio; pues unos fueron azotados, otros encerrados en prisión, otros cargados de cadenas, otros desterrados de su patria, otros perdieron sus bienes, otros fueron trasladados al extranjero, otros fueron degollados, unos por la experiencia, otros por la intención; pues ante lanzas desnudas y espadas afiladas y amenazas que ocurrían cada día y los que estaban en el poder respirando ira y voces amenazantes, no cedieron ni se rindieron ante las innumerables formas de castigos y tormentos, sino que permanecieron inamovibles sobre la roca, eligiendo hacer y sufrir todo con tal de no participar en la ilegalidad de quienes se atrevieron a tales cosas, no solo hombres, sino también mujeres; pues también las mujeres se despojaron para esta lucha y en muchos lugares se mostraron más varoniles que los hombres. Y no solo mujeres, sino también jóvenes y niños pequeños, de quienes pueda... a quien sea la gloria con el Padre y el Espíritu Santo, ahora y siempre y por los siglos de los siglos. Amén. Razonablemente me angustio, contenido por los lazos de la cobardía, sobre cómo saciaré la sed de vuestra afición por escuchar, qué mesa de palabra presentaré, quién seré yo para recibir a un pueblo tan grande, al cual solo Cristo bastará para el banquete. A las puertas está, pues, la alegría del mundo, se acerca el puerto de la resurrección del Señor. De nuevo se alborota la nación insensata de los judíos, de nuevo los perros ladran contra el pastor, de nuevo los siervos conspiran contra el Señor, de nuevo los obreros de las tinieblas planean contra la luz, de nuevo Judas medita la venta ilegal, de nuevo los judíos preparan las monedas de plata para enviar al Hades al que es libre entre los muertos y para que aprendan que la muerte es hecha cautiva, para que las tumbas sean sacudidas y los muertos vuelen hacia la resurrección, de nuevo el discípulo vende, los letrados compran y el ladrón en la cruz hace teología. Pero recordemos la voz del traidor:«¿ Qué queréis darme?», dice,« y yo os lo entregaré».¿ Qué quieren darte, Judas? La soga del ahorcamiento, las tinieblas de afuera, la alienación del reino, la separación de los santos, el cadáver que no resucita; estos son para ti las ganancias del trato con los judíos.«¿ Qué queréis darme?»¿ Qué pueden darte que sea igual a lo que vas a perder, malvado?¿ Y por qué vendes tan barato al arquitecto del cielo y de la tierra, al que lleva todas las cosas en su palma? Cuando viste a tu Señor siendo honrado, viste el mirra preciosísimo derramado sobre su cabeza temible y, condenando la generosidad de la mujer, gritabas:«¿ Para qué esta pérdida?¿ Por qué este mirra no se vendió por trescientos denarios y se dio a los pobres?». Y el mirra, preparado de diversas especies y elaborado con cierto arte, lo valoraste en trescientos denarios,¿ y el verdadero mirra, que hace oler a los muertos la resurrección, lo vendes por treinta denarios? No sabes lo que vendes, Judas. La embriaguez de la avaricia te ha oscurecido.¿ Cuándo supiste que un señor fuera vendido por un siervo, cuándo aprendiste a vender la luz y comprar tinieblas?¿ Y por qué ultrajaste el signo del amor, por qué realizas la traición con un beso? Bien te señalaba desde lejos el profeta gritando:« Cuya boca está llena de maldición y amargura y engaño, bajo su lengua hay trabajo y dolor; como navaja afilada hiciste engaño»; y besabas a tu Señor. Acércate, besa; el Salvador soporta con paciencia, no apartándose de lo fétido de tu beso, sino reclamando el pago de la deuda que te dio de tus propios labios.¡ Oh, cuán terrible es la avaricia! Por ella, el discípulo, habiéndose desgarrado de la cadena apostólica, hereda la soga del estrangulamiento y muestra digno del ahorcamiento el cuello por el que salieron las palabras de la traición.¡ Oh, cuán gran bien es la sobriedad! Por ella, el ladrón saltó desde la cruz al paraíso; pues cuando vio al Señor colgado en medio y toda la creación estremeciéndose de miedo y al sol ocultándose en un grave duelo, y la luz del día huyendo, los elementos negando su orden, las rocas rompiéndose; cuando vio todo esto, luego, leyendo su propia conciencia y no ignorando las acciones de su compañero de robo, al ver la creación llevada de aquí para allá y temblando, reconoció al Señor de los que temblaban en medio y, al reconocerlo, gritó inmediatamente:« Acuérdate de mí, Señor, cuando vengas en tu reino». Verdaderamente rápido es el ladrón, obrero de la hora undécima; pues completó toda la obra del día de la vida, trabajó con entusiasmo en la hora en que fue contratado. No vaciló en la fe, no miró hacia los insultos, no contempló los golpes, rechazó las burlas de los judíos, tomó a la creación como maestra y, reconociendo al Señor de la creación, dio la adoración digna.¿ Qué dice entonces ante esto el dador de las recompensas, Cristo, el generoso en los beneficios? Habiendo pedido el ladrón lo futuro, Él mostró la gracia sin demora; pues habiendo dicho aquel:« Acuérdate de mí, Señor, cuando vengas en tu reino», el Señor respondió inmediatamente diciendo:« En verdad te digo, hoy estarás conmigo en el paraíso». Verdadera es la Escritura que dice:« Mientras aún hablas, diré: aquí estoy». A Cristo mismo la gloria con el Padre y el Espíritu Santo por los siglos de los siglos. Amén.

Intertext edge

Open linked passage

Note