Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum pascha sermo 1
John Chrysostom1 13 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1
Τὴν οὖν ἕνωσιν τοῦ ἱερείου τὴν ἀδιαίρετον ἀναγκαίως ὁ νόμος εἰς Χριστὸν προετύπου, ἐν ταύτῃ καὶ τὴν τῆς ἐκκλησίας ἕνωσιν προδιατυπῶν· ἐν Χριστῷ μὲν δὴ τὴν σωτηρίαν ἔχομεν καὶ ἐν τῇ θυσίᾳ τοῦ Χριστοῦ, καὶ πάντα τὰ πρὸ τῆς παρουσίας εἰς τὴν παρουσίαν προευτρεπισθέντα γινώσκομεν καὶ τοῦτο μόνον εἰς σωτηρίαν ἁπάσῃ τῇ ἀνθρωπότητι προκείμενον ἐξ ἀρχῆς καθαπερεὶ πρὸ ὀφθαλμῶν τὸν Χριστὸν ὑπὲρ πάντων τυθῆναι, μιᾷ δὲ τῇ ἐκκλησίᾳ προσήκουσαν τὴν σωτηρίαν ταύτην ἐπιστάμεθα καὶ μηδένα τῆς καθολικῆς ἔξωθεν ἐκκλησίας καὶ πίστεως μετέχειν Χριστοῦ δυνάμενον 14 μηδὲ σώζεσθαι· καὶ ταῦτα εἰδότες οὔτε ἐν τοῖς κατὰ νόμον ἀλλ' ἐν Χριστῷ τὴν ἁπαντὸς τοῦ κόσμου σωτηρίαν ἴσμεν περαιουμένην, οὐδὲ ταῖς ἀθέοις αἱρέσεσιν ἀπονέμομέν τι πρὸς τὴν ἐλπίδα ἀλλὰ παντελῶς ἔξω τῆς ἐλπίδος τίθεμεν αὐτάς, ἅτε δὴ μηδὲ τὴν βραχυτάτην ἐχούσας Χριστοῦ μετουσίαν ἀλλὰ κενῶς ἐπιφημιζούσας ἑαυταῖς τὸ σωτήριον ὄνομα πρὸς ἀπάτην καὶ βλάβην τῶν ὀνόματι καὶ σχήματι 15 μᾶλλον ἢ ἀληθείᾳ προσέχειν δυναμένων. Μήτε οὖν τὰ παλαιά τις ἀπορρηγνύτω Χριστοῦ μηδὲ ἄνευ Χριστοῦ σώζεσθαί τινα τῶν προτέρων ὑπονοείτω, μήτε τοὺς νῦν παραδιδάσκοντας καὶ τὴν ἀλήθειαν παραχαράττοντας καὶ μάταια παρασκευάζοντας ἐκκλησιῶν σχήματά τε τῆς ἀληθείας ἐκτὸς καὶ ἀλλότρια Χριστοῦ, τοὺς τοιούτους μήτε χριστιανοὺς ὀνομαζέτω τις μήτε κοινωνίαν αἱρείσθω πρὸς αὐτούς· οὐ γὰρ ἔξεστιν, ἐπείπερ οὐκ ἐκκομίζεται τῆς ἱερᾶς οἰκίας τὸ θῦμα οὐδὲ εἰς κοινωνίαν τοῖς" ἔξω" προφέρεται.

Intertext edge

Open linked passage

Note