In sanctum pascha sermo 1
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1
" Ἄρσεν" δὲ τὸ πρόβατον, ὅτι καὶ ἡγεμονικόν, φύσει τὴν ἡγεμονίαν ἔχον, ὥσπερ ὁ ἄρρην ἔχει σωματικὴν ἡγεμονίαν πρὸς τὸ θῆλυ· φύσει γὰρ καὶ ἀληθείᾳ Χριστὸς ἡγεμὼν καὶ βασιλεύς, ἅτε ὢν ἐπουράνιος ἄνθρωπος, καὶ συνταχθεὶς μὲν ἡμῖν ὡς ἀδελφὸς κατὰ τὴν φύσιν τὴν σαρκικήν, ἐφεστὼς δὲ ὡς δεσπότης κατὰ τὴν θεότητα τὴν 18 πνευματικήν. Διὸ καὶ νυμφίος αὐτὸς δὴ καὶ μόνος ὡς νύμφης τῆς πάσης ἀνθρωπότητος, καὶ οὔτε Ἰωάννης νυμφίος ὁ προφητῶν μέγιστος, ὅς γέ φησι περὶ Χριστοῦ καὶ ἑαυτοῦ, περὶ Χριστοῦ μέν·" Ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν", περὶ ἑαυτοῦ δέ·" Ὁ φίλος δὲ τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων τὴν φωνὴν αὐτοῦ χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου· αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται", οὐδὲ μὴν οἱ ἀπόστολοι νυμφίοι τῆς ἐκκλησίας, καίτοι γε τὴν πρὸς Χριστὸν ὁμοίωσιν κατὰ χάριν λαβόντες καὶ υἱοὶ Χριστοῦ διὰ τὸ Χριστοῦ πνεῦμα γενόμενοι, ἀλλὰ τί φησιν ὁ μακάριος Παῦλος;" Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ".