Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum pascha sermo 1
John Chrysostom1 1 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Πάσχα μὲν γήϊνον ἑορτάζουσιν Ἰουδαῖοι τὸ οὐράνιον ἀρνησάμενοι, πάσχα δὲ οὐράνιον ἑορτάζοντες ἡμεῖς τὸ γήϊνον ὑπερβεβήκαμεν· καὶ τὸ μὲν παρ' ἐκείνοις ἐπιτελεσθὲν σωτηρίας πρωτοτόκων τῶν ἐν Ἰουδαίοις σύμβολον ἦν, ὅτε τοῖς Αἰγυπτίοις πρωτοτόκοις οὐ συναπώλετο τὰ Ἰουδαίων αἵματι τοῦ θύματος τοῦ πάσχα συμβολικῶς τηρηθέντα, τὸ δὲ παρ' ἡμῖν ἐπιτελούμενον πάσχα τῆς ἁπάντων ἀνθρώπων σωτηρίας ἐστὶν αἴτιον, ἀρξάμενον ἀπὸ τοῦ πρωτοπλάστου, ὃς ἐν ἅπασίν ἐστι σωζόμενος καὶ 2 ζωογονούμενος. Τὰ δὲ μέρη τῶν τελείων καὶ τὰ πρόσκαιρα τῶν αἰωνίων εἰκόνες καὶ τύποι προεμελετᾶτο πρὸς τὴν νῦν ἀνατείλασαν ἀλήθειαν σκιογραφούμενα· ἀληθείας δὲ παρούσης ὁ τύπος ἄκαιρος, ὥσπερ βασιλέως ἐπιδημήσαντος αὐτὸν ἐάσας τὸν ζῶντα βασιλέα τὴν εἰκόνα 3 προσκυνεῖν ἀξιοῖ. Ἦ δήλη δὴ αὐτόθεν ἡ τοῦ τύπου παρὰ τὴν ἀλήθειαν ἐλάττωσις, ὅπου γε ὁ μὲν τύπος ὀλιγοχρόνιον ζωὴν ἑορτάζει τὴν τῶν Ἰουδαίων πρωτοτόκων, ἡ δὲ ἀλήθεια τὴν διηνεκῆ ζωὴν τὴν ἁπάντων ἀνθρώπων· οὐ γὰρ μέγα τὸ θάνατον πρὸς βραχὺ διαφυγεῖν τῷ μικρὸν ὕστερον ἀποθανου μένῳ, μέγα δὲ τὸ καθόλου θάνατον ἀποφυγεῖν, ὅπερ ἡμῖν 4 περιγίνεται, οἷς" τὸ πάσχα ἐτύθη Χριστός". Καὶ αὐτό γε τὸ τῆς ἑορτῆς ὄνομα πλείστην ἔχει τὴν ὑπεροχὴν ἐπὶ τῆς ἀληθείας ἑρμηνευόμενον· ὑπέρβασις μὲν γάρ ἐστι καθ' ἑρμηνείαν τὸ πάσχα, ὅτε ὑπερέβη τοὺς Ἑβραίων οἴκους ὁ τὰ πρωτότοκα παίων ὀλοθρευτής, ὑπέρβασις δὲ τοῦ ὀλοθρευτοῦ παρ' ἡμῖν ἀληθής, ὅταν καθάπαξ ἡμᾶς ὑπερβαίνῃ πρὸς τὴν αἰώνιον ζωὴν ἀνισταμένους ὑπὸ Χριστοῦ.

Intertext edge

Open linked passage

Note