In sanctum pascha sermo 1
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
20.1
Εἴ τις οὖν ἄνθρωπον ψιλὸν λέγει τὸν κύριον καὶ τῆς ἡμετέρας φύσεως τίθησι τὸν Χριστόν, τούτῳ τὸ πρόβατον οὐκ ἔστι" τέλειον" οὐδὲ" ἄμωμον", οὐδεὶς γὰρ ἄνθρωπος ἄμωμος, τούτῳ τὸ πρόβατον οὐκ ἔστιν" ἄρσεν", οὐδεὶς γὰρ ἀνθρώπων ἡγεμονίαν ἔχει φυσικὴν καὶ ὁλόκληρον πρὸς τοὺς ὁμοφυεῖς ἀνθρώπους· καὶ ὃς ἐν κτίσει τὸν κύριον ἀριθμεῖ καί φησι κεχαρισμένην ἔχειν, οὐκ ἀληθῆ, τὴν θεότητα, οὐδ' οὗτος" ἄρσεν" ἔχει τὸ θυόμενον ὑπὲρ αὐτοῦ πρόβατον, οὐ γὰρ ἔγνω τὸν φύσει βασιλέα ἀλλ' εἰς ἕτερον τὸν μὴ φύσει μηδὲ ἀληθείᾳ περιτρέπει· ἀλλὰ καὶ εἴ τίς ἐκ τῆς ἀνθρωπίνης παλαιότητος εἰς Χριστὸν ἀνάγει ἢ δεκτικὸν ἁμαρτίας λέγειν τολμᾷ ἢ νόμου δουλείᾳ προσήκοντα ἢ θανάτῳ κατ' ἀνάγκην ὑποκείμενον, οὗτος" ἐνιαύσιον" οὐκ ἔχει τὸ πρόβατον οὐδὲ τῆς καινότητος ᾔσθετο τῆς ἐν Χριστῷ.