In sanctum pascha sermo 1
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1
Οὕτω μὲν δὴ τὴν ὅλην ὑπόθεσιν τοῦ πάσχα θεωρεῖσθαι χρὴ πνευματικῶς καὶ πιστεύεσθαι κατὰ τὰς ἀποστολικὰς ἐξηγήσεις· ποθεῖ δὲ ὁ πιστὸς καὶ τὴν ὅλην ὑποτύπωσιν κατανοῆσαι πῶς ἔχει πρὸς τὴν ἀλήθειαν καὶ ὡσπερεὶ θεωρῆσαι τὰ καθ' ἑαυτὸν πνευματικὰ διὰ τῶν τότε σωματικῶν, ἵν' αὐτῷ καὶ τὰ τοῦ νόμου πάντα οἰκείως ἔχῃ νοούμενα κατὰ Χριστὸν καὶ διὰ τοῦ πνευματικοῦ τὸ σωματικὸν ἐμφανέστερον γένηται καὶ καθάπερ ζωγραφούμενον ἐν τοῖς ὁρατοῖς ἐκφανῇ τὸ ἀόρατον.