Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum pascha sermo 1
John Chrysostom1 6 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1
Ὅτε τοίνυν ἔμελλε τὴν δεκάτην ἐπάγειν πληγὴν Αἰγυπτίοις ὁ θεός– αὕτη δὲ ἦν ὁ τῶν πρωτοτόκων θάνατος–, ἔλεγεν πρὸς τὸν Μωϋσῆν·" Ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν· πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ", καὶ διέταττεν ἐφ' ἑξῆς τὴν τοῦ πάσχα θυσίαν καὶ τὴν τοῦ αἵματος χρῖσιν ἐπὶ τῶν θυρῶν· καὶ τῇ μὲν τούτου χρίσει σωτηρίαν τῶν πρωτοτόκων ἐπηγγέλλετο· τί δὲ τοῦτό ἐστιν εὐθὺς ἐπὶ τῆς ἀληθείας θεωρούμενον τὸ ἀρχὴν ἐνιαυτοῦ τὸν καιρὸν ἐκεῖνον ὁρίζεσθαι, ἐν ᾧ τὸ πάσχα καὶ ἡ σωτηρία τῶν πρωτοτόκων; ὅτι καὶ ἡμῖν ἀρχὴ ζωῆς αἰωνίας ἡ τοῦ ἀληθινοῦ πάσχα θυσία– αἰῶνος γὰρ ὁ ἐνιαυτὸς σύμβολον, διότι κύκλῳ περιιὼν αὐτὸς εἰς ἑαυτὸν ἀεὶ στρέφεται καὶ εἰς τέλος οὐδὲν ἀποπαύεται– καὶ" πατὴρ τοῦ μέλλοντος αἰῶνός" ἐστι προσαχθεὶς ὑπὲρ ἡμῶν θυσία Χριστὸς καὶ τὸν πρότερον ἅπαντα βίον ἡμῶν ἄκαιρον ποιῶν ἀρχὴν ἑτέρου διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας δίδωσι καθ' ὁμοιότητα τοῦ 7 ἰδίου θανάτου καὶ τῆς ἀναστάσεως. Ὥστε πᾶς ὁ γινώσκων τὸ τεθυμένον ὑπὲρ αὐτοῦ πάσχα ἀρχὴν ἑαυτῷ ζωῆς ὑποτιθέσθω ταύτην, ἀφ' οὗ τέθυται Χριστὸς ὑπὲρ αὐτοῦ· τέθυται δὲ ὑπὲρ αὐτοῦ τότε, ἡνίκα ἂν ἐπιγνῷ τὴν χάριν καὶ συνῇ τὴν διὰ τῆς θυσίας ἐκείνης ζωήν· καὶ τοῦτο γινώσκων τῆς νεαρᾶς ὀρεγέσθω ζωῆς λαμβάνειν τὴν ἀρχὴν καὶ μηκέτι ἀνατρεχέτω πρὸς τὴν παλαιάν, ἧς ἐπὶ τέλος ἔφθασεν·" Οἵτινες" γὰρ" ἀπεθάνομέν" φησι" τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ;"

Intertext edge

Open linked passage

Note