Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum pascha sermo 1
John Chrysostom1 8 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1
Τὸ μὲν δὴ τῆς ἀρχῆς τοῦ ἐνιαυτοῦ σύμβολον τοιοῦτον·" δεκάτῃ" δὲ" τοῦ μηνὸς" κελεύει λαμβάνειν ἕκαστον πρόβατον κατ' οἰκίαν καὶ τοσούτους εἶναι ἐπὶ τῆς οἰκίας τοὺς ἐσθίοντας ὡς ἐξαρκεῖν εἰς τὴν βρῶσιν καὶ μηδὲν περισσεῦσαι, θύεσθαι δὲ" τῇ τεσσαρεσκαιδεκάτῃ" τὸ πρόβατον" πρὸς ἑσπέραν". Οὐκοῦν πέντε μὲν ἡμέρας σύνεστι τὸ θῦμα τοῖς μέλλουσι σώζεσθαι δι' αὐτοῦ· περαιου μένης δὲ τῆς πέμπτης, τὸ μὲν ἱερεῖον θύεται, ὁ δὲ θάνατος ὑπερβαίνει, ὁ δὲ σωθεὶς ἀπολαύει διηνεκοῦς φωτός, διά τε νυκτὸς ὅλης λαμπούσης σελήνης καὶ τοῦ ἡλίου τὴν σελήνην διαδεχομένου, τοῦτο γὰρ ἐν πεντεκαιδεκάτῃ καὶ πανσελήνῳ 9 γίνεται. Τὰ δὲ πέντε διαστήματα ταῦτα τὸν ἅπαντα δείκνυσι χρόνον τοῦ κόσμου διαιρούμενον εἰς πέντε, εἴς τε τὸν ἀπὸ Ἀδὰμ μέχρι Νῶε καὶ τὸν ἀπὸ Νῶε μέχρι Ἀβραὰμ καὶ τὸν ἐξ Ἀβραὰμ ἐπὶ Μωϋσῆν καὶ τὸν ἀπὸ Μωϋσέως ἐπὶ τὴν Χριστοῦ παρουσίαν καὶ πέμπτον αὐτῆς τῆς παρουσίας· ἐν ᾧ χρόνῳ παντὶ προὔκειτο μὲν ἀνθρώπῳ ἡ διὰ τοῦ μακαρίου θύματος σωτηρία, οὔπω δὲ ἐτελεῖτο, ἐν δὲ τῷ πέμπτῳ διαστήματι τοῦ χρόνου τὸ πάσχα τὸ ἀληθὲς ἐθύετο καὶ ὁ δι' αὐτοῦ σωζόμενος πρωτόγονος ἄνθρωπος εἰς τὸ διηνεκὲς ἐξῄει φῶς· καὶ τό γε μὴ ἐπ' αὐτῆς τῆς ἑσπέρας ἀλλὰ" πρὸς ἑσπέραν" τὸ πάσχα θύεσθαι ἐδήλου τὸ μὴ ἐν αὐτῷ τῷ τέλει τοῦ πάροντος αἰῶνος ἀλλὰ πρὸς 10 αὐτὸ [τὸ] πάσχειν Χριστόν. Διῃρημένον δὲ οὕτω τὸν χρόνον ἔδειξεν ἡ παραβολὴ τεμόντος εἰς πέντε τὴν ἡμέραν καὶ τοὺς κεκλημένους εἰς τὸν ἀμπελῶνα, τοῦτ' ἔστιν εἰς τὴν τῆς δικαιοσύνης ἐργασίαν, φάσκοντος καλεῖσθαι τοὺς μὲν ὑπὸ τὴν πρώτην ὥραν, τοὺς δὲ ὑπὸ τρίτην, τοὺς δὲ ὑπὸ ἕκτην, τοὺς δὲ ἐννάτην, τοὺς δὲ ἑνδεκάτην· καὶ γὰρ ἦσαν διάφοροι κλήσεις αὗται καὶ διάφορα δικαιώματα, ἕτερον μὲν τὸ ἐπὶ Ἀδάμ, ἕτερον δὲ τὸ ἐπὶ Νῶε, ἄλλο τὸ ἐπὶ Ἀβραάμ, ἄλλο τὸ ἐπὶ Μωϋσέως, τελευταῖον δὲ καὶ τελεώτατον τὸ ἐπὶ τῆς Χριστοῦ παρουσίας, ὅτε καὶ τῶν ἔργων ὁ μισθὸς ἀποδίδοται πρώτοις τοῖς τελευταίοις κατὰ τὴν σωτήριον παραβολήν, ἐπεὶ πρῶτοι τὴν ἀναγέννησιν ἡμεῖς ἐν βαπτίσματι κομιζόμεθα, οἷς" ἐτύθη Χριστός", ἐφ' ᾧ ἀνέστη καὶ τὸ πνεῦμα τὸ ἅγιον εἰς ἀνακαίνισιν ἡμῶν ἐνεφύσησεν.

Intertext edge

Open linked passage

Note