John Chrysostom PG 47-64
In sanctum pascha sermo 2
2 11.1
Choose a text
More by John Chrysostom
—
Pg Scrape Grc
11.1
Τοιοῦτον μὲν δὴ τὸ τῆς χρίσεως μυστήριον· μετὰ δὲ τὴν χρῖσίν ἐστιν ἡ βρῶσις, εἰσοικίζουσα τὸ σῶμα τὸ θεῖον εἰς ἡμᾶς καὶ ἀναμιγνῦσα πρὸς ἕνωσιν·" Φάγονταί" 12 φησι" τὰ κρέα ταύτῃ τῇ νυκτὶ ὀπτὰ πυρί". Νὺξ ὁ παρὼν οὗτος αἰών·" Ἡ νὺξ προέκοψε" Παῦλός φησι· διὰ πυρὸς ἡ τοῦ ἁγίου μετάληψις σώματος, τουτέστι δι' ἐμπύρου καὶ ζεούσης σπουδῆς." Τῷ πνεύματί" φησι" ζέοντες", καὶ" Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν" λέγει" καὶ τί θέλω εἰ ἤδη ἀνήφθη";
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).