Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum pascha sermo 2
John Chrysostom2 17 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.1
Μὴ τοίνυν ἕψε τὸ κρέας τὸ ἅγιον, φησίν, ἀναμιγνύων ἡδύσμασιν αὐτό, ἀλλ'" ὀπτὰ πυρὶ" μόνον ἐσθιέσθω, ὅπερ ἡ σπουδὴ σύντονος ἀφιλήδονος. Τὸ φιλήδονον οὐ φιλό θεον, ὡς ὁ Παῦλός φησι, καὶ" ὧν ὁ θεὸς ἡ κοιλία", τούτοις οὐκ ἔστι θεὸς ὁ θεός· οὐδὲ οἱ τὴν εὐχαριστίαν εἰς πολυτελεῖς εὐωχίας μετατιθέντες ἀπόδεκτοι παρὰ τῷ ἀποστόλῳ, βρώσεως πολλῆς καὶ ποικίλης καὶ πόσεως ὑπόθεσιν ποιούμενοι τὴν ἁγιαστικὴν κοινωνίαν, πρὸς οὓς ὁ Παῦλός φησι·" Οὐκ ἔστι κυριακὸν δεῖπνον φαγεῖν· ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν, ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε, καὶ καται σχύνετε τοῦς μὴ ἔχοντας· Τί εἴπω ὑμῖν; Ἐπαι νέσω ὑμᾶς; Ἐν τούτῳ οὐκ ἐπαινῶ"· φησὶ δὲ ἐκ ταύτης τῆς ἀνεπιτηδεύτου χρήσεως περὶ τὸ ἅγιον βρῶμα συμβαίνειν αὐτοῖς τοὺς πειρασμούς, ὅτι μὴ ἁγίως τῷ ἁγίῳ προσιᾶσι·" Διὰ τοῦτο" γὰρ" ἐν ὑμῖν" φησι" πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί. Εἰ 18 δὲ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα." Ἀσε βείας γὰρ ὑπεύθυνοι τῆς εἰς τὸν κύριον οἱ μὴ παρέχοντες ἐπιτήδειον τὸ σῶμα πρὸς τὴν ἀνάκρασιν τοῦ σώματος αὐτοῦ, ὅπερ ἡμῖν ἔδωκεν ἵνα πρὸς αὐτὸ κιρνάμενοι πρὸς τὸ πνεῦμα τὸ ἅγιον ἀνακιρνώμεθα, ἐπεὶ καὶ διὰ τοῦτο ὅλως εἰς σῶμα ἔδωκεν ἑαυτὸν ὁ τοῦ θεοῦ λόγος καὶ" σὰρξ ἐγένετο" κατὰ τὴν εὐαγγελικὴν φωνήν, ἵν' ἐπειδὴ μετάσχειν ὡς λόγου μὴ οἷόν τε ἡμῖν, ὡς σαρκὸς μετάσχωμεν αὐτοῦ, τῇ πνευματικῇ σαρκὶ τὴν ἡμετέραν οἰκειώσαντες καὶ τῷ πνεύματι τὸ πνεῦμα κατὰ δύναμιν, ὡς ἂν ὁμοιώματα Χριστοῦ κατασταίημεν, ναοὶ τοῦ πνεύματος γενόμενοι, καθά φησιν ὁ ἀπόστολος·" Ναοὶ τοῦ θεοῦ ἐστε", καὶ πάλιν·" Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ;" καὶ διὰ τῆς ἀναμίξεως τῆς πρὸς τὸ πνεῦμα τοῦ Χριστοῦ σώματα γίνεται καὶ περιέπειν" ἐν ἁγιασμῷ", ταῦτα δὴ περιέποντας ὡς μέλη Χριστοῦ·" Οὐκ οἴδατε" γάρ φησιν" ὅτι τὰ μέλη ὑμῶν μέλη Χριστοῦ ἐστιν; Ἆρα οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; Μὴ γένοιτο."

Intertext edge

Open linked passage

Note