Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
John Chrysostom PG 47-64
In sanctum pascha sermo 2
2 19.1
Choose a text More by John Chrysostom
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
19.1
Τὴν μὲν οὖν σκευασίαν τῆς ἁγίας τροφῆς οὕτω καὶ ἐν τοιούτοις συμβόλοις διέταξεν ἡ νομοθεσία," πρὸς τὸ" ἡμῖν" συμφέρον" διατάξασα τὴν τότε προτύπωσιν·" κεφαλὴν" δέ φησι" σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις", κεφαλὴν μὲν αἰνιττόμενος τὴν ἀρχὴν τῆς εἰς τοὺς ἀνθρώπους ἐπιφανείας, αὕτη δὲ ἦν ἡ προτέρα παρουσία, πόδες δὲ τὸ τέλος, αὕτη δὲ ἦν ἡ δευτέρα παρουσία, ἧς ἄνευ τὴν προτέραν οὐκ ἔστι πιστεύεσθαι, ἐπεὶ μὴ πάντα τὰ προφητευθέντα ἐπλήρωσεν αὕτη· διόπερ οὐδὲ πιστεύουσιν Ἰουδαῖοι τὸ μὴ πεπληρῶσθαι τὰ τῆς ἐνδόξου παρουσίας, οὐκ εἶναι Χριστὸν οἰόμενοι τὸν οὕτω 20 παραγενόμενον. Διὰ τοῦτο συμπλέξας εἶπε" κεφαλὴν σὺν τοῖς ποσί", τουτέστι τὴν προτέραν παρουσίαν μετὰ τῆς δευτέρας, ἵνα καὶ σὺν ἀδοξίᾳ" πρόβατον ἐπὶ σφαγὴν" ἀχθέντα δέξῃ τὸν Κύριον καὶ" βασιλέα μετὰ δόξης" φαινόμενον ἴδῃς, ἅπερ ἀμφότερα προεῖπεν Ἡσαίας ὁ προφήτης, καὶ μὴ τὴν λύτρωσιν τῆς Ἰερουσαλὴμ ἀπαιτήσῃς, ἀλλ' ὕστερον προσδοκήσῃς τὸ" Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβεῖς ἀπὸ Ἰακώβ", σώζοντος αὐτοῦ τὸ ὑπόλοιπον τοῦ λαοῦ τὸ μέλλον ἐπ' αὐτὸν ἐπιστρέφειν, ἐπὶ δὲ τῆς προτέρας παρουσίας τοὐναντίον ἴδῃς πληρούμενον τὸ" Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου" καὶ τὸ" Παρέδωκε τοὺς ἀσεβεῖς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου".

Intertext edge

Open linked passage

Note