John Chrysostom PG 47-64
In sanctum pascha sermo 2
2 27.1
Choose a text
More by John Chrysostom
—
Pg Scrape Grc
27.1
Ταῦτα περὶ τῆς σωτηρίου χρίσεως καὶ τῆς ἱερᾶς βρώσεως ἐξητακότες παυσώμεθα τοῦ λόγου, καὶ νῦν εἰς ἑτέραν ἐξέτασιν τὰ μετὰ τοῦτο καταλιπόντες, αἰτούμενοι παρὰ τοῦ κυρίου τὴν αἴτησιν, ἣν Δαυὶδ ᾐτήσατο·" Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου", ἵν' ἡμῖν μὴ εὐκαταφρόνητος ἡ τῶν νομίμων ἀνάγνωσις ᾖ καθάπερ Ἰουδαίοις ἕως τῶν τύπων ἱσταμένοις, ἀλλὰ θείως τὰ θεῖα νοοῦντες σύμβολα πρὸς τὴν θειοτάτην ἀλήθειαν φανῶμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ πατρὶ ἡ δόξα σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).