In sanctum pascha sermo 3
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1
" Ἔδεσθε" δὲ αὐτὸ" μετὰ σπουδῆς· πάσχα ἐστὶ κυρίου", οὐ ῥᾴθυμος οὐδὲ πρὸς ἡδονὴν τροφή, οὐκ ἀνειμένον οὐδὲ κατακεκλιμένον ἀλλ' ἐγηγερμένον ἐχόντων τὸ φρόνημα καὶ συντεταμένον, διότι τῆς ὀλοθρευτικῆς τιμωρίας ὑπέρβασιν ἡμῖν παρέχει, τοῦ κυρίου ταύτην δωρουμένου· διό φησι·" Πάσχα ἐστὶ κυρίου", ὅπερ ἕτερος ἑρμηνεύων ἄντικρυς εἴρηκεν·" Ὑπέρβασίς ἐστι τῷ κυρίῳ".