In sanctum pascha sermo 3
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
13.1
Μετὰ δὲ τὴν τοιαύτην μετάληψιν τοῦ θείου βρώματος τὸ τρίτον ἴδωμεν, ὁποῖον εἶναι δεῖ καὶ τὸν βίον τοῦ μετεσχηκότος ἁγίας τροφῆς· ὑποδείκνυσι δὲ τοῦτον τὰ 14 ἄζυμα καὶ αἱ τῶν ἀζύμων ἡμέραι. Ἰουδαῖοι μὲν οὖν περὶ τῶν ἀζύμων σπουδαζέτωσαν καὶ τὰς ἑπτὰ νομιζέτωσαν ἡμέρας παρέχειν αὐτοῖς τι θαυμάσιον, ὅτι ζυμωτὸν οὐκ ἐσθίουσιν οὐδὲ ἔχουσι παρ' ἑαυτοῖς, οὐδεμίαν ἔχοντες ὠφέλειαν ἀπὸ τοῦ πράγματος ἐπιδεῖξαι, τύπον γὰρ ἐπιτελοῦσιν, οὐκ ἀλήθειαν· σὺ δὲ σκόπει τὸ ἄζυμον, καθὰ τῷ ἀποστόλῳ προείρηται καὶ ἡμεῖς ἐπεσημηνάμεθα, τὴν εἰλικρινῆ καὶ καθαρὰν ἀπὸ πάσης κακουργίας ψυχήν, τὸν καινὸν τρόπον καὶ μηδὲν τῆς παλαιᾶς κακίας ἐπαγόμενον, εἰς ὃ καὶ καλῶς εἰρημένον φαίνεται τὸ" Ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν. Πᾶς ὃς ἂν φάγῃ ζυμωτόν, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραήλ"· κακίας γὰρ παλαιᾶς ἐπανάληψις ὄλεθρος τῷ πρὸς τὴν καινότητα μετηγμένῳ·" Εἰ κατὰ σάρκα ζῆτέ" φησι" μέλλετε ἀποθνῄσκειν".