In sanctum pascha sermo 3
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1
Ἁπλοῦς δὲ ὁ τρόπος τοῦ μὴ ζητοῦντος τὰ σαρκικά, ἀκακοήθης, ἀπάνουργος, μηδὲν κακόν, μηδὲν πικρὸν ἐννοῶν· διὰ τί δὲ τὴν πρώτην ἡμέραν καὶ ἑβδόμην ἐξαιρέτως ἁγίας καλεῖ λέγων." Ἡ ἡμέρα ἡ πρώτη κληθήσεται ἁγία, καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν"; Ὅτι πρώτη μὲν ἡμέρα δηλοῖ τὴν ἀρχήν, καθ' ἣν ἁγιαζόμεθα τὸ πνεῦμα τὸ ἅγιον ὑποδεχόμενοι, ἑβδόμη δὲ τὸ τέλος σημαίνει, ἡνίκα δὴ ἀπὸ σώματος ἀναλύσαντες γινόμεθα σὺν τῷ Χριστῷ καὶ ἐπιδημοῦμεν τῷ κυρίῳ, καταλιπόντες τὴν ἐκδημίαν τὴν ἐπὶ γῆς, ὅλοι δὲ πρὸς τὴν ἁγιότητα μεταστάντες·" Ἐνδημοῦντες" γάρ φησι" τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου".