In sanctum pascha sermo 3
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1
Τὰς δὲ ἁγίας ταύτας ἡμέρας ἀνειμένας ἔργων ὁ νόμος εἶναι βούλεται·" Πᾶν" γὰρ" ἔργον" φησὶν" οὐ ποιήσετε ἐν αὐταῖς", ὅπερ δηλοῖ μὴ συγκάμπτεσθαι τὴν ψυχὴν περὶ τὰς πραγματείας τὰς ἐπιγείους μηδὲ δουλείαν ὑπομένειν ἀνάρμοστον τῇ θεοῦ δουλείᾳ, ἀλλ' ἐκεῖνα καὶ μόνα ποιεῖσθαι διὰ σπουδῆς καὶ περὶ ἐκεῖνα συντείνεσθαι τὴν ψυχήν, ὅσα αὐτῇ πρὸς ὠφέλειάν ἐστι, καὶ τούτου πάλιν σύμβολον τὸ" Πλὴν ὅσα ποιηθήσεται πάσῃ ψυχῇ, τοῦτο μόνον ποιηθήσεται ὑμῖν"· διόπερ ὁ κύριος ἐπὶ τὴν ἑρμηνείαν ἄγων τῆς ἀνέσεως τῆς νομικῆς, ὅτι τῶν εἰς ματαιότητα συντεινόντων ἔργων ἐδίδου τὴν ἀργίαν, οὐ τῶν εἰς ψυχῆς ὠφέλειαν ἡκόντων, προὔτεινε τοῖς Φαρισαίοις·" Ἔξεστιν ἐν σαββάτῳ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀπολέσαι;"